- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:72.26-74.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《修辞学》1372b35–1373a31进行疏解,阐释了易受不义侵害的人群类型(如易遭诽谤者、拙于言辞者、外邦暂住者、自耕农及曾行同类不义者),并剖析了容易被消耗、改头换面或藏匿的财物特征。
[b 35] εὐδιάβολοί εἰσιν οἱ ἔχοντές τι ἀγαθὸν καὶ διὰ τοῦτο παρὰ πάντων φθονούμενοι (‘‘πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει’’) ἢ οἱ εὐκολοδιάβλητοι· οἱ τοιοῦτοι γὰρ οὐ προαιροῦνται ἑλκύσαι εἰς δικαστήριον τοὺς ἀδικήσαντας οἱ διαβεβλημένοι φοβούμενοι, μή πως ἐκβληθῶσι παρὰ τῶν δικαστῶν, οὔτε δύνανται πείθειν τοὺς δικαστάς, ὡς παρὰ τῶν ἀδικησάντων μισοῦνται ἢ φθονοῦνται, ὡς οἱ εὐδιάβολοι. [b 37] ἀδικοῦμεν καὶ ἐκείνους, οὓς ἔχομεν προφασίσασθαι ὡς ἀδικήσαντάς ποτε ἢ τοὺς προγόνους ἡμῶν ἢ τοὺς φίλους ἢ μελετήσαντας καὶ φροντίσαντας ἀδικῆσαι ἢ τοὺς προγόνους ἢ ἡμᾶς ἢ τοὺς παῖδας ἡμῶν, ὧν κήδονται.1 [1373 a 4] τοὺς μὲν γὰρ ἤτοι τοὺς φίλους ῥᾴδιόν ἐστιν ἀδικῆσαι ὡς ἀφυλάκτους, τοὺς δὲ ἤτοι τοὺς ἐχθροὺς ἀδικῆσαι ἡδὺ δοκεῖ. [a 5] καὶ μὴ δεινοὺς εἰπεῖν ὡς τοὺς συνηγόρους· ἢ γὰρ ἀδικηθέντες οὐκ ἐγχειροῦσιν ἐπεξιέναι τὴν δίκην ὡς μὴ δεινοὶ εἰπεῖν ἢ καταλλάττονται ἤτοι συμβιβάζονται. [a 7] ἀδικοῦμεν καὶ τοὺς ξένους, οἷς οὐ λυσιτελὲς διατρίβειν ἐν Κωνσταντινουπόλει ἐπιτηροῦσιν ἢ δίκην ἢ ἔκτισιν· οἱ γὰρ ἐξ ἀλλοδαπῆς ἐλθόντες εἰς Κωνσταντινούπολιν καὶ ἀδικηθέντες παρά τινος καταλλάττονται συντόμως· οὐ γὰρ βούλονται ἑλκύειν εἰς δικαστήριον τοὺς ἀδικήσαντας καὶ ἐνδιατρίβειν ἐπὶ πολὺ φοβούμενοι τὰς ἐκτίσεις, ἤτοι μή πως φωραθῶσι παρὰ τῶν δανειστῶν καὶ ἀναγκάζωνται ἐκτῖσαι τὸ χρέος, ἢ μή πως ἑλκυσθείη εἰς δίκην παρά τινος ἀδικηθέντος παρ’ αὐτοῦ2 φωραθεὶς καὶ ἐπιδημήσας τῇ Κωνσταντινουπόλει. [a 8] καὶ αὐτουργοὶ ἤτοι οἱ γεωργοὶ ἀδικηθέντες λαβόντες μικρὰ παρὰ τοῦ ἀδικήσαντος ὑπὲρ ὧν ἠδικήθησαν διαλύονται τὰς δίκας τὰς κατὰ τῶν ἀδικησάντων. [a 10] ἀδικοῦμεν καὶ τοὺς πολλὰ ἀδικήσαντας ἢ τοιαῦτα ἀδικήσαντας, οἷα καὶ ἀδικοῦνται· ἐγγὺς γάρ ἐστι τοῦ μὴ ἀδικεῖν, ὅταν τις ἀδικηθῇ, οἷον εἰώθει ἀδικεῖν· ἡδὺ γάρ ἐστι τὸ ἀδικεῖν τοὺς πολλὰ ἀδικήσαντας, ἀλλὰ καὶ καλόν ἐστι καὶ δίκαιον ἀδικεῖν αὐτοὺς τοιαῦτα, οἷα εἰώθεισαν ἀδικεῖν, καὶ ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται τὸ ἀδικῆσαί τινα, οἷον εἰώθει ἀδικεῖν. [a 16] καὶ οἷς χαριοῦνται, ἤτοι ἀδικοῦμεν καὶ ἐκείνους, ὧν ἀδικουμένων χαριζόμεθα ἢ φίλοις ἢ θαυμαζομένοις ἤτοι θαυμασταῖς ἢ ὅλως πρὸς οὓς ζῶσιν αὐτοί, ἤτοι οὓς θεραπεύειν σπουδάζομεν, ὡς πρὸς τὸ ζῆν συμβαλλομένους ἡμῖν. [a 18] ἀδικοῦμεν καὶ οὓς ἀδικηθέντας ἔστι τυχεῖν ἐπιεικείας, οὓς ἐλπίζομεν ἐπιεικευθῆναι ἡμῖν· ἐπιείκεια δέ ἐστιν ἐλάττωσις τῶν οἰκείων κατορθωμάτων καὶ τῶν οἰκείων δικαίων· ἐπιεικευθῆναι ἤτοι τοῦ οἰκείου καταφρονῆσαι δικαίου. [a 18] ἀδικοῦμεν καὶ οἷς ὦμεν ἐγκαλέσαντες ἤτοι καθ’ ὧν ἐνεκαλέσαμεν πάλαι καὶ πάλιν προδιακεχωρήκαμεν ἤτοι συνεβιβάσθημεν· φαίνεται γάρ, ὅτι διὰ τοῦτο συνεβιβάσθημεν τότε, διότι οὐκ ἠδυνήθημεν ἀνταμῦναι· οἷον ὁ Διονύσιος ἀπέκτεινε τὸν Δίωνα φίλον ὄντα τοῦ Καλλίππου, ὁ δὲ Κάλλιππος ἐκίνησε κατὰ τοῦ Διονυσίου· μὴ δυνηθεὶς αὐτὸν βλάψαι συνεβιβάσθη αὐτῷ, εἶτα εὑρὼν καιρὸν ἴσχυσε φονεῦσαι τὸν Διονύσιον. [a 21] ἀδικοῦμεν καὶ τούς, οἳ ἔμελλον παρ’ ἄλλων ἀδικηθῆναι, ὡς μὴ ἦν δυνατὸν καὶ ἐνδεχόμενον βουλεύσασθαί τι ἐκφυγεῖν τὸ μὴ παρ’ αὐτῶν ἀδικηθῆναι· τούτους εἰ ἀδικήσομεν ἡμεῖς ἐν τῷ προλαβεῖν τοὺς μέλλοντας ἀδικεῖν αὐτούς, οὐκ ἀδικεῖν φαινόμεθα. [a 23] τὰ κοττάβια ἢ ἐκπώματά εἰσι Θετταλικὰ ἢ σκυλία. ὁ Γέλων ἐσπούδαζε κατασχεῖν τὴν Γέλην καὶ ἤδη ἔμελλε κρατῆσαι αὐτήν, εἶτα ἐλθὼν Αἰνεσίδημος προέλαβε καὶ κατέσχεν αὐτὴν καὶ ἔπεμψε τῷ Γέλωνι κοττάβια χαριζόμενος ὡς μέλλοντι κατασχεῖν τὴν πόλιν καὶ ἐμποδισθέντι, ὅτι προέφθασε κατασχεῖν αὐτήν. ὁ Αἰνεσίδημος ἐπεχείρησε κρατῆσαι τὴν Γέλην καὶ προέφθασεν αὐτὸν ὁ Γέλων καὶ ἐκράτησε τὴν Γέλην. ἔσφαλται δὲ ἄνωθεν ἡμῖν ἡ ἐξήγησις.3 [a 24] ἀδικοῦμεν καὶ ἐκείνους, οὓς εἰ ἀδικήσομεν δυνάμεθα πάλιν πολλὰ καὶ δίκαια πρᾶξαι ἄλλα καὶ ῥᾳδίως τοὺς ἀδικηθέντας εὐεργετῆσαι. [a 27] συγγνωμονηθῆναι γὰρ οἴονται ὡς ἀδικήσαντες, ἃ εἰώθεισαν οἱ πολλοὶ ἀδικεῖν. οἷον ἀδικοῦμεν ἁρπάζοντες ἐδώδιμα· ῥᾴδιον γὰρ ἀναλίσκονται ταῦτα, οἷον γρανάτα. [a 30] ἢ τὰ εὐμετάβλητα σχήμασιν, οἷον εἴ ἀργυροῦν ἔκπωμά ἐστι, μετασχηματίσει τις αὐτὸ καὶ ποιήσει καπτρίον· ἢ χρώμασιν, οἷον εἰ ἀληθινὸν πανίον ἁρπάσει καὶ βάψει αὐτὸ βένετον· ἢ κράσεσιν, οἷον εἰ Χιώτης οἶνός ἐστι, συγκεράσει τις μετὰ οἴνου ἑτέρου καὶ ἀλλοιώσει αὐτόν. [a 31] ἢ ἃ πολλαχοῦ ἐστιν ἀφανίσαι ἤτοι κρύψαι. καὶ οἷς ἀδιάφορα πολλὰ καὶ ὅμοια ὑπῆρχεν, οἷον εἴ τις κλέψει βιβλίον θεολόγον ἔχων πολλοὺς θεολόγους.
[b 35] 易遭谗毁者是指那些拥有某种美善之物并因此被所有人嫉妒的人(因为「嫉妒总向富有者潜行」),或者是那些易被诋毁的人;因为这类声名狼藉的人因害怕被裁判官斥退,不愿将侵害他们的人拉上法庭,也不能像易遭谗毁者那样使裁判官信服他们是被侵害他们的人所憎恨或嫉妒。 [b 37] 我们也对那些我们可以借口说他们曾经侵害过我们的先祖或朋友的人行不义,或者借口说他们曾图谋并用心侵害过我们的先祖、我们自己或他们所关心的我们的子嗣。 [1373 a 4] 因为侵害前者(亦即朋友)由于毫无防备而是容易的,而侵害后者(亦即仇敌)则显得令人快意。 [a 5] 以及对那些不像辩护人那样善于辞令的人[也行不义];因为他们在受侵害之后,或者由于不善辞令而不着手追究诉讼,或者与对方和解,亦即达成协议。 [a 7] 我们也对外邦人行不义,对他们而言,在君士坦丁堡久留以等待判决或赔偿是得不偿失的;因为从异地来到君士坦丁堡而受某人侵害的人会迅速和解;因为他们害怕赔偿,亦即害怕被债权人发觉并被迫偿还债务,或者害怕在君士坦丁堡逗留期间被某个受过其侵害的人发觉并被拉上法庭,因而他们不愿将侵害他们的人拉上法庭并在此久留。 [a 8] 而自耕农(亦即农夫)在遭受侵害后,从侵害之人那里就所受之害收取微薄补偿,便取消了针对侵害之人的诉讼。 [a 10] 我们也对屡行不义者,或者行了与自身所遭受的同类不义之事的人行不义;因为当某人遭受他习惯于施加的不义时,这与不行不义是相近的;因为对屡行不义者行不义不仅是令人快意的,而且对他们行他们习惯于施加的不义也是高尚且公正的,并且对某人行他习惯施加的不义,看起来与不行不义是相近的。 [a 16] 以及通过侵害能取悦他人的对象;亦即,我们也对侵害他们便能取悦朋友、受敬重者(亦即赞赏者)、或总括而言他们赖以生存之人(亦即我们因其有助于我们的生活而热切伺候的人)的那些人行不义。 [a 18] 我们也对遭受侵害后能遇到其公正相待的人(亦即我们指望其对我们宽容相待的人)行不义;而公正是对自己应得成就与自身权利的减省;公正待人即轻忽自身的权利。 [a 18] 我们也对曾经控告过、随后又事先退让(亦即达成和解)的对象行不义;因为看起来当时达成和解是因为无法报复;正如狄奥尼修斯杀害了卡利普斯的朋友狄翁,卡利普斯起而反对狄奥尼修斯,因无法伤害他便与他和解,随后找到时机成功杀死了狄奥尼修斯。 [a 21] 我们也对那些行将受他人侵害的人行不义,仿佛根本不可能也不容许有任何逃避受其侵害的谋划;如果我们抢在行将侵害他们的人之前侵害这些人,我们便显得并不是在行不义。 [a 23] 科塔博斯要么是色萨利酒杯,要么是小狗。盖隆曾极力夺取革拉,并且正要占领它,随后埃涅西德莫斯赶来并先发制人夺取了它,并向盖隆赠送科塔博斯以讨好他,视其为正要夺取该城却因自己先发制人而受阻之人。埃涅西德莫斯企图占领革拉,而盖隆抢先一步占领了革拉。但我们上面的解释是错误的。 [a 24] 我们也对这样的人行不义:即便我们对他们行了不义,我们随后也能行许多其他公正之事,并能轻易地向受害者施惠。 [a 27] 因为他们认为自己会得到宽恕,因为自己所行的不义乃是多数人习惯施加的。例如,我们通过掠夺食物而行不义;因为这些东西极易被消耗,例如石榴;[a 30] 或者是形状上容易改变之物,例如若是一件银杯,便改变其形状将其做成手镜;或者是颜色上容易改变之物,例如若抢夺了紫色的布料便将其染成深蓝色;或者是调配混合上容易改变之物,例如若是希俄斯酒,便与另一种酒调和使其变质;[a 31] 或者是能在多处消弭匿迹(亦即藏匿)之物。以及有许多与之无法辨别的类似之物存在的东西,例如若有人在拥有多部神学家之书的情况下偷窃了一部神学家的书。
- 1.0.12ὧν κήδονται
关系代词 ὧν 在句法上既可指代前述整组对象(“祖先、我们自己或子嗣”),也可特指紧邻的“我们的子嗣(τοὺς παῖδας ἡμῶν)”。此处作动词 κήδομαι(关心、顾虑)所要求的属格宾语,指代父母关怀顾恤的孩子最为自然合理。
- 1.0.12ἢ μή πως ἑλκυσθείη εἰς δίκην παρά τινος ἀδικηθέντος παρ’ αὐτοῦ
此处由前文的复数虚拟式(μή πως φωραθῶσι ... καὶ ἀναγκάζωνται)转变为第三人称单数祈愿式(ἑλκυσθείη),数与语气均发生了转变。这是从指代外邦人群体的复数主语转向了个体化、不定代词性质的单数主语(“他们中的某人”),用来表达假想情况下的个案担忧。
- 1.0.12ἔσφαλται δὲ ἄνωθεν ἡμῖν ἡ ἐξήγησις
这是疏解者对前文引用的盖隆与埃涅西德莫斯历史例证所作的元注释性自我纠正。由于在前句中弄反了谁抢先占领了革拉的主客关系,注释者紧接着纠正道“我们上面的解释是错误的”。
