← 佚名

亚里士多德《修辞学》佚名评注

§79.17-80.30

关于成文法、自然法与衡平的修辞论题

对亚里士多德《修辞学》第一卷第十五章关于成文法修辞论题的注解。阐述了在成文法不利于案情时诉诸自然法与衡平的策略、处理矛盾或歧义法律的办法,以及在成文法对自己有利时对「最善之明见」誓词的限制性解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.15#1

15. Μάρτυρες, συνθῆκαι ἤτοι συμφωνίαι. [a 27] ἐὰν μὲν ὁ γεγραμμένος νόμος ἐστὶν ἐναντίος τῷ πράγματι, οἷον ὅτι ὁ νόμος λέγει ‘υἱὸς μητρὶ οὐχ ὑπόκειται’, χρηστέον τῷ κοινῷ νόμῳ ἤτοι τῷ φυσικῷ ἤτοι ‘ἄλλος φυσικὸς νόμος ἀναγκάζει τοῖς γονεῦσιν ὑποκεῖσθαι’. [a 29] καὶ χρηστέον τοῖς ἐπιεικέσιν ὡς δικαιοτέροις· οἱ γὰρ ἐπιεικεῖς οὐ προσέχουσι τῷ νόμῳ· ἐλαττωτικοὶ γάρ εἰσιν, ὧν οἱ νόμοι προστάττουσι.1 καὶ ὅτι δεῖ ἡμᾶς κρίνειν χρωμένους τῇ ἀρίστῃ γνώμῃ. ἀρίστη δὲ γνώμη ἐστὶ τὸ μὴ πάντως χρῆσθαι τοῖς γεγραμμένοις· ἀλλὰ δεῖ ἀποφαίνεσθαι περὶ αὐτῶν, ὡς ἂν ὁ φρόνιμος ὁρίσηται, οἷον εἰ δικαζόμενος μετά τινος ἐξωδίασα πολλὰ ἐν δικαστηρίοις, εἰ μέλλω ἀπαιτῆσαι τὰς δαπάνας, ἐπεὶ ἄδηλόν ἐστι, πόσα ἐξωδίασα, δεῖ ἀπιδεῖν πρὸς τοὺς φρονίμους καὶ ὡς ἂν ὁ φρόνιμος στοχαζόμενος ὁρίσηται, ὅτι τόσα εἰκὸς ἐξοδιάσαι, ἀναγκάζειν καὶ τὸν ἄδικον τοσαῦτα καταβαλεῖν. [a 32] οὐδὲ ὁ κοινὸς ἤτοι ὁ φυσικὸς νόμος μεταπίπτει, ἀλλὰ μένει αἰεὶ ὁ αὐτός, οἱ δὲ γεγραμμένοι νόμοι ἀλλάττονται καὶ μεταπίπτουσιν. ὁ Κρέων προσέταξε μὴ ταφῆναι τὸν Πολυνείκην, ἡ δὲ Ἀντιγόνη ἔθαψε καὶ ἀνακρινομένη φησὶν ‘ἔθαψα παρὰ τὸν νόμον2 τοῦ Κρέοντος, οὐ παρὰ τὸν ἄγραφον ἤτοι τὸν φυσικόν, καὶ διὰ ταῦτα οὐκ ἐφρόντιζον οὐδενὸς ἀνδρὸς θάπτουσα τὸν Πολυνείκην’. [b 3] ἀλλ’ οὐ τὸ δοκοῦν τῷ Κρέοντι ἢ τῷ δεῖνι καὶ τῷ δεῖνι δίκαιόν ἐστι καὶ ἀληθές· οὐ γὰρ ποιεῖ τὸ ἔργον τοῦ νόμου ἤτοι τὸ συμφέρον καὶ δίκαιον. καὶ ἀρίστου ἀνδρός ἐστι τὸ χρᾶσθαι τῷ εὐδοκιμοῦντι νόμῳ καὶ τῷ κρείττονι, εἴ γε δύο νόμοι ἐναντιοῦνται. [b 9] καὶ εἰ ὁ αὐτὸς νόμος ἐναντιοῦται ἑαυτῷ αὐτός, ἀρίστου ἀνδρός ἐστι τὸ ἐκλαμβάνειν αὐτὸν εἰς τὸ δίκαιον. ἀλλ’ ὁ μὲν νόμος διατάττεται ἐρρῶσθαι, ἅτινα ἂν σύνθηται ἤτοι τὰς συμφωνίας καὶ ἃ συμφωνήσουσιν, ὁ δὲ ἀπαγορεύει μὴ συντίθεσθαι παρὰ τὸν νόμον3 ἤτοι τὸ τὰς παρανόμους συμφωνίας μὴ ἐρρῶσθαι· ἐνταῦθα ἐναντιουμένων τῶν δύο τούτων νόμων ἀρίστου ἐστὶ τὸ χρήσασθαι τῷ κρείττονι. [b 11] καὶ εἰ ὁ αὐτὸς νόμος ἐστὶν ἀμφίβολος ἤτοι ἐναντιούμενος αὐτὸς ἑαυτῷ, δεῖ στρέφεσθαι ἐφ’ ἑκάτερα τὰ μέρη τοῦ νόμου (διττὰς γὰρ τὰς ἀγωγὰς ὁ τοιοῦτος ἀπογεννᾷ) καὶ βλεπτέον, ποίᾳ ἀγωγῇ ἁρμόζει τὸ δίκαιον καὶ τὸ συμφέρον, εἶτα χρηστέον τῷ νόμῳ ἐπὶ τούτῳ τῷ μέρει αὐτοῦ, ᾧ ἁρμόζει τὸ δίκαιον. [b 13] καὶ εἰ τὰ μὲν πράγματα, ἐφ’ οἷς ὁ νόμος ἐτέθη, μὴ μένουσιν, ὁ δὲ ἐπ’ αὐτοῖς νόμος τεθεὶς ἔτι κρατεῖ, εἰ ὁ ἀντίδικός σοι προσφέρει τὸν νόμον τοῦτον, δεῖ σε τοῦτο δηλοῦν, ὅτι ὁ νόμος αὐτὸς ἤργησεν, ὅτι καὶ τὰ πράγματα, ἐφ’ οἷς ὁ νόμος ἐτέθη, μὴ μένουσι, καὶ ταύτῃ, ἤτοι οὐ γὰρ δεῖ μάχεσθαι πρὸς τὸν τοιοῦτον νόμον. [b 16] ἐὰν δὲ ὁ νόμος ὁ γεγραμμένος πρὸς τὸ πρᾶγμά ἐστι καὶ συμβάλλεταί σοι ἐν τῇ ὑποθέσει σου, λεκτέον ἤτοι ‘τὸ κρίνειν ἐν τῇ γνώμῃ τῇ ἀρίστῃ οὐκ ἔστιν ἕνεκα τοῦ δικάζειν παρὰ τὸν νόμον’, ἤτοι ‘γνώμῃ ἀρίστη ἐστὶν οὐχ ἵνα παρὰ τοὺς νόμους δικάζωμεν, ἀλλὰ κατὰ τοὺς νόμους, καὶ διὰ τοῦτο τηρητέον καὶ τὸν νόμον τοῦτον, διότι καὶ τὰ πράγματα μένουσι’. τὸ δὲ κρίνειν ἀρίστῃ γνώμῃ ἐστίν, ἵνα ὁ δικαστής, εἰ ἀγνοήσει τι, ὧν λέγει ὁ νόμος, μὴ δόξῃ ἐπιορκεῖν· τὸ γὰρ παλαιὸν πρῶτον ὤμνυον οἱ δικασταὶ μὴ παραδικάσαι, εἶθ’ οὕτως ἐκάθηντο εἰς τὸ κρῖναι τήνδε ἢ τήνδε τὴν ὑπόθεσιν. καὶ ὅτι ἀρίστη ἐστὶν ἡ γνώμη τοῦ νομοθέτου ἡ ἐμφαινομένη ἐν τῷδε τῷ νόμῳ τῷ παρὰ σοῦ διαβαλλομένῳ. [b 19] καὶ ὅτι ἕκαστος αἱρεῖται οὐ τὸ ἁπλῶς ἀγαθόν, ἀλλὰ τὸ ἑαυτῷ ἀγαθόν.

15. 证人、契约,即协议。[a 27] 如果成文法与案件事实相反,例如法律说「儿子不从属于母亲」,就应当使用普遍法,即自然法,即「另一条自然法强令从属于父母」。[a 29] 并且应当把衡平的事项作为更公正之物来使用;因为衡平之人并不拘泥于法律;因为他们倾向于减损法律所规定的内容。并且因为我们应当依照最善之明见来判决。而最善之明见,就是并非完全遵照成文的规定;而是应当按照明智之人所界定的那样,对这些事项作出裁决。例如,若我与某人诉讼而在法庭上花费巨大,当我打算索要这笔开销时,由于我到底花费了多少并不明确,就必须着眼于明智之人,并依照这位明智之人推测所认定的「花费这么多是合情合理的」,强令不义之人也偿付这么多。[a 32] 普遍的法(即自然法)绝不改变,而是始终保持同一,而成文法却在更改和变化。克瑞翁下令不得埋葬波吕涅刻斯,安提戈涅却埋葬了他,并在受审问时说:「我违背克瑞翁的法律而埋葬了他,但并未违背不成文的即自然的法律,因此我在埋葬波吕涅刻斯时不在意任何人。」[b 3] 但克瑞翁或某某人认为合适的事,既非公正亦非真实;因为它并未实现法律的功用,即有益与公正之事。若有两条法律相冲突,使用享有盛誉的法和更为优越的法,是至善之人的特征。[b 9] 若同一条法律本身与自身相冲突,将它引申解释向正义的方向,也是至善之人的特征。一条法律规定,凡订立的契约,即协议以及他们将要商定的事项,都必须有效;而另一条法律则禁止违反法律订立契约,即非法的协议不应有效;在此两条法律相冲突的情况下,使用更优越的法律是至善之人的特征。[b 11] 若同一条法律存在歧义,即本身与自身相冲突,就应当转向该法律的两方(因为这样的法律会产生双重的引申解释),并且必须审视公正与有益适合于哪一种引申,随后便在正义所适合的法律的那一部分上使用该法律。[b 13] 若当初确立法律的事实背景不再存续,而为这些事所立的法律却仍有效力,如果诉讼对手向你提出这条法律,你必须表明这一点:即由于当初确立法律的事实背景已不再存续,法律本身也已失效;并且以这种方式——即不应当与这样的法律抗辩。[b 16] 但如果成文法符合案件事实,并在你的论题中对你有利,就应当说:「依最善之明见来判决,并不是为了违反法律而断案」,即「依最善之明见,并非为了让我们违背法律,而是为了依照法律断案,正因如此,鉴于事实背景依然存续,这条法律也必须得到遵守」。而依最善之明见来判决,是为了使法官在不了解法律所言的某事时,不至于显得违背誓言;因为古时法官首先宣誓不作不公的裁决,随后才这样坐下来审理这个或那个案件。并且还应指出:立法者在这部受到你诋毁的法律中所体现的意图乃是最善的。[b 19] 以及因为每个人所选择的并非绝对的善,而是对自己而言的善。

语法注3 条
  1. 1.0.15ἐλαττωτικοὶ γάρ εἰσιν, ὧν οἱ νόμοι προστάττουσι

    关系代词 ὧν 发生了格吸引,由于形容词 ἐλαττωτικός 要求支配属格,且其先行词 τούτων 被省略,关系代词由原本的宾格 ἅ 被同化为属格 ὧν(即相当于 τούτων ἅ)。

  2. 1.0.15καὶ ταύτῃ, ἤτοι οὐ γὰρ δεῖ μάχεσθαι πρὸς τὸν τοιοῦτον νόμον

    短语 καὶ ταύτῃ 属于省略表达,意为「以此种方式[进行论辩]」或「根据此理由」。紧随其后的 ἤτοι 引出注解者的解释,指出应当主张该法因背景事实不复存在而失效,而非正面攻击法律本身。

  3. 1.0.15τὸ κρίνειν ἐν τῇ γνώμῃ τῇ ἀρίστῃ οὐκ ἔστιν ἕνεκα τοῦ δικάζειν παρὰ τὸν νόμον

    此句涉及对雅典法官誓词中「依最善之明见」(γνώμῃ τῇ ἀρίστῃ)的解释。支持成文法的一方利用带有冠词的不定词短语 ἕνεκα τοῦ δικάζειν 进行限制性解释,主张「最善之明见」的目的绝非违背法律断案,而仅用于弥补法官对法条未尽之处的认知不足。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:79.17-80.30