- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:80.30-82.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者诠释了亚里士多德《修辞术》第一卷第十五章(1375b20–1376a16)中关于非技术性说服手段的论述,探讨了遵从成文法的论据,以及近时与古代证人、谚语和诗人的证据效力。
καὶ ὅτι ἄτοπόν ἐστι τὸ μὴ χρῆσθαι τῷ κειμένῳ νόμῳ· τὸ γὰρ τῷ κειμένῳ μὴ χρῆσθαι ταὐτόν ἐστι τῷ εἰ μηδὲ ἔκειτο.1 [b 20] καὶ ὅτι ἐν ταῖς ἄλλαις τέχναις οὐ λυσιτελεῖ παρασοφίζεσθαι ἤτοι σοφώτερον φαίνεσθαι τοῦδε τοῦ τεχνίτου, οἷον τοῦ ἰατροῦ ἢ τοῦ γεωμέτρου· οὐ γὰρ τοσοῦτον βλάπτει ἡ ἁμαρτία τοῦ ἰατροῦ ἤτοι τὸ δοκεῖν σοφώτερον τοῦ ἰατροῦ καὶ ἀπειθεῖν τῷ τεχνίτῃ, ὅσον ἐκ τῶν τοιούτων ἐθίζεται τις ἀπειθεῖν τῷ ἄρχοντι. [b 23] καὶ ὅτι τὸ ζητεῖν τινα φαίνεσθαι σοφώτερον τοῦ νόμου καὶ τοῦ νομοθέτου τοῦτό ἐστι τὸ ἀπειθεῖν πρὸς τὸν ἄρχοντα ἢ τὸν δικαστήν, ὃ καὶ οἱ νόμοι ἀπαγορεύουσι. [b 27] πρόσφατοι μάρτυρές εἰσιν οἱ νεώτεροι. καὶ οἱ μὲν τῶν μαρτύρων συμμετέχουσι τοῦ κινδύνου, οἷον εἰ οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι ἠδικήθησαν τὴν αὐτὴν ἀδικίαν παρὰ τοῦ αὐτοῦ καὶ ἑνός, εἶτα ἐνάγουσιν οἱ Λακεδαιμόνιοι κατὰ τοῦ ἀδικήσαντος καὶ μάρτυρας τούτου παρεισάγουσι τοὺς Ἀθηναίους, ἀναγκαῖον αὐτοὺς ἀληθῆ μαρτυρῆσαι· εἰ γὰρ ψευδομαρτυρήσουσιν, οὐ μόνον τοὺς Λακεδαιμονίους βλάψουσιν ἀλλὰ καὶ ἑαυτούς. [b 29] οἷον οἱ Ἀθηναῖοι μέλλοντες δεῖξαι, ὅτι ἡ Σαλαμὶν ὑποτελὴς ἦν αὐτοῖς, ἐχρήσαντο τῷ Ὁμήρῳ μάρτυρι· ἐν γὰρ τῇ Βοιωτίᾳ τοῦτο Ὅμηρος ἐδήλωσε. [b 31] καὶ οἱ Τενέδιοι μέλλοντες δεῖξαι, ὅτι τὸ Σίγειον ἦν ὑπ’ αὐτούς, ἐχρήσαντο τῷ Περιάνδρῳ μάρτυρι. καὶ ὁ Κλεοφῶν κινῶν κατὰ τοῦ Κριτίου· καὶ μέλλων δεῖξαι, ὅτι πάλαι ἀσελγὴς ἦν ἡ τοῦ Κριτίου οἰκία, ἐχρήσατο τοῖς ἐλεγείοις τοῦ Σόλωνος· εἰ γὰρ μὴ ἀσελγὴς ἦν, οὐκ ἂν ὁ Σόλων ἐποίησεν ἤτοι ποιητικῶς εἶπε τὸ [b 34] ‘εἰπεῖν τῷ Κριτίᾳ τῷ πυρότριχι πατρὸς ἀκούειν’·2 ᾗ μὲν γὰρ εἶπεν αὐτὸν πυρότριχα, ὡς γυναικώδη τοῦτον ἀπέσκωψεν, ᾗ δὲ εἶπεν αὐτὸν πατρὸς ἀκούειν, ὡς πατραλοίαν καὶ τοῦ πατρὸς παρακούειν ἐδήλωσεν. ὅτι τὸ ξύλινον τεῖχος λέγει, ναυμαχητέον. [1376 1376a2 2] καὶ αἱ παροιμίαι μάρτυρές εἰσιν, οἷον εἴ τις συμβουλεύει τὸ μὴ δεῖν ποιεῖσθαι φίλον γέροντα, διότι καὶ ἡ παροιμία φησὶ ‘μήτ’ εὖ ποιεῖν ἔρδειν φίλον γέροντα’. [a 5] καὶ εἴ τις συμβουλεύει τὸ ἀναιρετέον τοὺς υἱεῖς, ὧν καὶ τοὺς πατέρας ἀπεκτείναμεν, μή ποτε οἱ υἱοὶ ζῶντες τιμωρήσωσι τοὺς φονεῖς τῶν πατέρων’. [a 8] χρήσιμοι γὰρ καὶ αἱ τούτων κρίσεις ἤτοι μαρτυρίαι· ὁ Χάρης ψευδομάρτυς ἦν· καθ’ οὗ ἔχων ὁ Εὔβουλος εἶπεν, ὃ καὶ ὁ Πλάτων εἶπεν, ὅτι νῦν ἐπιδέδωκε τῇ πόλει τὸ ὁμολογεῖν ἕκαστον ἑαυτόν, ὅτι πονηρός ἐστι. [a 12] καὶ εἰ ὁ ἐπαγόμενος μάρτυς συμμετέχει τοῦ κινδύνου, ᾧ περιπεσεῖν κινδυνεύει ὁ κομίζων αὐτόν, εἴ γε ἀποδειχθῇ, ὅτι ψευδῆ λέγει, ὃς καὶ τοὺς μάρτυρας ἐπάγει, ἀνάγκη ψευδῆ ὀμωμοκέναι τὸν ἐπαγόμενον μάρτυρα. [a 12] οἱ μὲν οὖν τοιοῦτοί εἰσι μάρτυρες τῶν τοιούτων μόνων, † ὅτι ἐγένετο τὸ πρᾶγμα ἢ οὐκ ἐγένετο μαρτυροῦσι, περὶ δὲ τοῦ ποταπόν ἐστι τὸ γενόμενον, εἴτε δίκαιον εἴτε ἄδικον, οὐ μαρτυρῆσαι δύνανται· πάθος γὰρ ἴσως ἔχοντες, καθ’ οὗ τὰς ψευδομαρτυρίας φέρουσιν, οἷον φθόνον ἢ φιλίαν, οὐκ ὀρθῶς ἀποφήνωνται, εἴτε δίκαιόν ἐστιν εἴτε ἄδικον, περὶ οὗ λέγουσιν. εἰ δὲ οἱ προφερόμενοι μάρτυρες πόρρωθεν ἤχθησαν καὶ οὐ γειτνιῶσι, περὶ ὧν καὶ μαρτυρῆσαι ἤχθησαν, καὶ περὶ τούτων ἤτοι τοῦ δικαίου καὶ τοῦ ἀδίκου πιστότατοι φαίνονται, εἴ γε μαρτυροῦσι καὶ περὶ αὐτῶν· οὐ γὰρ εἰκὸς ψευδῆ μαρτυρῆσαι, εἴ γε ἤχθησαν ἀπ’ Ἀθηνῶν εἰς Περσίαν χάριν τοῦ μαρτυρῆσαι καὶ οὐ γειτνιῶσιν αὐτοῖς καὶ διὰ τοῦτο οὐδὲ φιλίαν οὐδὲ φθόνον οὔτ’ ἄλλο τι πάθος ἔχειν ἀπελέγχονται. [a 16] πιστεύονται δὲ καὶ οἱ παλαιοί· οὐ γὰρ οἴδασι τὰ προσφάτως γινόμενα, ἵν’ εἴπωμεν διὰ χάριν τινὸς ψευδομαρτυρῆσαι, οἷον εἴ τις τὸν Ὅμηρον ἄξει μάρτυρα περί τινος νῦν γενομένου.
并且因为不使用现存的法律是荒谬的;因为不使用现存的法律,就等同于它根本未曾设立一样。[b 20] 并且因为在其他技艺中,弄巧自作聪明,即显得比这位匠人(例如医生或几何学家)更高明,是毫无益处的事;因为医生的错误(即自以为比医生更高明并违抗匠人)所造成的危害,远不及由于此类事情而使人习惯于违抗统治者那样大。[b 23] 并且因为某人谋求显得比法律和立法者更高明,这就是在违抗统治者或法官,而这恰恰也是法律所禁止的。[b 27] 近时的证人就是时代更近的人。有些证人分担了危险:例如,如果雅典人和斯巴达人遭受了来自同一人的同一种不公侵害,随后斯巴达人对侵害人提起诉讼,并引入雅典人作为此事的证人,他们就必然会作真证言;因为如果他们作伪证,他们不仅会损害斯巴达人,而且也会损害他们自己。[b 29] 又如雅典人在打算证明萨拉米斯臣属于他们时,便以荷马为证人;因为荷马在《玻俄提亚卷》中表明了这一点。[b 31] 特内多斯人在打算证明西盖翁归他们管辖时,以珀里安德鲁斯为证人。克勒俄丰在指控克里提阿斯时,打算证明克里提阿斯的家族自古以来便放荡不羁,便使用了梭伦的挽歌诗篇;因为若非放荡不羁,梭伦就不会创作(即以诗的形式说出):[b 34]「告诉红头发的克里提阿斯听从父亲」;因为一方面梭伦称他为红头发,讥刺他女人气,另一方面说他应听从父亲,表明他是弑父之人且忤逆其父。他说「木墙」,是指应当打海战。[1376 1376a2 2] 谚语也是证人:例如若有人劝告不应与老人结为朋友,因为谚语也说「莫施恩惠莫交老人为友」。[a 5] 又如若有人劝告必须消灭那些我们杀害了其父的儿子们,「免得活着的儿子们有朝一日向杀父仇人复仇」。[a 8] 因为这些人的裁定(即见证)也是有用的。卡瑞斯曾是个作伪证者;针对他,欧布罗斯掌握把柄说道(正如柏拉图所说的那样):「如今城邦中盛行各人都自认自己是恶人」。[a 12] 并且,如果被引证的证人分担了传召他的人所面临的危险,若事实证明正是引入证人的那个人在说谎,那么被引入的证人也必然发了假誓。[a 12] 因此,这样的证人仅仅是对此类事情的证人,他们见证事实发生了还是没有发生,但关于所发生之事性质如何(无论是公正的还是不公正的),他们却无法作证;因为他们对待受伪证指控的对象或许怀有某种情感,例如嫉妒或友谊,因而不会对他们所谈论的事究竟是公正还是不公正作出正确的判定。但如果被提出的证人来自远方,与他们被带来作证的对象并非邻人,关于这些事项(即公正与不公正)他们就显得最值得信赖,如果他们确实也对这些作证的话;因为若他们为了作证而从雅典被带到波斯,与他们并不是邻人,因而被证实既无友谊也无嫉妒亦无任何其他情感,他们就不大可能作伪证。[a 16] 古代的人也受到信任;因为他们不知道最近发生的事情,以至于我们不能说他们是出于对某人的偏私而作伪证,例如有人拿荷马作为关于当今发生之事的证人那样。
- 1.0.15ταὐτόν ἐστι τῷ εἰ μηδὲ ἔκειτο
条件从句 εἰ μηδὲ ἔκειτο 与紧随形容词 ταὐτόν 之后的与格定冠词 τῷ 实质性地结合,意为「等同于它根本未曾设立一样」。
- 1.0.15εἰπεῖν τῷ Κριτίᾳ τῷ πυρότριχι πατρὸς ἀκούειν
引自梭伦的诗句。不定式 εἰπεῖν 用作祈使(祈使不定式),并支配另一个间接命令性质的不定式 πατρὸς ἀκούειν。
