- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:76.30-77.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》1374b6–23,结合具体事例阐明了不幸、过失与不义三者在可预见性及恶意意图方面的界限,进而论述了公道的诸多体现:着眼于立法者意图而非法律字面、考察行为人的一贯为人而非单一过错、诉诸言辞论辩而非武力侵夺、宁选仲裁而非诉诸法庭等。
[b 6] ἀτυχήματά εἰσι τὰ παράλογα καὶ μὴ ἀπὸ μοχθηρίας, οἷον εἴ τις ἀφήσει βέλος ὥστε τρῶσαι ἔλαφον καὶ τρώσει ἄνθρωπον· παράλογον γάρ ἐστι τὸ συμβὰν ἤτοι τὸ τρωθῆναι τὸν ἄνθρωπον, πλὴν οὐκ ἐποίησε τοῦτο ἀπὸ μοχθηρᾶς προαιρέσεως· οὐ γὰρ προῃρήσατο τοῦτο γενέσθαι. [b 7] ἁμαρτήματα δέ εἰσιν, ὅσα οὐκ εἰσὶ παράλογα, οἷον εἴ τις τύπτει τινὰ διὰ τὸ σωφρονίσαι αὐτόν, εἶτα συμβῇ τυπτόμενον αὐτὸν θανεῖν, τοῦτο τὸ θανεῖν τινα ἐν τῷ τύπτεσθαι οὐ παράλογόν ἐστι· συμβαίνει γὰρ πολλὰ τοιαῦτα γίνεσθαι, ἤτοι τὸ ἐν οἷς τύπτεταί τις ἀποθνῄσκειν· οὐκ ἀπὸ πονηρᾶς δὲ προαιρέσεως τοῦτο ἐποίησεν· οὐ γὰρ διὰ τὸ θανατῶσαι αὐτὸν ἔδαιρεν, ἀλλὰ διὰ τὸ σωφρονίσαι. [b 8] ἀδικήματα δέ εἰσιν, ὅσα οὐ παράλογα,1 οἷον εἴ τις ζητήσει μοι φάρμακον καθάρσιον, ἐγὼ δὲ δώσω αὐτῷ δηλητήριον, εἶτα φαγὼν θάνῃ· τὸ γοῦν θανεῖν αὐτὸν ἀπὸ τοῦ φαγεῖν τὸ δηλητήριον οὐ παράλογον, θάνατον γὰρ ἀνάγκη ἕπεσθαι τῷ φαγόντι τὸ δηλητήριον· τὸ δὲ δοῦναι αὐτῷ τὸ δηλητήριον ἀπὸ πονηρίας ἐποίησεν. [b 10] ἐπιεικές ἐστι τὸ συγγινώσκειν τοῖς ἀνθρώποις, οἷον συγγνωμονήσει ὁ δῆμος τῷ πυλωρῷ τῷ ὑπνώσαντι, καὶ διὰ τοῦτο εὑρεῖν τοὺς πολεμίους ἄδειαν καὶ εἰσελθεῖν εἰς τὴν πόλιν·2 ἔπαθε γάρ τι φυσικὸν ἤτοι τὸ ὑπνῶσαι. [b 11] καὶ τὸ μὴ ἀποβλέπειν πρὸς τὸν νόμον ἤτοι τὸ ῥητὸν ἀλλὰ πρὸς τὴν τοῦ νομοθέτου διάνοιαν, ὡς ἐπὶ τοῦ ‘ξένος εἰ ἀνέλθῃ ἐπὶ τὸ τεῖχος, τεθνάτω’, καὶ μὴ ἀποβλέπειν πρὸς τὴν πρᾶξιν, ὅτι ἀνῆλθεν ἐπὶ τὸ τεῖχος, ἀλλὰ πρὸς τὴν προαίρεσιν ἤτοι ἐπὶ προαιρέσει ἀνῆλθεν οὐχ ὡς κατασκοπεύσων οὐδ’ ὡς πολέμιος ἀλλ’ ὡς ὠφελήσων τὴν πόλιν. καὶ μὴ πρὸς τὸ μέρος ἀλλὰ πρὸς τὸ ὅλον, ὡς ὁ στρατηγὸς ὁ ῥήξας τὸ τεῖχος καὶ νικήσας τοὺς πολεμίους, ὃ ἀντίστασις· ἢ οὐχὶ δεῖ ἀποβλέπειν, εἰ ἐλειποτάκτησεν ὅδε ὁ στρατιώτης ἅπαξ, καὶ διὰ τοῦτο τιμωρίας ἀξιοῦν, ἀλλὰ πρὸς τὸ ὅλον, ἤγουν ἀποβλεπτέον ὅτι τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ ἠρίστευε καὶ διὰ τοῦτο συγγνωμονητέον ἐπ’ αὐτῷ ἅπαξ λειποτακτήσαντι. [b 15] μηδὲ ποιός τις νῦν ἤτοι ὁ λειποτάκτης νῦν ἐστιν, οὐ δεῖ ὁρᾶν,3 ἀλλὰ ποιός τις αἰεί, ἤγουν ἠρίστευεν ὡς ἐπὶ τὸ πολὺ καὶ διὰ τοῦτο συγγνωμονητέον αὐτῷ. ἐπιεικές ἐστι καὶ τὸ μνημονεύειν, ὧν ἔπαθον ἀγαθῶν μᾶλλον παρ’ ὧν ἐποίησαν. [b 19] καὶ τὸ ἐθέλειν κρίνεσθαι καὶ πείθειν τὸν ἀντίδικον διὰ τοῦ λόγου μᾶλλον παρ’ ὃ δι’ ἔργων ἤτοι δι’ ἁρμάτων ἤτοι παρ’ ὃ φορέσαι ἅρματα4 καὶ διῶξαι τὸν ἀντίδικον καὶ οὕτω βίᾳ εἰσελθεῖν εἰς τὸ κτῆμα αὐτοῦ. [b 20] ἐπιεικές ἐστι καὶ τὸ βουλεύεσθαι ἰέναι εἰς δίαιταν ἤτοι εἰς αἱρετὸν δικαστὴν παρ’ ὃ εἰς δίκην ἤτοι δικαστήριον· ἐπὶ γὰρ τοῦ δικαστηρίου πλείων ἡ ἔξοδος καὶ ἡ κατατριβή, ἐπὶ δὲ τοῦ αἱρετοῦ δικαστοῦ συντόμως ἀπαλλάττονται οἱ ἀντιδικοῦντες καὶ ὀλίγη ἐστὶν ἡ καταβαλλομένη ἔξοδος· [b 20] ὁ γὰρ διαιτητὴς ἤτοι ὁ αἱρετὸς δικαστὴς ὁρᾷ τὸ ἐπιεικὲς ἤτοι τὸ ὀλίγα ζημιοῦν, κἂν ὁ νόμος ἐπὶ τῷ πλημμεληθέντι ἁμαρτήματι μεγάλην ζημίαν διορίζηται, ὁ δὲ δικαστὴς κατὰ τὸν νόμον κρίνει καὶ τὴν ἐπεγνωσμένην τῷ νόμῳ ζημίαν διορίζεται κατὰ τοῦ ἁμαρτήσαντος, εἴτε κλέπτης ἐστὶν εἴτε μοιχός.
[b 6] 不幸是指反常且非出于恶意的行为,例如某人为了射伤一头鹿而放箭,却射伤了一个人;因为所发生的事情——亦即人被射伤——是反常的,然而他并非出于恶劣的抉择而做此事;因为他并未抉择让此事发生。[b 7] 过失是指一切并非反常的行为,例如某人为了管教某人而打他,随后恰好被打者死去,这种在挨打中死去并非反常;因为很多此类事情都会发生,亦即有人在挨打过程中死去;但他并非出于恶劣的抉择而做此事;因为他并非为了置对方于死地而鞭打他,而是为了予以管教。[b 8] 不义是指一切并非反常[且出于恶意]的行为,例如某人向我求取泻药,我却给他毒药,随后他服下后死去;他因服下毒药而死无论如何并非反常,因为服下毒药者必然面临死亡;然而给他毒药是他出于恶意所为。[b 10] 宽恕他人是公道的,例如民众会宽宥睡着了并因此使敌人得以乘隙进入城内的守门人;因为他遭遇了某种自然之事,亦即睡着了。[b 11] 并且不着眼于法律(亦即字面规定),而是着眼于立法者的意图,例如在「外邦人若登上城墙,处死」这一条文中,不着眼于他登上了城墙这一行为,而是着眼于抉择,亦即他登上城墙所抱持的抉择并非作为间谍或敌人,而是为了有益于城邦。并且不着眼于部分,而是着眼于整体,例如破墙击败敌人的将军(这属于抵消性抗辩);或者不应当着眼于这位士兵是否曾开小差一次并因此认为他应受惩罚,而是要着眼于整体,即必须着眼于在他一生的全部时间里他都表现英勇,并因此应当宽宥这个只开小差一次的人。[b 15] 也不应当看他现在是怎样的人(亦即现在是一个逃兵),而是要看他一贯是怎样的人,即他大体上表现英勇,并因此应当宽宥他。公道也是指记住自己所领受的善事多于自己所做下的善事。[b 19] 以及愿意通过言辞受审并说服对方,多于通过行动——亦即通过武具,亦即多于穿戴武具追打对方并以此强行闯入其产业。[b 20] 公道也是指宁愿诉诸仲裁(亦即选定的法官),多于诉诸诉讼(亦即法庭);因为在法庭上开销和拖延更多,而在选定的法官面前诉讼双方能够迅速脱身,且付出的开销很少;[b 20] 因为仲裁人(亦即选定的法官)着眼于公道(亦即处以微小的惩罚),哪怕法律对所犯下的过错规定了重大的惩罚;而法官则依照法律裁判,并对犯下过错者(无论是盗贼还是通奸者)处以法律所明定的惩罚。
- 1.0.13ἀδικήματα δέ εἰσιν, ὅσα οὐ παράλογα
尽管此处的字面表述与前文过失的定义(ὅσα οὐ παράλογα)几乎相同,但结合后文给毒药的具体例证以及亚里士多德原文(1374b8–9: ἀδικήματα δὲ ὅσα μήτε παράλογα ἀπὸ πονηρίας τ’ ἐστίν)可知,此处在句意上承前省略并补充了「且出于恶意(καὶ ἀπὸ πονηρίας)」这一界定要素。
- 1.0.13καὶ διὰ τοῦτο εὑρεῖν τοὺς πολεμίους ἄδειαν καὶ εἰσελθεῖν εἰς τὴν πόλιν
不定词 εὑρεῖν 与 εἰσελθεῖν 充当结果不定词(省略了 ὥστε),承接前面的分词短语(τῷ ὑπνώσαντι),用以说明民众对守门人予以宽恕所处的具体情境后患。宾格 τοὺς πολεμίους 用作不定词的逻辑主语。
- 1.0.13μηδὲ ποιός τις νῦν ἤτοι ὁ λειποτάκτης νῦν ἐστιν, οὐ δεῖ ὁρᾶν
此句属于倒置结构(hyperbaton),间接疑问从句(ποιός τις νῦν ἐστιν)被置于主句动词之前,同时连词否定词 μηδέ 与主句中的否定词 οὐ 构成了双重冗余否定,起到强调否定的修辞作用,统领整个主句「亦不应当看他现在是怎样的人」。
- 1.0.13παρ’ ὃ δι’ ἔργων ἤτοι δι’ ἁρμάτων ἤτοι παρ’ ὃ φορέσαι ἅρματα
παρ' ὅ 在此充当由 μᾶλλον 引出的比较连词,取代了古典时期的 μᾶλλον ἤ 结构。此外,ἅρματα 在拜占庭希腊语中系借自拉丁语 arma(武器、铠甲),在此意指「武具/兵器」,而非古典希腊语中的「战车」。
