- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:84.30-86.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨了亚里士多德《修辞学》第1卷第15章关于誓言的处理策略,解释了不向对手提供誓言的理由、选择自己立誓而非要求对方立誓的理由,以及在前次誓言与当下冲突时如何通过界定伪誓与非自愿性来进行抗辩。
[a 11] οὐ δίδωσι μὲν οὖν καὶ ἐπάγει τὸν ὅρκον τῷ ἀντιδίκῳ, διότι ῥᾳδίως ἐπιορκοῦσιν οἱ ἄνθρωποι, καὶ ὅτι, εἰ μὲν ὀμόσει ὁ ἀντίδικος, οὐκ ἀποδώσει τὸ ζητούμενον χρέος, εἰ δὲ μὴ ὀμόσει, ἴσως ἂν καταδικασθῇ, καὶ διὰ τοῦτο οὐ δεῖ καταναγκάζειν αὐτὸν ὀμνύειν, καὶ ὅτι ὁ κίνδυνος ὁ παρὰ τῶν δικαστῶν ἐπαχθησόμενος τῷ ἀντιδίκῳ σου, εἰ καὶ καταδικασθεὶς οὐκ ἀποδώσει, κρείττων ἐστὶ τοῦ ἐπαχθησομένου αὐτῷ ἀπὸ τοῦ ὅρκου. [a 14] τοῖς μὲν γὰρ πιστεύειν1 ἤτοι τοῖς δικασταῖς ὡς τιμωρήσουσι τὸν ἀντίδικον, τοῖς δὲ ἤτοι τοῖς ὅρκοις οὐ πιστεύειν· ἄδηλον γάρ, εἰ παρὰ τῶν ὅρκων τιμωρηθήσεται. οὐ λαμβάνω δὲ ὅρκον καὶ ζητῶ ὀμόσαι τὸν ἀντίδικον, διότι ὁ ὅρκος ἀποτελεσθῇ τῷ ἀντιδίκῳ ἀντὶ τῶν χρημάτων ἤτοι ἵνα τὰ χρήματα κερδήσῃ, ἃ δανειακῶς αὐτῷ δέδωκα. [a 16] καὶ ὅτι ῥᾳδίως ὀμόσει τις, εἰ φαῦλος ἦν· κρεῖττον γὰρ ἡγεῖται φαῦλον εἶναι ἕνεκα τοῦ κερδῆσαι παρ’ ὃ μηδενὸς ἤτοι μηδεμιᾶς προκειμένης νομίμης ὠφελείας νομίζεσθαι φαῦλον καὶ διὰ τοῦτο ὀμόσας οὐ πτοεῖται τὸ φαῦλος ἀκοῦσαι· κερδαίνει γὰρ ἐντεῦθεν. [a 18] ὥστε οὐ δι’ ἀρετὴν ἂν εἴη ὀμόσας καὶ ὡς εὐσεβής, ἀλλ’ οὐκ ἐκφεύξεται τὸ μὴ ἤτοι τὸ μὴ ὀμόσαι διὰ τὴν ἐπιορκίαν.2 ἢ καὶ οὕτω κάλλιόν ἐστι νοηθῆναι, ὅτι οὐκ ἂν εἴη ὀμόσας δι’ ἀρετήν· δι’ ἀρετὴν γὰρ εὐλαβεῖται τὸ μὴ ὀμόσαι, ἀλλ’ οὐ διὰ τὴν ἐπιορκίαν ἤτοι ἀλλ’ οὐχὶ φοβούμενος, μὴ ὀμόσω ψευδῆ καὶ ὅτι ὁ ἀντίδικός μου ἀσεβής ἐστιν, ὑφ’ οὗ ὀμόσαι καταναγκάζομαι· καὶ διὰ τοῦτο ῥᾴδιόν ἐστιν αὐτῷ τὸ ὀμόσαι. τὸ γοῦν τὸν ἀσεβῆ προκαλεῖν τὸν εὐσεβῆ εἰς τὸ ὀμόσαι ὅμοιόν ἐστι καὶ εἴ τις ἰσχυρὸς προκαλεῖται τὸν ἀσθενῆ εἰς πάλην ἢ εἰς πληγήν. [a 21] εἰ δὲ λαμβάνει ὅρκον ἤτοι εἰ δὲ μέλλει αὐτὸς ὀμόσαι, λεγέτω, ὅτι ἐγὼ μὲν ὀμόσω, διότι πιστεύω ἐμαυτῷ, ἐκείνῳ δὲ οὐ πιστεύω τῷ ἀντιδίκῳ καὶ διὰ τοῦτο οὐ ζητῶ ὀμόσαι αὐτόν. [a 24] δεινὸν γάρ ἐστι τὸ μὴ ἐθέλειν ὀμνύειν ἐμέ, ὑπὲρ ὧν ἀναγκάζω τοὺς δικαστὰς ὀμόσαι καὶ οὕτω δικάζειν· πρῶτον γὰρ οἱ δικασταί, ὡς εἴπομεν, ὤμνυον, εἶτα ἐδίκαζον. [a 26] καὶ ὅτι εὐσεβές ἐστι τὸ θέλειν ἐπιτρέπειν τοῖς θεοῖς τὴν κρίσιν καὶ τὸ ἀληθὲς παρ’ ὃ τοῖς μάρτυσι καὶ τοῖς δικασταῖς. καὶ ὅτι οὐ δεῖ ἐμὲ κριτῶν δέεσθαι ἄλλων· ἑαυτῷ γὰρ τὴν κρίσιν δίδωμι ἐν τῷ ὀμνύειν. [a 28] καὶ ὅτι ἄτοπον μὴ ὀμνύειν, περὶ ὧν ἄλλους ἤτοι τοὺς δικαστὰς ἀξιῶ ὀμόσαι. [a 29] ἐπεὶ δὲ δῆλόν ἐστι, πῶς λεκτέον καθ’ ἕκαστον, ἤτοι ἁπλοῦν, οἷον τὸ διδόναι ὅρκον· [b 3] εἰ γεγενημένος ἐστὶν ὑπὸ σοῦ ἤτοι ὤμοσας αὐτὸν καὶ ἄλλοτε καὶ ἐναντίος ἐστὶν ᾧ μέλλεις ὀμόσαι ὅρκῳ (οὐ γὰρ ὡσαύτως καὶ τότε τοῦτον ὀμώμοκας), ῥητέον, ὅτι οὐκ ἔστιν ἐπιορκία· [b 4] τὸ γὰρ ἐπιορκεῖν ἐστι τὸ ἑκουσίως ἀδικεῖν· ἐγὼ δὲ βίᾳ καὶ ἀκουσίως ἀπατηθεὶς αὐτὸν ὤμοσα· ἁλοὺς γὰρ παρὰ πολεμίων ἢ δικαστῶν ἠναγκάσθην ὀμόσαι αὐτόν· ἄλλως τε καὶ ἐπιορκεῖν ἐστιν οὐχὶ τὸ προφορικῷ λόγῳ λέγειν τι καὶ ὀμνύειν, ἀλλὰ καὶ τό, ὃ λέγω ἐν τῷ ὅρκῳ, δοξάζειν ἐν τῇ διανοίᾳ,3 ὅτι ἀληθῶς τοῦτο λέγω· εἰ γὰρ λέγω μὲν στόματι, ἄλλα δὲ δοξάζω ἐν τῇ διανοίᾳ μου, οὐκ ἐπιορκία τοῦτό ἐστιν. εἰ δὲ ὁ ὅρκος ὠμόθη πολλάκις παρὰ τοῦ ἀντιδίκου σου καὶ ἐναντίως, ῥητέον, ὅτι πάλαι ἄλλως σοι ὠμόθη ὁ ὅρκος οὗτος· [b 8] καὶ ἐπεὶ οὐκ ἐμμένεις οἷς ὤμοσας, λοιπὸν ἀναιρεῖς τὰ πάντα. ἐπεὶ καὶ οἱ δικασταὶ πρότερον ὀμόσαντες οὕτω χρῶνται τοῖς νόμοις καὶ δικάζουσιν, ἄτοπον, εἰ οἱ δικασταὶ ὀμόσαντες δικάσαι ὀρθῶς τῷ ὅρκῳ ἐμμένουσιν, ἡμεῖς δὲ οὐκ ἐμμενοῦμεν οἷς ὠμόσαμεν.
[a 11] 因此,一个人不向对手提供并提出誓言,是因为人们很容易起假誓,并且因为如果对手立誓,他就不会偿还被追讨的债务,但如果他不立誓,他或许会被定罪,因此不应当强迫他立誓;而且因为审判官们强加给你对手的危险,即使他在被定罪后仍不偿还,也大于由誓言强加给他的危险。 [a 14] 因为对前者应当信任,即对审判官们应当信任他们会惩罚对手,但对后者即誓言则不应当信任;因为他是否会受到誓言的惩罚尚不清楚。我既不接受誓言,也不要求对手立誓,是因为对对手而言誓言将代替金钱而告终,即为了让他赢得我作为贷款给予他的金钱。 [a 16] 还因为如果是卑劣之徒,他就会轻易立誓;因为他认为,为了获利而成为卑劣之徒,胜过在没有任何合法利益摆在面前时被认为是卑劣之徒,因此立誓之后他并不惧怕被称为卑劣之徒;因为他从中获利。[a 18] 因此,他立誓不会是出于德性以及作为一个虔敬之人,也不会因为伪誓而逃避不立誓。或者这样理解更好:他立誓绝非出于德性;因为出于德性,人会谨慎地不立誓,但并不是因为伪誓,即不是由于害怕我立下假誓,并且因为我被迫立誓所面对的对手是不虔敬的;因此对他而言立誓是容易的。无论如何,不虔敬之人向虔敬之人挑战立誓,就像强壮之人向虚弱之人挑战摔跤或击打一样。 [a 21] 但如果一个人接受誓言,即如果他自己将要立誓,就让他说:我之所以立誓是因为我信任自己,但我不信任那位对手,因此我不要求他立誓。 [a 24] 因为,对于我强迫审判官们立誓并以此进行审判的那些事情,我自己却不愿立誓,那是可怕的;因为如我们所说,审判官们首先立誓,然后进行审判。 [a 26] 还因为,愿意将审判和真理托付给诸神而非证人和审判官们,是虔敬的。而且因为我不应当需要其他审判者;因为在立誓中我将审判权赋予了自己。 [a 28] 还因为,对于我认为其他人即审判官们理应立誓的事情,自己却不立誓,是荒谬的。 [a 29] 既然在每种情况下,即在单纯的情况下(例如提供誓言)应当如何陈述已经明了:[b 3] 如果该誓言曾由你立过,即你在其他时候也立过它,并且它与你将要立的誓言相抵触(因为那时你并非同样地立下此誓),就应当说这不是伪誓。 [b 4] 因为起假誓乃是自愿行不义;但我是在暴力之下且违背意愿地受欺骗而立下此誓的;因为在被敌人或审判官捕获后,我被迫立下此誓;尤其是因为,起假誓不仅在于用口头言语陈述某事并立誓,还在于在思想中也相信我在誓言中所说的事,即相信我说的确实是真话;因为如果我用口说出,但在我的思想中却相信别的事,这便不是伪誓。但如果该誓言由你的对手多次且以相反的方式立过,就应当说:从前这个誓言是由你以不同方式立下的;[b 8] 并且既然你不坚守你所立下的誓言,最终你便推翻了一切。既然审判官们也是预先立誓之后才如此运用法律并进行审判,那么如果审判官们在誓言公正裁判之后坚守该誓言,而我们却不坚守我们所立下的誓言,那是荒谬的。
- 1.0.15τοῖς μὲν γὰρ πιστεύειν
不定式 τοῖς μὲν ... πιστεύειν 与 τοῖς δὲ ... οὐ πιστεύειν 被理解为表示义务的命令性或规定性不定式结构,在语境中省略了如 δεῖ 或 προσήκει 等非人称动词。
- 1.0.15ἀλλ’ οὐκ ἐκφεύξεται τὸ μὴ ἤτοι τὸ μὴ ὀμόσαι διὰ τὴν ἐπιορκίαν
动词 ἐκφεύγω 带冠词否定不定式 τὸ μὴ ὀμόσαι 作其直接宾语。注解者注意到此处的理解难度,紧接着给出了另一种阐释(ἢ καὶ οὕτω κάλλιόν ἐστι νοηθῆναι),将其解释为出于德性而克制立誓,而非出于对伪誓的畏惧。
- 1.0.15οὐχὶ τὸ προφορικῷ λόγῳ λέγειν τι καὶ ὀμνύειν, ἀλλὰ καὶ τό, ὃ λέγω ἐν τῷ ὅρκῳ, δοξάζειν ἐν τῇ διανοίᾳ
在系动词句 ἐπιορκεῖν ἐστιν 的表语部分,并列了两个冠词不定式:οὐχὶ τὸ [λέγειν ... καὶ ὀμνύειν] 与 ἀλλὰ καὶ τὸ [δοξάζειν ...]。在第二个冠词 τό 之后嵌入了同位语性质的关系分句 ὃ λέγω ἐν τῷ ὅρκῳ,不定式 δοξάζειν 则引出由 ὅτι 引导的宾语从句 ὅτι ἀληθῶς τοῦτο λέγω。
