- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:77.37-79.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段基于亚里士多德《修辞学》第1卷第14章,阐释判定不义行为严重程度的各项标准(意图之恶劣、损害之不可补救、受害者自尽、首创性、残暴性、在法庭上作恶、背恩忘义等),并梳理了关于违犯成文法与不成文法的正反论证逻辑。
14. Ἀδικήματα μείζονά εἰσιν, ὅσα γίνονται ἀπὸ μείζονος ἀδικίας ἤτοι μεγάλης πονηρίας. διὸ τὰ ἐλάχιστα ἁμαρτήματα μέγιστα κρίνονται, εἴ γε ἀπὸ μεγίστης πονηρίας ἐγένοντο. [b 26] ἡμιωβέλιόν ἐστιν εἶδος σταθμοῦ μικροῦ. ναοποιοὶ λέγονται, οἵτινες ποιοῦσι ναοὺς ἤτοι ὡς εἰκονοστάσια μικρὰ ξύλινα καὶ πωλοῦσι ταῦτα. παρελογίσατο ἤγουν παρεψήφισεν. ἐπὶ δικαιοσύνης δὲ τοὐναντίον μέγα δίκαιον κρίνεται τὸ ἀπὸ μεγίστης δικαιοσύνης γινόμενον. ἔστι δὲ τὰ τρία ταῦτα ἡμιωβέλια μεγάλα, καθ’ ὅσον ὑπερέχουσι τῇ δυνάμει, κἂν καὶ τῷ ποσῷ εἰσιν ὀλίγα· [b 28] ὁ γὰρ τρία κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν. [b 30] ὁτὲ δὲ κρίνεται μείζων ἡ ἀδικία ἐκ τοῦ βλάβους, ἤγουν εἴτε καὶ ἡ βλάβη μεγίστη ἐστί. μέγα ἀδίκημά ἐστι καὶ οὗ ἀντάξιος τιμωρία οὐχ εὑρίσκεται καὶ ὃ οὐκ ἔστι δυνατὸν ἰαθῆναι. [b 32] μέγα ἀδίκημά ἐστι καὶ οὗ χάριν οὐκ ἔστι τὸν παθόντα δίκην λαβεῖν ἤτοι δικαιωθῆναι· εἰ γὰρ ὁ παῖς τινος ἐφωράθη παρὰ τοῦ Καλλίππου, τί ἂν πάθοι ὁ Κάλλιππος ἀντάξιον οὗ ἔδρασε; [b 34] καὶ εἰ ὁ παθὼν αὐτὸς ἑαυτὸν μεγάλως ἐκόλασεν·1 οἷον εἰ Σωκράτης ὑβρίσθη παρά τινος καὶ μὴ φέρων τὴν ὕβριν ὡς ὁ Αἴας ἀπέκτεινεν ἑαυτόν, τί ἂν πάθοι δεινότερον ὁ τοῦτον ὑβρίσας οὕτω καὶ γενόμενος αὐτῷ αἴτιος θανάτου; καὶ γὰρ ὁ ποιήσας ἤτοι ὁ ὑβρίσας τὸν Σωκράτην δίκαιός ἐστι κολασθῆναι μειζόνως καὶ παθεῖν χεῖρόν τι τοῦ φόνου· [b 36] οἷον ὁ Εὐκτήμων ὑβρισθεὶς ἤτοι πορνευθεὶς βιαίως ἔσφαξεν ἑαυτὸν καὶ συνηγορῶν αὐτῷ ὁ Σοφοκλῆς ἔφη μὴ ἀξιῶσαι ἄλλης τινὸς τιμωρίας ἐλάττονος τὸν δράσαντα ταύτην τὴν ὕβριν ἢ ἐκείνης τῆς τιμωρίας, ἧς ἠξίωσεν ἑαυτὸν ὁ παθών, ἤτοι δεῖ ἀποσφάξαι αὐτὸν τὸν δράσαντα, ὥσπερ καὶ ὁ παθὼν ἀπέσφαξεν ἑαυτόν. [1375 a 2] μέγα ἀδίκημά ἐστι καὶ ὃ μόνος τις ἐποίησεν ἢ πρῶτος. μέγα ἀδίκημά ἐστι καὶ δι’ ὃ ἐζητήθη καὶ εὑρέθη τὰ κωλύοντα καὶ ζημιοῦντα, οἷον νόμος ἐστὶ ταριχεύειν τὰ νεκρὰ σώματα· ἐμίγη τις ταριχευομένῳ σώματι καὶ γράφει τις λυθῆναι τὸν νόμον· ὁ γοῦν συμμιγεὶς τῷ ταριχευομένῳ σώματι μέγα ἀδίκημα ἥμαρτε· διὸ καὶ ἐκωλύθη τὸ ταριχεύειν τὰ νεκρὰ σώματα. [a 6] καὶ τὸ θηριωδέστατον ἀδίκημα ἤτοι τὸ φονεύειν καὶ τὸ ἐκ προνοίας ἤτοι τὸ ἐκ προβουλεύσεως γεγονὸς ἀδίκημα καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον, οἷον ὅτι ἀπέσφαξε τὸν δεῖνα ἢ διὰ κερκίδος ἐξέβαλε τὰς κόρας αὐτοῦ. [a 8] καὶ τὰ μὲν ῥητορικά, ἤτοι ἃ ὀφείλει ὁ ῥήτωρ λέγειν, τοιαῦτα. [a 10] ἐπιγαμίας ἤτοι ἐπιγαμεύσεις· τὸ γὰρ δεῖξαι, ὅτι παρέβη ὅρκους καὶ νόμους, ὑπεροχὴν ποιεῖ πολλῶν ἀδικημάτων. [a 11] μέγα ἀδίκημά ἐστι καὶ τὸ ἀδικῆσαί τινα ἐνταῦθα ἤτοι ἐν Ἀθήναις, ἔνθα κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομάρτυρες, ἤτοι τὸ ἐν δικαστηρίῳ ψευδομαρτυρεῖν, ὅπου τὸ ψεῦδος κολάζεται. καὶ τὸ μοιχεύειν καὶ τὸ πορνεύειν μέγα ἀδίκημά ἐστιν, ἐφ’ οἷς αἰσχύνη μάλιστα ἐπακολουθεῖ τῷ δράσαντι. [a 14] καὶ εἰ τοῦτον ἠδίκησεν, ὑφ’ οὗ ἔπαθεν εὖ· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ τὸν εὐεργετήσαντα καὶ ὅτι οὐκ εὖ ἤτοι οὐκ εὐεργέτησεν αὐτόν. [a 15] καὶ ὁ περὶ τὰ ἄγραφα δίκαιος, εἰ περὶ τὰ γεγραμμένα δίκαιος οὐκ ἔστι, πολλῷ μᾶλλον ἔσται ἄδικος.2 [a 17] τὸν μὲν γεγραμμένον νόμον τηρεῖν ἀναγκαζόμεθα, τὸν δὲ ἄγραφον οὐ καταναγκαζόμεθα παρ’ οὐδενὸς τηρεῖν, ἀλλ’ ἢ τοῦτον φυλάττομεν ἐκ προαιρέσεως ἀληθοῦς· ἄγραφος δὲ νόμος ἐστὶ τὸ ἔθος. [a 16] ἀμείνονος ἤτοι ἀγαθοῦ ἀνδρός ἐστι τὸ ποιεῖν τὸ δίκαιον οὐ δι’ ἀνάγκην τινὰ ἀλλ’ ἑκών. [a 17] ἄλλον δὲ 〈τρόπον〉 ἄδικός ἐστιν ὁ τὰ γεγραμμένα παραβαίνων· εἰ γὰρ ταῦτα παραβαίνει καὶ ταῦτα φοβερὰ ὄντα καὶ ἀδικῶν περὶ ταῦτα ὡς ἐπαπειλοῦντα καὶ τιμωρίαν τοῖς παραβαίνουσι,3 πολλῷ μᾶλλον ἄδικος φανῇ περὶ τὰ μὴ προξενοῦντα αὐτῷ τιμωρίαν μηδὲ ζημίαν ἤτοι περὶ τὰ ἄγραφα ἔθη· εἰ γὰρ κατατολμῶσιν, ὧν ὁ νόμος κωλύει, πολλῷ μᾶλλον, ὧν ὁ νόμος οὐ κωλύει οὐδὲ ἀφ’ ὧν ζημία τις οὐκ ἐπανακύπτει.
14. 不义行为越是源于更大的不义,即严重的恶意,就越是重大。因此,极微小的过失,只要是源于最大的恶意,也会被判定为极其重大。[b 26] 半奥博尔是一种小度量单位。所谓神庙制造者,是指那些制作神庙(即小型木质模型神龛)并加以出售的人。「他算计了」,即他在账目上作了假。然而在正义的场合则相反,源于最大正义的行为被判定为重大的正义之举。而这三个半奥博尔,由于其潜势极大而成为重大之物,即便在数量上是微不足道的;[b 28] 因为偷盗了三个半奥博尔的人,可能做出任何不义之举。[b 30] 有时,不义行为是根据损害被判定为更重大的,即其损害本身是否最为严重。凡是无法找到相当惩罚的,以及无法补救的,也是重大的不义行为。[b 32] 凡是因为它而使得受害者无法获得公道(即无法申雪)的,也是重大的不义行为;因为如果某人的奴仆被卡利波斯霸占,卡利波斯能遭受什么与他所做相称的惩处呢?[b 34] 以及如果受害者本人对自己施加了严重的惩罚,也是如此;例如苏格拉底若受到某人的侮辱,因不堪受辱而像埃阿斯那样自尽,那么如此侮辱他并成为其死因的人,还能遭受什么更可怕的惩处呢?因为施害者(即侮辱苏格拉底的人)理应受到更重的惩罚,承受比处死更糟糕的待遇;[b 36] 例如欧克特蒙受到侮辱(即遭到强暴)后自刎,而为他辩护的索福克勒斯说,不应认为施加这起侮辱的人配得受害者自认配得的惩罚以外的任何更轻的惩罚,即必须将施害者本人处死,正如受害者也自刎了一样。[1375 a 2] 凡是某人单独或首创做出的,也是重大的不义行为。凡是因为它而促使人们寻求并设立禁令与惩戒的,也是重大的不义行为;例如,有法律规定要防腐处理尸体;有人与一具防腐处理中的尸体交合,而有人便提案废除这项法律;这位与防腐处理中的尸体交合的人便犯下了重大的不义;因此防腐处理尸体也遭到禁止。[a 6] 以及最野蛮的不义行为(即杀人),出于预谋(即出于事先考量)产生的不义行为,以及听闻者更为畏惧的不义行为,例如杀害了某人,或用织梭刺瞎了他的双眼。[a 8] 这些属于修辞性的要点,即演说家应当陈述的事项。[a 10] 重婚,即在原有婚姻之外再娶;因为指出他违背了誓言与法律,会构成多种不义行为的加重。[a 11] 在不义者受惩之处(即在雅典)行不义,也是重大的不义行为;这正是伪证者所做的事,即在惩处虚伪的法庭上作伪证。通奸与行淫也是重大的不义行为,因为对作恶者而言,最严重的耻辱伴随于此。[a 14] 以及若有人对施恩于己的人行不义,也是如此;因为他行了双重的不义:既伤害了恩人,又未予善待(即未予报恩)。[a 15] 此外,在不成文法上公正的人,若在成文法上不公正,则将是不义得多的人。[a 17] 我们是被迫遵守成文法的,但我们遵守不成文法却不受任何人的强迫,而纯粹是出于真正的抉择来恪守它;不成文法就是习俗。[a 16] 不出于任何强迫而是出于自愿去行正义之事,是更优秀者(即善人)的特征。[a 17] 但从另一方面来看,违犯成文法的人是不义的;因为如果他连这些令人敬畏、并对违犯者以惩罚相威吓的成文法都予以违犯并在此犯下不义,那么在那些不会给他带来惩罚或损害的事物上(即在不成文的习俗上),他将显得不义得多;因为如果他们连法律所禁止的事都敢于冒犯,那么对于法律所不禁止且不会由此招致任何惩罚的事物,他们就更是敢于妄为了。
- 1.0.14καὶ εἰ ὁ παθὼν αὐτὸς ἑαυτὸν μεγάλως ἐκόλασεν
由 καὶ εἰ 引导的从句属于承前省略结构,承接前文的谓词「μέγα ἀδίκημά ἐστι」(也是重大的不义行为),意即「如果受害者本人对自己施加了严惩[也是重大的不义行为]」。
- 1.0.14καὶ ὁ περὶ τὰ ἄγραφα δίκαιος, εἰ περὶ τὰ γεγραμμένα δίκαιος οὐκ ἔστι, πολλῷ μᾶλλον ἔσται ἄδικος
主语 ὁ περὶ τὰ ἄγραφα δίκαιος(在不成文法上公正的人)结合条件从句 εἰ περὶ τὰ γεγραμμένα δίκαιος οὐκ ἔστι(若在成文法上不公正),构成了一个推论:如果一个人连具有强制力的成文法都不遵守,那么他在不成文法上的端正也就失去了依据,因而在整体上会被判定为更加不义。
- 1.0.14εἰ γὰρ ταῦτα παραβαίνει καὶ ταῦτα φοβερὰ ὄντα καὶ ἀδικῶν περὶ ταῦτα ὡς ἐπαπειλοῦντα καὶ τιμωρίαν τοῖς παραβαίνουσι
短语 καὶ ταῦτα φοβερὰ ὄντα 是惯用的让步表达(「而且尽管它们是令人畏惧的」)。随后的 καὶ ἀδικῶν 与前面的主动词形成并列补充,而 ὡς ἐπαπειλοῦντα 则说明成文法因向违规者威吓施加惩罚而具有的威慑性质。
