- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:83.20-84.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注疏亚里士多德《修辞学》1376b12–1377a11,阐释了契约(包括非自愿交易)的性质以及用于支持或废除契约的修辞论题,随后阐明了用于抬高或攻击刑讯逼供证言可信度的策略,以及提供和接受誓言的各种选择。
[b 12] εἰσὶ καὶ συναλλάγματα ἀκούσια, οἷον εἰ κρατηθεὶς παρά τινος ἀκουσίως συμφωνήσω δοῦναι αὐτῷ ἡμιόνων κάλλιστον λαβὼν νομίσματα τρία. ὥστε ἂν ἀναιρεθῶσιν αἱ συνθῆκαι, ἀνῄρηνται τὰ συναλλάγματα, τῶν δὲ συναλλαγμάτων ἀναιρεθέντων οὐδὲ οἱ ἄνθρωποι ἀλλήλων χρῄζουσι. [b 14] καὶ τὰ ἄλλα, ὅσα ἁρμόττει εἰς σύστασιν τῶν συνθηκῶν, ἐπιπολῆς καὶ εὔκολόν ἐστιν ἰδεῖν. ἐὰν δὲ ἡ συνθήκη ἐναντία ἐστὶ καὶ μὴ συμβαλλομένη σοι, ἀλλὰ τῷ ἀντιδίκῳ συμβάλλεται, δι’ ὧν ἄν τις χωρήσῃ πρὸς ἀνατροπὴν τοῦ νόμου, ταῦτα λαβὼν ἀναιρήσεις καὶ τὰς συνθήκας· νόμοι γὰρ καὶ αἱ συνθῆκαι. δεῖ δὲ σε λέγειν οὕτως· [b 17] ἄτοπον ἔστιν, εἰ μὴ τοῖς ὀρθῶς κειμένοις νόμοις οὐ πειθόμεθα,1 ἀναγκαῖον δὲ ἡγούμεθα πείθεσθαι ταῖς συνθήκαις. [b 19] τοῦ γὰρ δικαίου ὁ δικαστής ἐστι βραβευτής, καὶ διὰ τοῦτο οὔκουν τοῦτο σκεπτέον ἤτοι τὸ προσέχειν ταῖς συνθήκαις, ἀλλ’ ὡς δικαιότερον ἤτοι ἀποβλεπτέον πρὸς τὸ δίκαιον καὶ ὃ διατάσσεται ὁ δικαστής. [b 21] τὸ γὰρ δίκαιον οὐκ ἔστι μεταστρέψαι οὔτε ἀπάτῃ οὔτε ἀνάγκῃ καὶ βίᾳ· πεφυκὸς γάρ ἐστιν ἤτοι κατὰ φύσιν γὰρ ἔχον ἐστί. συνθῆκαι δὲ γίνονται καὶ κατὰ τὴν ἀπάτην καὶ ἀναγκασθέντων ἤτοι κατὰ βίαν. [b 23] πρὸς δὲ τούτοις ἀνατρέπεται ἡ συνθήκη, καὶ εἰ ἐναντιοῦται τινι ἤτοι τῶν γεγραμμένων νόμων ἢ τῶν κοινῶν ἤτοι τῶν φυσικῶν ἢ τοῖς δικαίοις. ἔπειτα ἀνατρέπεται ἡ συνθήκη, καὶ εἰ ἐναντιοῦται ὑστέραις συνθήκαις γενομέναις ἐπὶ τοῦ αὐτοῦ πράγματος, ἐφ’ οὗ καὶ ἐκεῖνος, ἢ προτέραις· ἢ γὰρ λέγε, ὅτι αἱ ὕστεραί εἰσιν ἄκυροι, αἱ δὲ πρότεραι ὀρθαί, ἢ τοὐναντίον· [b 28] καὶ ἁπλῶς, ὁποτέρως ἂν ᾖ χρήσιμον ἤτοι καὶ ἁπλῶς, ὁποτέρως σοι χρησιμεύει, εἴτε αἱ πρότεραι εἴτε αἱ ὕστεραι, ἐκείνας μὲν ποίει ὀρθάς, τὰς δ’ ἑτέρας ἀκύρους. [b 29] ἔτι δὲ καὶ τὸ συμφέρον ὅρα ἢ τὸ σὸν ἢ τὸ τοῦ ἀντιδίκου, εἰ ἐναντιοῦται τοῖς κριταῖς. καὶ γὰρ ταῦτα εὐθεώρητά εἰσιν ὁμοίως τῷ περὶ μαρτύρων λόγῳ. [b 31] δοκοῦσι δὲ αἱ βάσανοι ἔχειν τὸ πιστόν, ὅτι ἀνάγκη πρόσεστιν ἤτοι διότι ἀναγκάζονται ὑπὸ τῶν βασάνων ὁμολογεῖν τὸ ἀληθές. οὔκουν χαλεπόν ἐστιν εἰπεῖν τοὺς τόπους, ἐξ ὧν τις ἐπιχειρήσῃ αὔξειν καὶ δεικνύειν, ὅτι αἱ βάσανοι ἀληθεῖς εἰσιν, εἴ γε τέως οἰκεῖαί εἰσι καὶ χρήσιμοι αὐτῷ. [1377 a 1] εἰ δ’ ὑπεναντίοι εἰσὶν αὐτῷ αἱ μαρτυρίαι αἱ διὰ τῶν βασάνων, συμβάλλονται δὲ τῷ ἀμφισβητοῦντι ἤτοι τῷ ἀντιδίκῳ, λύσῃ ἂν τὰ ἀληθῆ οὕτως λέγων καὶ καταδρομὴν ποιούμενος τοῦ γένους τῶν βασάνων, ὅτι οἱ βασανιζόμενοι λέγουσι τὰ ψευδῆ παρ’ ὃ τὰ ἀληθῆ,2 ἵν’ οἱ κολάζοντες παύσωνται τοῦ μὴ βασανίζειν αὐτοὺς3 ὡς ἀκούσαντες, ὃ ἐζήτουν μαθεῖν· [a 6] δεῖ δὲ ἐπαναφέρειν καὶ τὰ τοιαῦτα πολλὰ παραδείγματα, ἃ καὶ οἱ κριταὶ γινώσκουσιν, ὡς ὁ δεῖνα βασανιζόμενος ψευδῆ εἴρηκε καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, καὶ ὅτι πολλοὶ παχύδερμοι ὄντες καὶ τὴν ψυχὴν ἀνδρεῖοι καὶ λιθόδερμοι ἐγκαρτεροῦσι ταῖς βασάνοις καὶ οὐδὲν λέγουσιν, ἕτεροι δὲ τρυφεροὶ ὄντες καὶ δειλοὶ πρὸ τῶν βασάνων κατηγορήσουσιν ἤτοι κατηγορήσουσιν ἑαυτῶν ψευδῆ λέγοντες. [a 8] ἢ γὰρ δίδωσι καὶ ἐπάγει ὅρκον τῷ ἀντιδίκῳ καὶ λαμβάνει καὶ ὀμνύει οὗτος τὸν τέλειον ἢ οὐδέτερον ἤτοι οὔτε δίδωσι τὸν ὅρκον οὔτε λαμβάνει, ἢ τὸ μὲν τὸ δ’ οὔ, ἤτοι ἢ δίδωσι μὲν οὐ λαμβάνει δέ, ἢ τοὐναντίον. ἔτι οὐ δεκτέον τὸν ὅρκον, εἰ ὀμώμοται πολλάκις ὑπ’ ἐκείνου τοῦ ἀντιδικοῦντος· εἰ δὲ συντελεῖ σοι ὁ ὅρκος καὶ ὀμώμοσται παρὰ σοῦ πολλάκις, ῥητέον ὅτι καὶ ἀληθής ἐστιν, ἐπεὶ καὶ πολλάκις ὀμοσθεὶς παρ’ ἐμοῦ ἐδέχθη τοῖς δικασταῖς.
[b 12] 也存在非自愿的交易,例如,如果我被某人扣押,违背意愿地同意在收取了三枚钱币后给他最好的骡子。因此,如果契约被废除,交易也就被废除了;而交易一旦被废除,人与人之间甚至彼此不再需要了。[b 14] 至于其他所有适于支持契约的要点,都是显而易见且容易看出的。但如果契约是不利的,并且对你没有助益,反而对对手有助益,那么通过人们用来推翻法律的那些手段,掌握了这些,你也能废除契约;因为契约也是法律。而你应当这样说:[b 17] 如果我们不服从正当制定的法律,却认为有必要服从契约,那是荒谬的。[b 19] 因为审判官是公正的裁决者,因此不应当考虑这一点,即依从契约,而应当考虑更为公正之事,即必须着眼于公正以及审判官所受命遵从之事。[b 21] 因为公正之事既不能通过欺骗,也不能通过强迫和暴力来扭转;因为它是出于本性的,即依循自然而存在的。而契约的订立既包含欺骗,也是由被强迫者即通过暴力而订立的。[b 23] 此外,如果契约违背了成文法中的某一条,或者违背了共同的法即自然法,或者违背了公正之事,它也会被推翻。其次,如果契约违背了针对同一事物(正如前一个契约所针对的那样)而订立的后一份契约,或者违背了先前的契约,它也会被推翻;因为要么说后一份是无效的而先前的是正确的,要么反过来;[b 28] 简而言之,无论在哪种情况下有用——即简而言之,无论是在哪种情况下对你有用,无论是先前的那一份还是后来的那一份——就把那一份说成是正确的,而把另一份说成是无效的。[b 29] 此外,还要看利益,不管是你的利益还是对手的利益,是否与审判官们相抵触。因为这些也是容易考察的,正如关于证人的讨论一样。[b 31] 拷问之所以显得具有可信性,是因为附带了必然性,即因为受拷问者被迫承认真相。因此,说出人们借以尝试抬高拷问并表明它们是真实的那些论题并不困难,只要它们暂时属于自身并且对自己有用。[1377 a 1] 但如果通过拷问所得的证言对自己不利,而对争议者即对手有助益,那么通过这样说并对拷问这一类别进行攻击,人们就可以瓦解其真实性:受拷问的人说出虚假而非真实,是为了让惩戒者停止拷问他们,以为已经听到了他们寻求了解的事情;[a 6] 还必须列举许多审判官们也知晓的此类具体例子,如某某在受拷问时说了假话,某某和某某也是如此;并且许多人由于皮糙肉厚、灵魂勇敢、坚若磐石,耐受拷问而什么也不说,另一些人由于娇弱懦弱,在拷问之前就进行指控,即通过说假话来指控自己。[a 8] 因为一个人要么向对手提供并提出誓言,而对手接受并完成誓言;要么两者都不做,即既不提供誓言也不接受誓言;要么做其一而不做其二,即提供誓言但不接受,或者反过来。此外,如果该誓言已被那位对手多次立誓,就不应当接受;但如果誓言对你有利,并且由你多次立誓,就应当说它也是真实的,因为即使由我多次立誓,它也被审判官们接受了。
- 1.0.15ἄτοπον ἔστιν, εἰ μὴ τοῖς ὀρθῶς κειμένοις νόμοις οὐ πειθόμεθα
条件从句中出现了双重否定(εἰ μὴ... οὐ πειθόμεθα)。语意上表达的是加强否定或赘余否定,意即「如果我们不服从正当制定的法律……」。
- 1.0.15παρ’ ὃ τὰ ἀληθῆ
介词 παρά 接宾格在此表示比较或取舍(「比起……宁可」或「违反……」),与后面的 τὰ ἀληθῆ 连用,表示「说出虚假而非真实」。
- 1.0.15παύσωνται τοῦ μὴ βασανίζειν αὐτοὺς
表示停止的动词 παύομαι 支配属格不定式 τοῦ βασανίζειν,此处带有赘余否定词 μή(redundant μή),构式义即为「停止拷问他们」。
