- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:75.25-76.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《修辞学》1374a8–1374b1,论述了界定不义行为时审视行为者抉择(prohairesis)的必要性、公道(epieikeia)补充成文法欠缺的定义,以及普遍法律规定与个别意外情境(如脱落的戒指)之间的关系。
[a 8] ὅπως, εἴτε βουλόμεθα δεῖξαι ὅτι ὑπάρχει εἴτε μὴ ὑπάρχει, ἔχωμεν ἐμφανίζειν τὸ δίκαιον καὶ τὸ ἄδικον. [a 12] τὰ δὲ τοιαῦτα ὀνόματα, οἷον ἡ ὕβρις καὶ ἡ κλοπὴ προσσημαίνουσι καὶ τὴν μοχθηρὰν τῶν ὑβριζόντων καὶ κλεπτόντων προαίρεσιν· ὁ γὰρ ὑβρίζων φαίνεται, ὅτι ἐκ μοχθηρᾶς προαιρέσεως προήχθη ὑβρίσαι τόνδε ἢ τόνδε. [a 13] οὐ γὰρ εἰ ἁπλῶς ἐπάταξεν, ἤδη καὶ ὕβρισεν, ἀλλ’ εἰ ἐπάταξεν αὐτὸν ἕνεκα ἢ τοῦ ἀτιμῶσαι τὸν παταχθέντα ἢ ἕνεκα τοῦ ἡσθῆναι ἐν τῷ παταχθῆναι αὐτόν· ἀεὶ γὰρ τὴν προαίρεσιν τοῦ ἀδικοῦντος ἐξετάζομεν. [a 15] οὐδὲ εἰ λάθρᾳ ἔλαβον βιβλίον ἤτοι εἰ κρυφίως ἀπῆρα τὸ βιβλίον τοῦ δεῖνος, ἤδη αὐτὸ ἔκλεψα, ἀλλ’ εἰ ἔκλεψα αὐτὸ καὶ εἰ ἔμελλον αὐτὸ σφετερίσασθαι καὶ ἰδιοποιήσασθαι· εἰ δὲ ἀπῆρα αὐτό, ἵνα ἀναγνώσω αὐτὸ καὶ πάλιν ὑποστρέψω, τοῦτο οὐ κλοπή. [a 21] τὰ μὲν καθ’ ὑπερβολὴν ἀρετῆς, ἤτοι ὅταν μέγα ἀγαθὸν ποιήσω, ἐφ’ ᾧ ἐπακολουθεῖ μοι ἔπαινος, ἢ καθ’ ὑπερβολὴν κακίας, ἤτοι μέγα κακὸν ποιήσω, ἐφ’ ᾧ ἐπακολουθεῖ μοι μεγάλη ἀτιμία καὶ ὄνειδος. [a 25] τὰ δέ εἰσιν ἔλλειμμα τοῦ γεγραμμένου νόμου· τὸ γὰρ δίκαιον οὐ προσέθετο ὁ νομοθέτης, τοῦτο ἐπαναπληροῖ1 καὶ προστίθησιν ὁ ἐπιεικής. [a 26] καὶ λέγεται ἐπιεικὲς δίκαιον· οἷον ὁ μὲν νόμος διορίζεται τὸν κλέπτην ἁλόντα ἀπαιτεῖν εἰς τὸ τετραπλάσιον, ὁ δὲ ἐπιεικὴς διορίζεται ἀπαιτεῖν εἰς τὸ διπλοῦν· ἔστι γὰρ ἐπιείκεια ἐλάττωσις τοῦ οἰκείου δικαίου ἢ τοῦ ἐν τῷ νόμῳ ἀναγεγραμμένου. [a 28] συμβαίνει δὲ τοῦτο, ἤτοι τὸ παραλεῖψαί τι τὸν νομοθέτην καὶ οὐ νόμους θεῖναι ἐπί τινων πραγμάτων, ἢ ἐν τῷ λαθεῖν αὐτὰ τὰ πράγματα ἢ ὅταν οὐ δύνωνται διορίσαι καὶ λαβεῖν πάντα, οἷς τὸν νόμον τίθησι, διὰ τὸ εἶναι ἄπειρα· ἀλλὰ διὰ τὸ μὴ δύνασθαι καταριθμήσασθαι πάντα ἀναγκάζεται καθ’ ὅλου θεῖναι τὸν νόμον, οὐκ ἔστι δὲ καθ’ ὅλου ἤτοι οὐκ ἀληθεύει δὲ καθ’ ὅλου ὁ νόμος, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ. [a 31] καὶ ὅσα μὴ ῥᾴδιον διορίσαι καὶ περιλαβεῖν διὰ τὴν ἀπειρίαν, οὐδὲ τούτοις ἔστι νόμον θεῖναι, ἀλλὰ καθ’ ὅλου αὐτὸν τίθησιν, οἷον εἰ τρώσει τις σιδήρῳ τινά, οὐ δύναται προσδιορίσαι πηλίκῳ κατὰ τὸ μέγεθος· οὐ γὰρ εἰ βελόνη ἐστὶ καὶ εἰ σπάθη. [a 33] ἂν οὖν εἰσι τὰ πράγματα2 ἀδιόριστα καὶ ἄπειρα, ἀνάγκη ἁπλῶς ἤτοι καθ’ ὅλου θεῖναι τὸν νόμον. ὥστε κἂν δακτυλίδιόν τις φορῇ καὶ ἐν οἷς ἐπάρῃ τὴν χεῖρα καὶ σηκώσῃ,3 ἵνα τύψῃ τινά, ἐκπέσῃ τὸ δακτυλίδιον καὶ πηδῆσαν πατάξῃ τινά, κατὰ μὲν τὸν νόμον ἐνέχεται ὡς ἄδικος· ἐπάταξε γάρ· ὁ γὰρ νόμος ἁπλῶς διατάττεται τὸν πατάξαντα ἄδικον εἶναι, οὐκ ἐνεθυμήθη δὲ προσθεῖναι ‘εἰ δὲ τὸ δακτυλίδιον ἐκπεσὸν πατάξει τινά, μὴ ἄδικον κρίνεσθαι τὸν ἐξ οὗ ἐξέπεσε’· καὶ διὰ τοῦτο ὁ ἐπιεικὴς κρίνει μὴ ἀδικεῖν τὸν ἐπαρόντα τὴν χεῖρα, οὗ καὶ ἐκπεσὸν τὸ δακτυλίδιον ἐπάταξεν· ὃ γὰρ οὐ προσέθηκεν ὁ νομοθέτης, προστίθησιν ὁ ἐπιεικής. [b 1] καὶ τὸ ἐπιεικές τοῦτό ἐστι τὸ προσθεῖναι τὸ ἐλλεῖπον τοῦ νόμου· ἐπιεικῆ γάρ εἰσι τὰ πράγματα ἐκεῖνα, ἐφ’ οἷς συγγνώμη ἐπακολουθεῖ.
[a 8] 以便无论我们希望表明它是存在还是不存在,我们都能阐明正义与不义。[a 12] 而诸如肆意侮辱和盗窃这样的名称,还额外指明了施侮者和行窃者的恶劣抉择;因为施侮者显然是出于恶劣的抉择才被驱使去侮辱某某人的。[a 13] 因为并不是如果他仅仅击打了,便已然构成了肆意侮辱,而是如果他击打对方要么是为了羞辱被打者,要么是为了在对方被打中取乐;因为我们始终在考察行不义者的抉择。[a 15] 也不是如果我暗中拿了一本书——亦即如果我偷偷带走了某某人的书——就已然盗窃了它,而只有当我拿走它是打算将其侵吞并据为己有时,才算盗窃;但如果我带走它是为了阅读并再次归还,这便不是盗窃。[a 21] 其中一些是由于过度的德性——亦即当我做了一件大善事,随之而来的是对我的赞誉;或者是由于过度的恶德——亦即我做了一件大恶事,随之而来的是对我的巨大羞辱与责难。[a 25] 而另一些则是成文法的欠缺;因为凡是立法者未能补充的正义,公道之人都会加以补足并补充进去。[a 26] 这被称为公道的正义;例如,法律规定对被捕获的盗贼索赔四倍,而公道之人则规定索赔双倍;因为公道是对自身当得的正当权利、亦即对法律中所载权利的减免。[a 28] 而这种情况的发生——亦即立法者遗漏了某些事物并未就某些事项设立法律——要么是因为这些事项本身未被注意到,要么是因为由于事项无限,他们无法定义并囊括立法所针对的一切事物;由于无法悉数枚举,立法者被迫设立普遍的法律,但法律并不是普遍有效的——亦即并非普遍属实——而只是在绝大多数情况下如此。[a 31] 凡是因其无限性而难以定义和囊括的事物,同样不可能为其设立法律,而是普遍地设立它;例如某人用铁器伤了人,立法者无法进一步规定铁器有多大,因为并未指明是针还是大剑。[a 33] 因此,如果事物是不确定的且无限的,就必须概括地、亦即普遍地设立法律。以至于哪怕某人戴着一枚小戒指,而在他抬手并举起手准备击打某人时,戒指脱落飞出打中了某人,按法律他是作为不义者而被追究的;因为他击打了;因为法律只是笼统地规定击打者是不义的,却未曾想到补充说:「但如果戒指脱落打中了某人,戒指脱落自其手的人不应被判定为不义」;正因如此,公道之人判定举手者——即戒指脱落并打中他人者——并未行不义;因为立法者未曾补充的内容,公道之人会予以补充。[b 1] 而公道正是这一点:补充法律中所缺乏的内容;因为公道的事项正是那些伴随着宽宥的事项。
- 1.0.13τὸ γὰρ δίκαιον οὐ προσέθετο ὁ νομοθέτης, τοῦτο ἐπαναπληροῖ
先行词 τὸ δίκαιον 之后省略了关系代词 ὃ,直接接上 οὐ προσέθετο ὁ νομοθέτης,并在主句中由指示代词 τοῦτο 承接。这体现了一种省略关系代词或关系从句融合的句法结构。
- 1.0.13ἂν οὖν εἰσι τὰ πράγματα
条件连词 ἄν (即 ἐάν) 此处接直陈式现在时 εἰσί 而非虚拟式。这是后古典期及拜占庭希腊语中屡见的句法特征。
- 1.0.13ἐν οἷς ἐπάρῃ τὴν χεῖρα καὶ σηκώσῃ
介词短语 ἐν οἷς 在此具有时间连词的功能(意为「在……之际/正当……之时」),统领虚拟式动词(ἐπάρῃ, σηκώσῃ)。
