← 佚名

亚里士多德《修辞学》佚名评注

§6.26-8.14

特定学科的前提与共同论题的区分

注解者阐释亚里士多德《修辞学》1358a2–14,区分了从特定学科(如伦理学、自然学、几何学等)吸取前提的修辞推论与适用于所有学科的共同论题(如程度、大小、可能性等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.0#4

[a 2] τῶν δὲ ἐνθυμημάτων μεγίστη διαφορά. ἢ βούλεται εἰπεῖν, ὅτι εἰσὶ τόποι τινὲς κοινοὶ ἐφαρμόζοντες πᾶσιν, ὡς ὁ τοῦ μᾶλλον καὶ ἧττον, ὁ τοῦ δυνατοῦ καὶ ἀδυνάτου, τοῦ μεγάλου καὶ μικροῦ, εἰσὶ δὲ ἄλλα ἐνθυμημάτων τισὶ μονομερῶς ἐφαρμόζοντα — παραδώσει οὖν πρῶτον μὲν περὶ τῶν ἰδίων ἑκάστοις, εἶτα καὶ περὶ τῶν κοινῶν τόπων —. ἢ ὃ λέγει, καὶ τοιοῦτον, ὅτι λανθάνει τοὺς πολλοὺς τὰ ἐνθυμήματα πολλὰ ὄντα καὶ διαφόρων πραγματειῶν, ἐπειδὴ τὰ μὲν ἠθικά εἰσιν ἐνθυμήματα, τὰ δὲ φυσικά, τὰ δὲ γεωμετρικὰ τυχόν, τὰ δὲ ἴσως ἀριθμητικά· ὥσπερ γὰρ ὁ διαλεκτικός ποτὲ μὲν συλλογίζεται φυσικόν τι θεώρημα λαβὼν καὶ εἴη ἂν τότε ὁ συλλογισμὸς φυσικός, ποτὲ δὲ ἠθικόν τι θεώρημα συλλογίζεται καὶ εἴη ἂν ὁ συλλογισμὸς ἠθικός, ποτὲ δὲ γεωμετρικῶς συμπεραίνει, ἡνίκα ποιεῖ τὰ ψευδογραφήματα, καὶ εἴη ἂν τότε γεωμετρικὸν τὸ συλλογιζόμενον, οὕτω καὶ ὁ ῥήτωρ ἐκ διαφόρων μεθόδων καὶ πραγματειῶν ἐνθυμήματα ποιῶν εὑρεθήσεται· καὶ δόξαιεν ἂν ἴσως ταῦτα ῥητορικά, οὐκ εἰσὶ δέ, ἀλλ’ εἰ μὲν ἐκ τῆς ἠθικῆς, ἠθικά, εἰ δὲ ἐκ τῆς φυσικῆς, φυσικά. παραδείγματος δὲ χάριν ἔστω φυσικὸν ἐνθύμημα ‘τόδε τὸ ἀδικεῖν φύσει· καλὸν ἄρα· πᾶν γὰρ τὸ φύσει καλόν· ἐπεὶ καὶ οἱ λύκοι φύσει ἀδικοῦντες καὶ ἁρπάζοντες ζῶσι καὶ οἱ ἰχθύες ἀδικοῦντες καὶ ἐσθίοντες τοὺς μικροὺς ζῶσι’. πάλιν ‘ὅδε τὰ ἀκρωτήρια μεγάλα ἔχει τῶν μερῶν· ἰσχυρὸς ἄρα καὶ πολεμιστής’, φυσικόν· εἰ δ’ εἴπωμεν ‘ὅδε τιμῆς ἄξιος· σώφρων γὰρ καὶ ἀνδρεῖος καὶ δίκαιος’, ἠθικὸν τὸ ἐνθύμημα. εἰ δὲ βούλομαι συμβουλεῦσαι φανῆναι τὸ ἡμέτερον στρατόπεδον ὀλίγον τοῖς πολεμίοις, καίτοι μυριοπληθὲς ὂν τυχόν, ἐρῶ οὕτως ‘παραταττέσθω κατὰ κύκλον· πολυχωρητότατος γὰρ ὁ κύκλος· μικρὸν δὲ φαίνεται πορρωτέρω τὸ κυκλικῶς στρατηγοῦν καὶ φραττόμενον’· ἢ τὸ ἀνάπαλιν, εἰ βουλόμεθα πολὺ φανῆναι τὸ πλῆθος ὂν ὀλίγον, ἐροῦμεν ὡς ‘ἐν τριγώνου σχήματι στρατοπεδευτέον καὶ παρατακτέον· πολλοὶ γὰρ φανούμεθα’, συνεννοουμένης προτάσεως τῆς ‘τὸ τρίγωνον μέγα δοκεῖ, εἰ καὶ ἔστιν ὀλιγοχώρητον’.1 ταῦτα δὲ συνταγματικὰ καὶ γεωμετρικά. μὴ ζήτει δὲ τὸ ἀκριβὲς ἐν τοῖς παραδείγμασιν. ἔσται δὲ τυχὸν καὶ ἀριθμητικὸν τὸ ἐνθύμημα· οἷον ὄρυγμα ποιήσας πορνοβοσκὸς δέκα ἀριστεῖς ἀπέκτεινεν· ἐρεῖς ‘ἠτίμωκας τὸν τέλειον ἀριθμόν, ἐφόνευσας ἀριστεῖς’. ὁ συλλογισμὸς ‘οἵδε δέκα ἀριστεῖς· ὁ δέκα τέλειος ἀριθμός· οἵδε ἐν τελείῳ ἀριθμῷ· ὁ τοίνυν ἀποκτείνας ἠτίμωσε τὸν δέκα καὶ τέλειον ἀριθμόν’. [a 2] τῶν ἐνθυμημάτων φησὶ μεγίστη διαφορὰ καὶ σχεδὸν λεληθυῖα τοὺς πολλούς, ὥσπερ καὶ ἐν τῇ διαλεκτικῇ μεθόδῳ πολλοὶ οἱ συλλογισμοί, ἠθικοί, φυσικοί, γεωμετρικοί, ὁποῖοι οἱ ἐκ ψευδογραφημάτων, καὶ διαλεκτικοὶ καὶ διάφοροι. [a 4] τὰ μὲν γὰρ τῶν ἐνθυμημάτων εἰσὶ ῥητορικὰ ἤτοι οἰκεῖα τῇ ῥητορικῇ, ὡς τὸ ‘ὅδε πλανᾶται νύκτωρ· κλέπτης ἄρα’, ὥσπερ καὶ ἐν τῇ διαλεκτικῇ εἰσι διαλεκτικοὶ οἰκεῖοι συλλογισμοί. [a 6] τὰ δὲ τῶν ἐνθυμημάτων εἰσὶ κατὰ τὰς ἄλλας τέχνας καὶ ἐπιστήμας, τὰ μέν, ὡς εἴπομεν, ἠθικά, τὰ δὲ διαλεκτικά, εἴ γε ἐκ τῶν δοκούντων εἰσὶ τοῖς σοφοῖς, τὰ δὲ φυσικά· τοῦτο γὰρ δηλοῖ λέγων τὰ δὲ κατὰ τὰς ἄλλας τέχνας καὶ δυνάμεις, τὰς μὲν εὑρεθείσας καὶ τεχνωθείσας καὶ ὀργανωθείσας, τὰς δὲ οὔπω καταληφθείσας, ὅτι ἴσως ὁ χρόνος πάλιν εὑρετὴς ἄλλων τεχνῶν φωραθήσεται· ἀλλὰ τὰ τῆς ἐπικρατούσης οἰήσεως καὶ τῆς διακένου σοφίας τὸ περιὸν ἐν πολλοῖς δέδοικα μὴ καὶ τὰς ὀργανωθείσας ἐντέχνως μεθόδους καὶ δυνάμεις καὶ ἐπιστήμας εἰς τὸ πρώην ἄτεχνον ἐληλακέναι καὶ ἀντιπεριστῆναι παρασκευάσῃ κατὰ ἀνάλυσιν.2 ἀλλὰ τοῦτο μὲν ὡς ἐπεισοδιῶδες ἐάσθω καὶ πάρεργον. [a 8] ὃ δὲ ἐλέγομεν, διὰ τοῦτο τὰ ἐνθυμήματα λανθάνουσί τε τοὺς ἀκροατὰς οἰομένους εἶναι πάντα ῥητορικῆς, πλὴν εὐδοκιμοῦσιν οἱ μᾶλλον ἐνθυμημάτων μὲν ἁπτόμενοι ἠθικῶν καὶ φυσικῶν, κατὰ τρόπον δὲ καὶ δεόντως μεταβαίνοντες ἐξ αὐτῶν3 καὶ οἰκεῖα τῇ ῥητορικῇ ταῦτα ποιοῦντες καὶ προσφυῶς συναρμόζοντες. [a 9] σαφὲς δ’ ἔσται τὸ λεγόμενον περὶ τῶν ἐνθυμημάτων διὰ πλειόνων ἐπεξεργασθέν. [a 10] λέγω γὰρ οὐ μόνον εἶναι ἐπὶ τῆς διαλεκτικῆς καὶ ῥητορικῆς ἄλλον μὲν συλλογισμὸν γεωμετρικὸν καὶ ἕτερον φυσικόν, καὶ ἄλλο μὲν ἐνθύμημα ἠθικὸν καὶ ἑτεροῖον φυσικόν, ἀλλὰ πρὸς τούτοις λέγω καὶ κοινοὺς εἶναι τόπους πᾶσιν ἁρμόττοντας καὶ εἶναι τὸν αὐτὸν καὶ ἕνα τόπον φυσικῆς πραγματείας καὶ ἠθικῆς καὶ ῥητορικῆς καὶ διαλεκτικῆς καὶ ποιητικῆς καὶ [a 13] πολλῶν διαφερόντων τῷ εἴδει, οἷον ὁ τοῦ μᾶλλον καὶ ἧττον τόπος καὶ τοῖς φυσικοῖς ἁρμόττει· τὸ μᾶλλον γὰρ κοῦφον ἄνω φέρεται μᾶλλον, τὸ δ’ ἧττον φέρεται μὲν ἄνω, ἧττον δέ, καὶ τὸ μᾶλλον βαρὺ μᾶλλον κάτω φέρεται.

[a 2] “而在修辞推论之间有着极大的差异”。或者他想要表达的是,存在着某些适用于一切的共同论题,例如更多与更少的论题、可能与不可能的论题、大与小的论题,而另一些修辞推论则片面地仅适用于某些特定事物——因此他将首先传授关于各事物特有的论题,随后也传授关于共同论题的内容——。或者他所说的也是这样一件事:修辞推论数量繁多且属于不同的探究领域,这一点为大众所忽略,因为有些修辞推论是伦理学的,有些是自然学的,有些或许是几何学的,有些大概是算术的。因为正如辩证术家有时采用某种自然学定理来进行推论,此时该三段论便是自然学的;有时对某种伦理学定理进行推论,此时三段论便是伦理学的;有时在制作伪图时几何学地得出结论,此时被推论之事便是几何学的;同样,演说家也会被发现是由不同的方法和探究领域来制作修辞推论的;人们或许会认为这些推论是修辞学的,但其实不然,而是如果出自伦理学,便是伦理学的,如果出自自然学,便是自然学的。作为例子,设有一个自然学修辞推论:“行此不义乃是出于本性;因此是高尚的;因为凡出于本性者皆高尚;因为狼也出于本性行不义且掠夺而生,鱼也行不义且吞食小鱼而生”。又如:“此人肢体末端粗大;因此体魄强健且为战士”,这是自然学的;但如果我们说:“此人配享荣耀;因为他节制、勇敢且公正”,这修辞推论便是伦理学的。而如果我希望提出建议,使我军阵营在敌人看来显得人数稀少(尽管实际上或许有万人之众),我将这样说:“让军队排成圆形阵列;因为圆的容纳空间最大;而以圆形指挥并设防的军队,在远方看来显得很小”;或者反过来,如果我们希望人数虽少却显得众多,我们将说:“应当以三角形阵列扎营并排阵;因为我们将显得众多”,同时心领神会的前提是“三角形即使容纳空间狭小,看起来却很大”。这些属于军事编成学与几何学。但不要在这些例子中过分苛求精确。修辞推论或许也会是算术的;例如一个皮条客设下陷阱杀害了十位勇士;你将说:“你亵渎了完全的数,你屠杀了勇士”。其推论为:“这十人是勇士;十是完全数;这些人处在完全数之中;因此杀害者亵渎了十这一完全数”。 [a 2] 他说,修辞推论之间有着极大的差异,并且几乎为大众所忽略,正如在辩证方法中也有许多三段论——伦理学的、自然学的、几何学的(如出自伪图的那些)、辩证术的以及各种不同的推论一样。 [a 4] “因为修辞推论中有些是修辞学的,即属于修辞学所固有的”,正如“此人夜间游荡;因此是个盗贼”,就像在辩证术中也有属于辩证术固有的三段论一样。 [a 6] “而另一些修辞推论则属于其他技艺与知识”,如我们所说,有些是伦理学的,有些只要是出自智者们所公认的事物便是辩证术的,有些则是自然学的。因为他说“而另一些则属于其他技艺与能力,有些已被发现、技艺化并组织化,有些则尚未被掌握”,表明时间或许将再次被发现为其他技艺的发现者。但我担心,在众人中普遍存在的占主导地位的自负与虚妄的智慧,会使那些依技艺组织起来的方法、能力和知识也被驱退到昔日缺乏技艺的状态,并通过瓦解而导致逆转。但这姑且作为插话和余论置于一旁。 [a 8] 我们刚才所说的就是:由于这个缘故,修辞推论的差异被那些认为一切皆属于修辞学的听众所忽略;不过,那些更多地涉足伦理学与自然学修辞推论、但又合宜且恰当地从中过渡、使其切合修辞学并妥帖加以融会贯通的人,是备受赞赏的。 [a 9] “而关于修辞推论所说的内容,通过更多的阐述将变得明晰”。 [a 10] “因为我不仅主张,在辩证术和修辞学中,有一种三段论是几何学的,另一种是自然学的,有一种修辞推论是伦理学的,另一种是自然学的;而且在此之外我还主张,存在着适合于一切的共同论题”,并且自然学探究、伦理学、修辞学、辩证术、诗学以及[a 13] “在种上有差别的许多事物”都具有同一且单一的论题;例如更多与更少的论题也适用于自然学的事物;因为较轻的事物更多地向上运动,较不轻的事物固然向上运动但较少,而较重的事物则更多地向下运动。

语法注3 条
  1. 1.0.0συνεννοουμένης προτάσεως τῆς ‘τὸ τρίγωνον μέγα δοκεῖ, εἰ καὶ ἔστιν ὀλιγοχώρητον’

    独立属格结构。冠词 τῆς 修饰并标示其后引用的完整命题句('τὸ τρίγωνον μέγα δοκεῖ...'),与 προτάσεως 构成同位语关系。

  2. 1.0.0δέδοικα μὴ καὶ τὰς ὀργανωθείσας ἐντέχνως μεθόδους καὶ δυνάμεις καὶ ἐπιστήμας εἰς τὸ πρώην ἄτεχνον ἐληλακέναι καὶ ἀντιπεριστῆναι παρασκευάσῃ κατὰ ἀνάλυσιν

    由 δέδοικα 引出的表担忧的 μή 从句。谓语动词 παρασκευάσῃ(致使)与并列主语 τὰ τῆς ἐπικρατούσης οἰήσεως 及 τῆς διακένου σοφίας τὸ περιόν(残存物/过剩)中邻近的中性单数主格 τὸ περιόν 保持一致。两个不定式 ἐληλακέναι(完成时主动)与 ἀντιπεριστῆναι(不定过去时主动)作为 παρασκευάζω 的宾语或补足成分,表示其引发的结果。

  3. 1.0.0πλὴν εὐδοκιμοῦσιν οἱ μᾶλλον ἐνθυμημάτων μὲν ἁπτόμενοι ἠθικῶν καὶ φυσικῶν, κατὰ τρόπον δὲ καὶ δεόντως μεταβαίνοντες ἐξ αὐτῶν

    连词 πλήν 在句首起限制性作用(“不过/只是”)。主句动词 εὐδοκιμοῦσιν(受好评)的主语是带冠词的分词短语 οἱ ... ἁπτόμενοι ... μεταβαίνοντες。副词 μᾶλλον 修饰分词 ἁπτόμενοι(“更多涉足……之人”),两个分词短语由 μέν 和 δέ 形成对照与并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:6.26-8.14