← 佚名

亚里士多德《修辞学》佚名评注

§74.17-75.25

法律的划分与侵害的动机及法庭辩护

注疏者阐释了亚里士多德《修辞学》第一卷第十三章(1373b1–1374a5),探讨了法律(固有法与自然法)及正义对象(公共与私人)的划分、出于蓄谋、无知或激情的侵害分类,以及法庭上承认行为本身却否认罪名或犯罪性质的辩护策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.13#1

13. Πρὸς νόμους δύο, ἤτοι τὸν ἴδιον, τουτέστι τὸν γραπτόν, καὶ τὸν κοινόν, τουτέστι τὸν φυσικόν. [b 3] τὸ δὲ πρὸς οὕς ἐστι τὸ δίκαιον διχῶς, ἤτοι πρὸς ἕνα ἢ πρὸς πολλούς· τοῦτο γὰρ δηλοῖ τὸ πρὸς οὓς διχῶς. ἴδιος μὲν νόμος ἐστὶν ὁ ὡρισμένος ἐν ἑκάστοις, ἤτοι ἐν Λακεδαίμονι, ἐν Ἀθήναις, ἤτοι ὁ γραπτός· [b 5] διαιρεῖται δὲ ὁ νόμος ὁ ἴδιος εἰς τὸν ἄγραφον ἤτοι εἰς τὸ ἔθος καὶ εἰς τὸν γεγραμμένον. κοινὸν δὲ λέγω τὸν φυσικόν· ἔστι γὰρ κοινὸν φύσει δίκαιον, ὃ μαντεύονται ἤτοι ὃ λέγουσι πάντες, καὶ οἱ Κελτοὶ καὶ οἱ Σκύθαι· καὶ φυσικῶς δοξάζουσι, κἂν μηδεμίαν κοινωνίαν πρὸς ἀλλήλους ἔχωσιν, [b 10] ὅτι δίκαιον φυσικόν ἐστι θάψαι τὸν Πολυνείκην, καὶ ταῦτα ἀπειρημένον1 ἤτοι καὶ ταῦτα ἀπειρημένου ὄντος καὶ ἀπηγορευμένου θάψαι αὐτόν. [b 14] καὶ ὁ Ἐμπεδοκλῆς λέγει, μὴ δεῖν κτείνειν τὰ ἔμψυχα ἤτοι τὰ ζῷα. [b 18] ὡς ἐν τῷ Μεσσηνιακῷ λέγει Ἀλκιδάμας ὑπὲρ Μεσσηνίων ἀποστατησάντων Λακεδαιμονίων καὶ μὴ πειθομένων δουλεύειν μελετᾷ καὶ λέγει Ἀλκιδάμας ‘ἐλευθέρους ἀφῆκε πάντας θεός· οὐδένα δοῦλον ἡ φύσις πεποίηκεν’. [b 19] ἢ γὰρ τὸ δίκαιον ἔστι πρὸς τὸ κοινὸν ἤτοι ὅλην τὴν πόλιν ὠφελοῦν ἢ ἃ δεῖ πράττειν καὶ μὴ ἤτοι τὸ δίκαιον καὶ τὸ ἄδικον θεωρεῖται πρὸς ἕνα τινὰ τῶν κοινωνούντων τινὶ ἤτοι τῶν ἐχόντων κοινόν τι μετά τινος. [b 24] ὁ δὲ μὴ στρατευόμενος οἷον ὁ λειποτάκτης ἀδικεῖ τὸ κοινὸν οἷον τὴν πόλιν. ἄλλων δὲ ὄντων ἀδικημάτων πρὸς ἄλλον ἤτοι πρὸς ἕνα ἢ πρὸς ἄλλους ἤτοι πρὸς πολλούς. [b 33] ὥστε πάντα τὰ ἐγκλήματα ἤτοι τὰ ἀδικήματα εἶναι πρὸς τὸ κοινὸν ἢ πρὸς πόλιν ἢ πρὸς ἴδιον ἤτοι πρὸς ἕνα· [b 34] καὶ ἢ ἀγνοοῦντος, οἷον εἰ βέλος ἔσυρα ἀγνοῶν ἵστασθαί τινα, ἔνθα τὸ βέλος ἔπεσε, καὶ ἔτρωσα τὸν ἐκεῖ ἱστάμενον, ἢ ἄκοντος, εἴ τις λαβὼν τὴν χεῖρά μου ἔτυψε δι’ αὐτῆς τὸν βασιλέα. καὶ τινὰ τούτων τῶν ἀδικημάτων γίνονται προελομένου καὶ προβουλευσαμένου τινός, ἤτοι προεβουλεύσατο τὸν δεῖνα ἀδικῆσαι, τὰ δὲ γίνονται οὐ διά τινος προβουλεύσεως ἀλλὰ διὰ πάθος ἤτοι δι’ ὀργὴν ἢ λύπην· θυμωθεὶς γὰρ προήχθην τύψειν τὸν δεῖνα. [b 38] ἐπεὶ δὲ ὁμολογοῦντες πρᾶξαι τὸ ἀδίκημα ἢ ὅλως οὐχ ὁμολογοῦμεν τὸ ἐπίγραμμα2 ἤγουν τὰ ἐν τῷ λιβέλλῳ γραφέντα καὶ δοθέντα ἡμῖν (ἐπίγραμμα γὰρ λέγεται ὁ λίβελλος) ἢ περὶ οὗ τὸ ἐπίγραμμα, ἤτοι ἢ πολλάκις ὁμολογοῦμεν τὸ ἐν τῷ ἐπιγράμματι γραφὲν ποιῆσαι, πλὴν ἀρνούμεθα, ὡς οὐκ ἐγένετο παρ’ ἡμῶν οὕτω, ὡς ὁ λίβελλος λέγει γενέσθαι, οἷον λαβεῖν μὲν ὁμολογήσει, οὐ μὴν δὲ κλέψαι, ὡς ὁ λίβελλος ἐδίδου, καὶ συγγενέσθαι καὶ συνδιατρίβειν τῇ Ξανθίππῃ, οὐ μὴν δὲ μοιχεύειν κατὰ τὸν λίβελλον. [1374a4] οὐ γὰρ θεοῦ ἀναθήματα τὰ ἀφαιρεθέντα. ἢ ἐργάσασθαι μὲν καὶ σπεῖραι γῆν κοινὴν ἀλλ’ οὐ δημοσίαν· τὸ γὰρ παλαιόν, εἴ τις ἔσπειρε γῆν τῷ δημοσίῳ ἀνήκουσαν, ἐζημιοῦτο μεγάλα. [a 5] ἢ διελεγόμην τοῖς πολεμίοις καὶ συνωμίλουν οὐχὶ διὰ τὸ προδοῦναι τὴν πόλιν ἀλλὰ τὸ πρὸς εἰρήνην.3

13. 关乎两条法律,亦即固有法(即成文法)与共通法(即自然法)。[b 3] 而正义所关涉的对象是双重的,亦即关涉单个人或关涉多数人;因为「关涉对象是双重的」便是指示此意。固有法是在各个共同体中被规定的,亦即在拉刻代蒙、在雅典被规定的,也就是成文法;[b 5] 而固有法被划分为不成文法(亦即习俗)与成文法。所谓共通法,我是指自然法;因为存在一种本性上共通的正义,所有人(包括凯尔特人和斯基泰人)都预感到了它,亦即言说了它;他们天然地认为,即便他们彼此之间没有任何交往,[b 10] 埋葬波吕涅刻斯也是一种自然正义,哪怕此事已被明令禁止——亦即哪怕埋葬他乃是被禁止和不被允许的。[b 14] 恩培多克勒也说,不可杀害有灵魂之物,亦即动物。[b 18] 正如阿尔基达马斯在《美塞尼亚演说》中,为脱离拉刻代蒙人并不顺从为奴的美塞尼亚人辩护并演说,阿尔基达马斯说道:「神让所有人获得自由;自然未曾让任何人成为奴隶。」[b 19] 因为正义要么关涉共同体,亦即造福整个城邦;要么应行与不应行之事(亦即正义与不义)是针对与某人共同参与某事者中的单个人(亦即与某人有某种共通事物者)来考察的。[b 24] 而不服兵役者,例如逃兵,侵害了共同体,例如城邦。但另有一些不义行为是关涉他人(亦即关涉单个人),或关涉其他人(亦即关涉多数人)的。[b 33] 因此,所有的罪名,亦即不义,要么关涉共同体或城邦,要么关涉个人,亦即单个人;[b 34] 并且它们要么属于无知而为者(例如,我射出一箭,不知箭落之处站着某人,从而射伤了站在那里的人),要么属于不情愿而为者(例如有人抓住我的手,以此击打了国王)。这些不义行为中,有的发生在某人预先抉择并预先谋划之时(亦即预先谋划侵害某某人),有的发生则不是出于某种谋划,而是出于激情,亦即出于愤怒或痛苦;因为我是由于发怒才被驱使去击打某某人的。[b 38] 但是,由于我们在承认做了不义行为时,要么完全不承认起诉状——亦即写在诉状中并交予我们的内容(因为诉状被称为题铭)——要么不承认起诉状所关涉的名目;亦即,我们往往承认做了起诉状中所写之事,只是否认它是以诉状所说的方式由我们做出的;例如,承认拿取了,却不承认是盗窃(正如诉状所指控的那样),承认与赞西佩交往并共处,却不承认按诉状所言构成了通奸。[1374a4] 因为被拿走之物并非献给神的奉献品。或者主张自己耕作并播种了共用土地,但并非公有土地;因为在古代,如果有人在归属公家的土地上播种,就会受到严惩。[a 5] 或者主张我与敌人交谈并接触,不是为了背叛城邦,而是为了和平。

语法注3 条
  1. 1.0.13καὶ ταῦτα ἀπειρημένον

    καὶ ταῦτα ἀπειρημένον 是使用非人称动词中性单数宾格分词构成的宾格绝对独立结构(意为「哪怕此事已被禁止」)。注疏者自身紧接着便以属格绝对独立结构 ἤτοι καὶ ταῦτα ἀπειρημένου ὄντος καὶ ἀπηγορευμένου 作了明确释义。

  2. 1.0.13ἐπεὶ δὲ ὁμολογοῦντες πρᾶξαι τὸ ἀδίκημα ἢ ὅλως οὐχ ὁμολογοῦμεν τὸ ἐπίγραμμα... ἢ περὶ οὗ τὸ ἐπίγραμμα

    此处意译了亚里士多德原文(1373b38以下)。由从属连词 ἐπεὶ 引导的从句结构直接流向具体举例(οἷον λαβεῖν μέν...),未接续正式的主句,构成了破格句(anacoluthon)。语境上应理解为设定条件的陈述,意即「当我们在承认行了某事却不承认罪名时,[便会出现如下辩护]」。

  3. 1.0.13τὸ πρὸς εἰρήνην

    介词短语 πρὸς εἰρήνην(「为了和平」)被加上中性单数定冠词 τὸ 而名词化。它在语义上与前项带冠词不定词短语 οὐχὶ διὰ τὸ προδοῦναι τὴν πόλιν(「不是为了背叛城邦」)构成平行对称,表示目的与意图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:74.17-75.25