← 佚名

亚里士多德《修辞学》佚名评注

§71.9-72.26

谋求长远利益的不义与受害者的特征

本节注解亚里士多德《修辞学》第一卷第12章(1372b13–34),阐释因长远利益胜过暂时的惩罚而行不义的自制者与明智者,解释以机运或必然性为托词的行为,区分不同匮乏类型,并详述受害者容易成为目标的特征(如远近差异、轻信所有人或怠于诉讼者)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.12#3

[b 13] ἀδικοῦσι καὶ οἷς τὸ μὲν λυπηρὸν καὶ ἡ ζημία ἤδη ἐστὶν ἤτοι εὐθὺς παρακολουθοῦσι,1 πλὴν πάλιν συντόμως παρέρχονται, τὸ δὲ ἡδὺ καὶ ἡ ὠφέλεια ὕστερα μὲν ἐπακολουθοῦσι, πλὴν παραμένουσιν· [b 15] οἱ γὰρ ἐγκρατεῖς καὶ οἱ φρόνιμοι τὰ τοιαῦτα ἀδικοῦσιν, ἐξ ὧν, εἰ κρατηθῶσιν, ὀλίγα μὲν ζημιωθήσονται, ἀλλὰ καὶ συντόμως τῆς λύπης καὶ τῆς ζημίας ἀπαλλαγήσονται, ὕστερον δὲ μεγάλα ὠφεληθῶσιν, ἀλλὰ καὶ ἡ γινομένη ὠφέλεια ἔσται ἐπὶ πολὺ παραμένουσα. [b 17] ἀδικοῦσι καὶ οἵτινες δόξουσιν ἀδικῆσαι κατὰ τύχην, ἤτοι ‘κατὰ τύχην ἔσυρα τὸ βέλος τὸ τρῶσαν τὸν δεῖνα’. ἢ κατ’ ἀνάγκην· ‘ἔκλεψα, ἐπείνων γάρ’. ἢ διὰ φύσιν· ‘ἡ φύσις με ἠνάγκασεν ὑπνῶσαι’, ὡς ἐπὶ τῶν φυλάκων τῶν ὑπνωσάντων καὶ διὰ τοῦτο εἰσελθόντων τῶν πολεμίων. ἢ τὸ ἔθος, ἤτοι ‘ἔθος τῇ πόλει ἦν μὴ ἀνοίγειν τὰς θύρας νύκτωρ καὶ διὰ τοῦτο οὐκ ἤνοιξα αὐτάς’, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ μὴ ἀνοίξαντος τὰς πύλας, ὥστε εἰσελθεῖν τοὺς αἰχμαλώτους φυγόντας καὶ καταδιωκομένους ὑπὸ τῶν πολεμίων. [b 18] ἁμαρτεῖν λέγονται οἱ κατὰ συναρπαγὴν ἢ κατὰ ἀνάγκην ἄδικόν τι ποιήσαντες ἢ διὰ τύχην ἢ δι’ ἔθος ἢ διὰ θυμόν, ἀλλ’ οὐχὶ ἀδικεῖν· ἀδικεῖν γάρ ἐστι τὸ μετὰ προαιρέσεως καὶ προβουλεύσεως καὶ σκέψεως. ἀδικοῦμεν καὶ ἐκείνους,2 ἐν οἷς ἔστι τυχεῖν ἐπιεικοῦς τοῦ κριτοῦ ἤτοι συγγνωμονικοῦ· εἰ γάρ τις ἀδικήσει τὸν τὰ ἀλλότρια ὑφαρπάζοντα, συγγνώμης ἂν εἴη ἄξιος. ἀδικοῦσι καὶ οἱ ἐνδεεῖς. [b 19] οἱ δὲ ἐνδεεῖς διχῶς ἐκλαμβάνονται· ἢ γὰρ ἐνδεεῖς εἰσιν ἀναγκαίου, ὡς οἱ πένητες τῶν πρὸς τὸ ζῆν ἀναγκαίων· ἀδικοῦσι γὰρ οὗτοι, ὡς ἂν ἐμπλήσωσι τὴν γαστέρα· καὶ οἱ πλούσιοι ἐνδεεῖς εἰσιν εἰς τὰ περιττὰ ὑπερβολῆς ἤτοι τοῦ ὑπερέχειν πάντων δέονται. οἱ δὲ εὐδοκιμοῦντες ἀδικοῦσι θαρροῦντες, ὡς οὐ δόξουσιν ἀδικεῖν, οἱ δὲ ἀδοξοῦντες ἀδικοῦσιν ἐν τῷ θαρρεῖν, ὡς οὐδὲν ἧττον ἀτιμωθῶσι παρ’ ὅ εἰσιν, εἴ γε τέως κρατηθῶσιν. [b 24] ἀδικοῦσι δὲ τοὺς ἔχοντας τὰ τοιαῦτα, ὧν αὐτοὶ χρήζουσιν. ἢ εἰς τὰ ἀναγκαῖα ἀδικοῦσιν ἤτοι ἄρτον, οἶνον καὶ ὅλως εἰς τὰ πρὸς τὸ ζῆν. [b 25] ἀδικοῦσι καὶ εἰς ὑπεροχήν· ἁρπάζουσι γὰρ χρήματα καὶ πλῆθος δούλων συνάγουσιν, ἵνα ἐν τούτοις τῶν ἄλλων ὑπερέχωσι. καὶ εἰς ἀπόλαυσιν ἤτοι ἀδικοῦσι καὶ εἰς τὰ χρησιμεύοντα εἰς ἀπόλαυσιν, οἷον εἰς κήπους, εἰς δένδρα ὑψίκομα, ζῴδια. [b 26] τοὺς μὲν γὰρ τῶν ἐγγὺς ἀδικοῦσι, διότι ἡ λῆψις ταχεῖα, ἤτοι ἐν χερσὶ τὰ πράγματα τῶν ἐγγὺς ἔχουσι καὶ διὰ τοῦτο ῥᾷον λαβεῖν αὐτά, τῶν δὲ ἤτοι τῶν πόρρω ἡ τιμωρία βραδεῖα· εἰ γάρ τις ἐν Λακεδαίμονι ἀδικήσει τὸν ὄντα εἰς Ἀφρικήν, βραδέως ἐλπίζει αὐτὸν ἐλθεῖν ἐκ τῆς Ἀφρικῆς, ὥστε ἑλκύσαι αὐτὸν εἰς δίκας, περὶ ὧν ἠδίκηται παρ’ αὐτοῦ. [b 27] οἱ συλῶντες τοὺς Καρχηδονίους3 ἤτοι τοὺς ἐν Ἀφρικῇ πέραν τῆς μεγάλης ὄντας θαλάττης οὐκ ἐλπίζοντές ποτε ἐλθεῖν ἐκ τῆς Ἀφρικῆς τινα, ἵνα αὐτοὺς ἑλκύσῃ εἰς δίκην, ὑπὲρ ὧν ἠδικήθησαν. [b 28] ἀδικοῦμεν καὶ τοὺς μὴ εὐλαβεῖς μηδὲ φυλάττοντας ἑαυτοὺς ἀλλὰ πιστεύοντας παντί· ῥᾷον γάρ ἐστι πάντας ἀνθρώπους λαθεῖν, ὥστε ἀδικῆσαι τοὺς τοιούτους τοὺς παντὶ πιστευτικούς. [b 29] ἀδικοῦμεν καὶ τοὺς ῥᾳθυμοῦντας ἐπεξιέναι τῇ δίκῃ ἤτοι τοὺς μαλακοὺς ὡς οὐκ ἄν ποτε ἐλπίζοντες παρ’ αὐτῶν εἰς δικαστήριον ἑλκυσθῆναι. καὶ τοὺς αἰσχυνομένους ἀπαντᾶν εἰς δικαστήριον. [b 31] ἀδικοῦμεν καὶ τοὺς ἀδικηθέντας ὑπὸ πολλῶν καὶ μὴ ἐπεξελθόντας τοὺς ἀδικήσαντας ἐλπίζοντες, ὡς οὐδὲ καθ’ ἡμῶν κινήσουσι. Μυσῶν λεία. τοῦτο παροιμία ἐπὶ τῶν κακῶς ἁρπαζομένων λεγομένη· οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληίζοντο· ἦσαν γὰρ ἄναρχοι, ἕως ἦρξεν ὁ Τήλεφος. [b 33] ἀδικοῦμεν καὶ οὓς μηδεὶς πώποτε ἠδίκησε καὶ οὓς πολλάκις τινὲς ἠδίκησαν· οἱ μὲν ἤτοι οἱ μὴ παρά τινων ἀδικηθέντες ποτὲ ἀφύλακτοί εἰσιν ὡς οὐδέποτε ἀδικηθέντες, οἳ δὲ οἱ πολλάκις ἀδικηθέντες εἰσὶν ἀφύλακτοι ὡς μὴ παρά τινος ἐλπίζοντες ἀδικηθῆναι ἔτι διὰ τὸ μηδὲν ἔχειν δοκεῖν ἐκ τοῦ πολλάκις ἀδικηθῆναι.

[b 13] 那些痛苦与损失虽在眼前(亦即随即发生),但很快便会过去,而快乐与利益虽在日后随之而来,却能持久的人,也行不义。 [b 15] 因为自制者与明智者正是行此类不义之人,由此他们即便被捕,也只受微小的惩处,并迅速摆脱痛苦与惩罚,而日后却能大获利益,且所产生的利益将长久保持。 [b 17] 那些看起来是由于碰巧行了不义的人也行不义,亦即「射中伤及某人的箭矢纯属偶然」;或者由于必然:「我偷窃了,因为我很饥饿」;或者由于本性:「本性迫使我入睡」,正如守卫入睡而敌人因此潜入的情形;或者由于习俗,亦即「夜间不开启城门乃是城邦的习俗,因此我未曾开启」,正如将领未曾开启城门让逃跑并被敌人追赶的俘虏进城的情形。 [b 18] 凡出于突发冲动或出于必然行了某种不义之事的人,或者由于机运、习俗或激愤而为之的人,被称为犯下过错,但并不被称为行不义;因为行不义是伴随着抉择、预先谋划与深思熟虑的。我们也对那些在其情形中能遇到公正亦即宽容的裁判官的人行不义;因为若有人对掠夺他人财物者行不义,他是值得宽恕的。匮乏者也行不义。 [b 19] 匮乏者依两种方式被理解:因为他们或者缺乏必需品,正如缺乏生活必需品的穷人(因为这些人为了填饱肚子而行不义);而富人则在过剩之物上缺乏超越,亦即他们需要凌驾于所有人之上。名声显赫者由于深信自己不会被认为行不义而行不义,而名声狼藉者则深信即便暂时被捕,也不会比现在的状态更遭贬黜而行不义。 [b 24] 他们对拥有自己所需之物的人行不义。他们或者就必需品行不义,亦即面包、酒以及总括而言维持生活之物;[b 25] 也为了优越地位行不义:因为他们掠夺金钱并聚集大批奴隶,以便在这些事上凌驾于他人之上。并且为了享乐,亦即他们也就能用于享乐之物行不义,例如花园、繁茂的大树和小雕像。 [b 26] 因为他们对近处的人行不义,是由于收取迅捷,亦即近处之人的财物就在手头,因此夺取它们更为容易;而对于那些远处的人,惩罚则是迟缓的;因为若在拉刻代蒙的某人对身在非洲的人行不义,他指望对方从非洲赶来就所受的不义将他拉上法庭必将极为迟缓。 [b 27] 那些掠夺迦太基人(亦即在大海彼岸非洲之人)的人,绝不指望有任何人会从非洲赶来,因所受的不义将他们拉上法庭。 [b 28] 我们也对不谨慎、不保护自己而轻信所有人的人行不义;因为瞒过所有人而对这样轻信一切的人行不义更为容易。 [b 29] 我们也对怠于追究诉讼者(亦即软弱之人)行不义,指望绝不会被他们拉上法庭;以及对羞于出庭之人[也行不义]。 [b 31] 我们也对受许多人侵害却未曾追究侵害之人的受害者行不义,指望他们也不会对我们采取行动。「密细亚人的掳物」:这是一句针对惨遭掠夺者而说的谚语;因为当时的邻近部族掠夺密细亚人;因为在忒勒福斯统治之前,他们没有统治者。 [b 33] 我们既对未曾受任何人侵害的人行不义,也对屡次受某些人侵害的人行不义。前者(亦即未曾受任何人侵害的人)由于从未遭受不义而毫无防备;而后者(屡次遭受不义的人)则由于屡次遭受不义而显得一无所有,指望不再受任何人侵害,因而也毫无防备。

语法注3 条
  1. 1.0.12ἀδικοῦσι καὶ οἷς τὸ μὲν λυπηρὸν καὶ ἡ ζημία ἤδη ἐστὶν ἤτοι εὐθὺς παρακολουθοῦσι

    关系代词与格 οἷς 为领有与格,其后并置了单数动词 ἐστίν 与复数动词 παρακολουθοῦσι。由于主语包含两项(τὸ μὲν λυπηρὸν καὶ ἡ ζημία),前一分句受中性单数(τὸ λυπηρόν)吸引而使用单数动词,而 ἤτοι 引导的释义部分则根据复合主语采用了复数动词。

  2. 1.0.12ἀδικοῦμεν καὶ ἐκείνους

    此前一直以第三人称复数(ἀδικοῦσι)表述的行不义的主体,在此处转变为第一人称复数(ἀδικοῦμεν)。这是注疏者用来泛指人类普遍行为模式的包容性第一人称,并且该人称在随后的文句中([b 28]、[b 29]、[b 31]、[b 33])得以延续。

  3. 1.0.12οἱ συλῶντες τοὺς Καρχηδονίους

    句首出现分词主语 οἱ συλῶντες,但缺少限定动词,构成破格句(anacoluthon),用以具体说明前句 [b 26](即人们对远处的人行不义因惩罚迟缓)。在语意和句法上,需要承接上文补充谓语(即「掠夺迦太基人的人[也因……而行不义]」)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:71.9-72.26