← 佚名

亚里士多德《修辞学》佚名评注

§82.10-83.20

论证人有无的修辞论题与契约的效力

本节注解亚里士多德《修辞术》1376a18–b9,阐述了当事人在拥有或缺乏证人时的修辞论题,如何根据证人的品格以及与当事人的利害关系进行辩护或攻击,以及如何将契约(协议)视同具体法律予以抬高或贬抑的论证策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.15#3

πιστώματα δὲ μαρτυριῶν τάδε. [a 18] εἰ δὲ οὐκ ἔχεις μάρτυρας, ὁ δὲ ἀντίδικός σου ἔχει, δεῖ λέγειν οὕτως, ὅτι οὐ δεῖ μάρτυρας ζητεῖν ἐπὶ τῶν γινομένων, ἀλλ’ ἐξ εἰκότων κρίνειν τὰ πράγματα, καὶ τοῦτό ἐστι τὸ κρίνειν ἐν γνώμῃ τῇ ἀρίστῃ τὸ μὴ τοῦ πράγματος ζητεῖν μάρτυρας,1 καὶ ὅτι τὰ μὲν εἰκότα οὐ δυνατὸν ἀπατῆσαι δι’ ἀργυρίου, τοὺς δὲ μάρτυρας διαφθείρει τις καὶ δι’ ἀργυρίου, καὶ οὐδέποτε ψευδομαρτυρήσουσιν, ἀλλ’ ὡς ἔχουσι φύσεως, τοιαῦτα ἀεί εἰσιν. [a 21] εἰ δὲ ἔχεις μάρτυρας, ὁ δὲ ἀντίδικός σου οὐκ ἔχει, ῥητέον, ὅτι τὰ εἰκότα οὐχ ὑπόδικα, ὅτι οὐκ εὐθύνονται,2 εἴ γε ψευδῆ ἀπελεγχθῶσιν — οὐδὲ γὰρ δυνατὸν εὐθυνθῆναι αὐτά —, οἱ δὲ μάρτυρες, εἰ ψευδομαρτυρήσουσι καὶ ἁλῶσι, τιμωροῦνται, καὶ ὅτι, εἰ ἀεὶ ἐκ τῶν λόγων κρίνονται τὰ πράγματα ἀληθῆ, οὐδέποτε ἂν εἴχομεν χρείαν μαρτύρων. [a 23] αἱ δὲ μαρτυρίαι, ἅς τις προκομίζει, ἢ λόγῳ ἑαυτοῦ προκομίζει ἢ χάριν τοῦ ἀμφισβητοῦντος ἤτοι τοῦ ἀντιδίκου· καὶ αἱ μὲν μαρτυροῦσι περὶ τοῦ πράγματος, ὅτι ἐγένετο ἢ οὐκ ἐγένετο, αἱ δὲ περὶ τοῦ ἤθους ἢ τοῦ οἰκείου ἢ τοῦ ἀντιδίκου, ὅτι οὐ πονηρός ἐστιν, οὐ φαῦλος, οὐκ ἄδικος. [a 26] εἰ μὴ γὰρ εὐπορεῖς μαρτυρίας κατὰ τοῦ πράγματος, ἀλλ’ οὖν εὐπορήσεις3 μαρτυρίας ἢ ὁμολογουμένης καὶ συμβαλλομένης αὐτῷ ἤτοι σοὶ ἢ τῷ ἀμφισβητοῦντι ἤτοι τῷ ἀντιδίκῳ ἐναντίας ἤτοι κατὰ τοῦ ἀντιδίκου, ἀλλ’ εὐπορήσεις μαρτυρίας περὶ τοῦ ἤθους ἢ αὐτοῦ ἤτοι τοῦ οἰκείου εἰς ἐπιείκειαν δεικνύων, ὅτι ἐπιεικής ἐστιν, ἢ κατὰ τοῦ ἤθους τοῦ ἀμφισβητοῦντος ἤτοι τοῦ ἀντιδίκου δεικνύων, ὅτι φαῦλός ἐστι. [a 29] τὰ δὲ ἄλλα περὶ μάρτυρος δεικνύων, ὅτι φίλος ἐστὶ τοῦ ἀντιδίκου σου ἢ ἐχθρός σου καὶ διὰ τοῦτο κατὰ σοῦ ψευδομαρτυρήσει, εἴ γε παρὰ τοῦ ἀντιδίκου κομίζεται. εἰ δὲ παρὰ σοῦ εἰσάγεται, δείξεις μεταξὺ ἤτοι οὔτε φίλος μού ἐστιν οὔτε ἐχθρὸς τοῦ ἀντιδίκου·4 ἢ ὅτι εὐδοκιμεῖ ἤτοι ὅτι ἔνδοξός ἐστι καὶ διὰ τοῦτο τὰ ἀληθῆ μαρτυρήσει. εἰ δὲ παρὰ τοῦ ἀντιδίκου κομίζεται μάρτυς, διαβαλεῖς αὐτὸν λέγων ἄδοξον εἶναι καὶ πένητα καὶ ἀνυπόληπτον, καὶ διὰ τοῦτο καὶ εἰς φίλον ψευδομαρτυρήσει. [a 32] ἐκ τῶν αὐτῶν τόπων ὁρμητέον εἰς διαβολὴν τῶν μαρτύρων καὶ εἰς σύστασιν, ἐξ ὧν καὶ τὰ ἐνθυμήματα λαμβάνομεν. [a 33] περὶ δὲ συνθηκῶν ἤτοι συμφωνιῶν, αἵ εἰσι μερικοὶ νόμοι, τοσοῦτον χρηστέον τῷ λόγῳ, ὅσον αὔξειν αὐτὰς καὶ δεικνύειν μέγα τι χρῆμα εἶναι ταύτας ἢ καθαιρεῖν καὶ μειοῦν καὶ δεικνύειν μηδὲν εἶναι τὰς συνθήκας καὶ ὡς οὐ δεῖ συνθήκας ποιεῖν ὡς ἀπίστους. ἂν μὲν αὐτῷ ὑπάρχωσιν ἤτοι ἂν ὠφελῶσί σε αἱ συνθῆκαι, δείκνυε ταύτας πιστάς, εἰ δὲ ὠφελοῦσι τὸν ἀντίδικόν σου, δείκνυε ταύτας ὡς ἀπίστους. [b 2] τὸ μὲν οὖν δεικνύειν πιστὰς ἢ ἀπίστους τὰς συνθήκας, ἤτοι ἀφ’ ὧν τόπων ὁρμώμεθα εἰς τὸ δεῖξαι τοὺς μάρτυρας πιστοὺς καὶ ἀληθεῖς ἢ ἀπίστους καὶ ψευδεῖς, ἀπὸ τῶν αὐτῶν τόπων ὁρμητέον εἰς τὸ δεικνύειν καὶ τὰς συνθήκας πιστὰς ἢ ἀπίστους. [b 4] ὁποῖοι γάρ εἰσιν οἱ ἐπιγεγραμμένοι ἤτοι οἱ τὰς συνθήκας γράψαντες ἢ φυλάττοντες, τούτων ἀληθῶν ὄντων καὶ αἱ συνθῆκαί εἰσι πισταί.5 εἰ μὲν ὁμολογουμένη καὶ ἀληθής ἐστιν ἡ συνθήκη καὶ ἡ συμφωνία, εἰ μὲν οἰκεία ἐστὶ καὶ συμβαλλομένη σοι αὕτη, αὐξητέον ταύτην, ὡς ὅτι ἡ συνθήκη νόμος ἐστὶ καὶ διὰ τοῦτο οὐ δεῖ παρορᾶν αὐτήν. [b 7] καὶ κατὰ μέρος ἤτοι καὶ μερικὸς νόμος ἐστί. [b 9] καὶ ὁ νόμος ὅλος καὶ ἅπας συνθήκη τίς ἐστιν ἤτοι ἐκ συνδρομῆς πολλῶν σοφῶν συντεθείς· ὥστε ὁ ἀναιρῶν τὴν συνθήκην καὶ τὴν συμφωνίαν τοὺς νόμους ἀναιρεῖ.

见证的坚固依据如下。[a 18] 如果你没有证人,而你的对手有证人,就应当这样说:对于所发生的事情不应当寻求证人,而应当依据概然性来裁决事实;不为事实寻求证人,这本身就是所谓「依最好的见识来裁决」;而且概然性不可能用金钱欺骗,而人们却会甚至用金钱腐化证人;并且概然性绝不会作伪证,而是依其本性所固有的状态始终如此。[a 21] 但如果你有证人,而你的对手没有证人,就应当说:概然性并不承担法律责任,因为即使被证实为虚假,它们也不受清算和追究——因为它们本身甚至根本不可能受到清算追究——;而证人们如果作了伪证并被定罪,就会受到惩罚;并且,如果事情始终是从言辞论述被判定为真实,我们就根本不需要证人了。[a 23] 一个人提出的见证,要么是为自己的缘故提出的,要么是为了争议对手即诉讼对手的缘故提出的;一些见证针对事实本身作证,证明事情发生了还是没有发生,另一些见证则针对品格作证,针对自己或对手的品格,证明某人不是恶人、不是卑劣之徒、不是不义之人。[a 26] 因为即使你针对事实缺乏见证,但你至少不会缺乏公认且有助于自身即有助于你的见证,或者反对争议对手即对手、即不利于对手的见证;你也不会缺乏针对品格的见证,要么证明自身即自己的品格符合公允,表明自己是公允之人,要么针对争议对手即对手的品格,表明他是卑劣之人。[a 29] 关于证人的其他方面:如果证人是由对手带来的,就要表明他是你对手的朋友或你的敌人,并因此会不利于你而作伪证。如果是由你引入法庭的,你就要表明他是居中的,即「他既不是我的朋友,也不是对手的敌人」;或者表明他备受赞誉,即他是声名显赫之人,并因此会见证真实。但如果证人是由对手带来的,你就要诋毁他,说他是无声望的、贫困的且不受尊重的,并因此甚至会对朋友作伪证。[a 32] 应当从我们获取修辞推论式的那同一个论题出发,来进行对证人的诋毁或支持。[a 33] 关于契约即协议(它们是具体的法律),应当在这一程度上使用论说,即抬高它们并表明这些是重大的事物,或者废除和贬低它们并表明契约算不得什么、以及作为不可信之物不应当订立契约。如果契约属于自身即契约对你有利,就要表明它们是可信的;但如果契约对你的对手有利,就要表明它们是不可信的。[b 2] 因此,表明契约可信或不可信,即我们从什么论题出发来表明证人是可信真实的还是不可信虚假的,就应当从完全相同的论题出发来表明契约也是可信还是不可信。[b 4] 因为签署者即撰写或保存契约的人是怎样的人,在这些人是诚实真实的情况下,契约也就是可信的。如果契约与协议是公认且真实的,如果这属于你自身且对你有助益,就必须抬高它,主张契约就是法律,因此不应当忽视它。[b 7] 而且它也是局部的,即特殊的法律。[b 9] 并且整个法律、一切法律都是某种契约,即由许多智者的汇聚而汇编构成的;因此废除契约与协议的人,就是在废除法律。

语法注5 条
  1. 1.0.15καὶ τοῦτό ἐστι τὸ κρίνειν ἐν γνώμῃ τῇ ἀρίστῃ τὸ μὴ τοῦ πράγματος ζητεῖν μάρτυρας

    指示代词 τοῦτο 充当表语,后半部分的名词化不定词短语 τὸ μὴ τοῦ πράγματος ζητεῖν μάρτυρας(不为事实寻求证人)充当真正的主语。该句将法官誓词中的「依最好的见识」(ἐν γνώμῃ τῇ ἀρίστῃ)这一惯用语重新诠释为不必寻求证人的正当化理由。

  2. 1.0.15τὰ εἰκότα οὐχ ὑπόδικα, ὅτι οὐκ εὐθύνονται

    οὐχ ὑπόδικα 为表语形容词,意为「不受法律追诉的、不承担法律责任的」。随后的 ὅτι 从句说明原因,解释说明概然性本身不受审查与清算问责(εὔθυναι)。

  3. 1.0.15εἰ μὴ γὰρ εὐπορεῖς μαρτυρίας... ἀλλ’ οὖν εὐπορήσεις... ἀλλ’ εὐπορήσεις...

    条件从句由 εἰ μὴ 引导,其归结分句由 ἀλλ’ οὖν(即便如此……至少)承接。随后再次出现的 ἀλλ’ εὐπορήσεις 则以并列对比的方式引入另一类见证选择(关于品格的见证而非关于事实的见证)。

  4. 1.0.15δείξεις μεταξὺ ἤτοι οὔτε φίλος μού ἐστιν οὔτε ἐχθρὸς τοῦ ἀντιδίκου

    副词 μεταξύ 在此作表语性用法,意指「居中、中立」。由 ἤτοι 引领的短语直接同格阐明其具体含义(「既非我的朋友亦非对手的敌人」)。

  5. 1.0.15ὁποῖοι γάρ εἰσιν οἱ ἐπιγεγραμμένοι... τούτων ἀληθῶν ὄντων καὶ αἱ συνθῆκαί εἰσι πισταί

    由关系词 ὁποῖοι 引导的从句被后半句独立属格 τούτων ἀληθῶν ὄντων(若他们是诚实真实的)中的指示代词 τούτων 所承接,构成了签署人的品质与契约本身可信度之间的相关结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:82.10-83.20