- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:69.31-71.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》第一卷第十二章(1372a34–b14),探讨人们行不义的各种情形与心理状态,包括无可损失的无资力者、能拖延审判者、收益在即而惩罚遥远者、收益远大于惩戒的僭主、因性格各异分别追求名誉或金钱之人、屡试不爽的屡犯与受挫者,以及不能自制之人。
[a 34] ἀδικοῦσι καὶ ἐκεῖνοι, οἵτινες δύνανται ἀποδιῶσαι ἀφ’ ἑαυτῶν τὸ ἐκτῖσαι καὶ ἀπαιτηθῆναι, ἃ ἔλαβον ἀπὸ τοῦ ἀδικουμένου, ἐὰν γένηται αὐτοῖς ζημία ἤτοι ἐὰν κατακριθῶσι ζημιωθῆναι, ἢ ἀναβολὴ χρόνιος, ἤτοι εἰ οὐ δύναται ἀφ’ ἑαυτοῦ ἀπορραπίσαι τὴν ζημίαν, κἂν ἵνα ἀναβάλληται καὶ ὑπερθήσει δοῦναι αὐτὸ1 μετὰ παραδρομὴν πέντε ἢ ἓξ ἐνιαυτῶν, ἢ δι’ ἀπορίαν μηδὲν ἕξει ἀπολέσαι διὰ τὸ μηδεμίαν ἀγωγὴν εἶναι ἐπ’ ἀπόρῳ. [a 36] καὶ οἷς τὰ κέρδη εἰσὶν ἐγγὺς ἤτοι ἀνα χεῖρας, ἡ δὲ ζημία ἡ ἐκ τοῦ λαβεῖν τόδε ἀνακύψασά ἐστι πόρρω, ἤτοι καὶ τὸ μὲν κέρδος ἐγγύς ἐστιν (ἤδη γὰρ ἔσχον αὐτό), ὁ δὲ μέλλων με ἑλκύσαι εἰς δικαστήριον ἕνεκα τοῦ κέρδους τούτου κατοικεῖ πόρρω ἤτοι εἰς Ἀφρικὴν καὶ διὰ τοῦτο ἢ οὐ προσδοκῶ αὐτὸν ἐλθεῖν ἢ διὰ χρόνων καὶ βραδέως. [b 1] ἀδικοῦσι καὶ ἐκεῖνοι, ὧν ἡ τιμωρία οὐκ ἴση ἐστὶ τῇ ὠφελείᾳ, οἵτινες ὠφεληθέντες μεγάλως ἐκ τοῦ ἀδικῆσαι ἐλπίζουσι τιμωρηθῆναι ὀλίγα, οἷόν ἐστιν ὁ τύραννος· μεγάλα γὰρ ὠφελούμενος ἐκ τῆς τυραννίδος χώρας καὶ πόλεις ἀνδραποδίζων ὀλίγα τιμωρηθῆναι ἐλπίζει· ἡ γὰρ τιμωρία αὐτοῦ ἐστι τὸ ἐκβληθῆναι τῆς τυραννίδος. [b 2] ἀδικοῦσι καὶ ὅσοις τὰ μὲν ἀδικήματά εἰσι δωρεῶν μεγάλων λήμματα ἤτοι λήψεις, ἡ δὲ ζημία αὐτῷ οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ μέμψις καὶ τὸ ὀνειδισθῆναι. [b 3] καὶ οἷς τὸ ἀδίκημα τείνει εἰς ἔπαινον· οἷον εἰ γινώσκων τὸν Σωκράτην, ὅτι ποτὲ ἔβλαψε τὸν πατέρα μου ἢ τὴν μητέρα μου, καὶ ἀδικήσω αὐτόν, ἐπαινοῦμαι ὑπὲρ οὗ ἠδίκησα αὐτὸν διὰ τοὺς γονεῖς· ὑπὲρ οὗ δὲ ἠδίκησα τὸν Σωκράτην διὰ τοὺς γονεῖς, πρόκειταί μοι ζημιωθῆναι χρήματα ἤτοι φυγὴν ἢ ἐξορίαν.2 [b 6] δι’ ἀμφότερα γὰρ ἀδικοῦσιν ἤτοι δι’ ἔπαινον καὶ διὰ λῆψιν χρημάτων καὶ ἀμφοτέρως ἔχοντες ἤτοι καὶ διακείμενοι πρὸς ἀμφότερα ἤτοι καὶ πρὸς ἔπαινον καὶ πρὸς χρήματα, πλὴν οὐχὶ οἱ αὐτοὶ διάκεινται καὶ περὶ χρήματα καὶ περὶ ἐπαίνους. [b 8] ἐναντίοι γὰρ τοῖς ἤθεσίν εἰσιν οἱ μικροπρεπεῖς καὶ οἱ μεγαλοπρεπεῖς· καὶ οἱ μὲν μεγαλοπρεπεῖς ἀδικοῦσι διὰ τὸ κτήσασθαι ἔπαινον, οἱ δὲ μικροπρεπεῖς ἀδικοῦσι διὰ τὸ κτήσασθαι χρήματα. πλὴν οὐχὶ οἱ αὐτοὶ ἀδικοῦσι περὶ ἀμφότερα ἤτοι περὶ χρήματα ἢ ἔπαινον, ἀλλ’ οἱ ἐναντίοι τοῖς ἤθεσιν ἤτοι οἱ μικροπρεπεῖς καὶ μεγαλοπρεπεῖς, πλὴν οἱ μὲν μικροπρεπεῖς περὶ χρήματα, οἱ δὲ μεγαλοπρεπεῖς περὶ ἔπαινον. [b 8] καὶ οἱ πολλάκις ἀδικήσαντες ἀδικοῦσιν ὡς ἐθάδες τῆς ἀδικίας. ἢ οἱ λεληθότες ἤτοι οἱ πολλάκις ἀδικήσαντες καὶ λαθόντες διὰ τὸ πεφυκέναι λανθάνειν ἀδικοῦσι. καὶ οἱ πολλάκις ἀδικήσαντες καὶ κρατηθέντες καὶ μὴ ζημιωθέντες ἀδικοῦσι διὰ τὸ μηδέποτε ζημιωθῆναι ἐφ’ οἷς ποιοῦσι. [b 9] καὶ οἱ πολλάκις ἀποτετυχηκότες ἤτοι πολλάκις ὁρμήσαντες ἀδικῆσαι καὶ μὴ δυνηθέντες ἀδικοῦσιν· ὡς γὰρ ἐν τοῖς πολεμικοῖς πολλάκις ὁρμήσαντές τινες κατ’ ἐχθρῶν καὶ ἡττηθέντες οὐ στέργουσιν ἀλλ’ ἀναμάχονται καὶ ἐπὶ τῶν παλαιόντων πίπτοντές τινες προσκαλοῦνται πάλιν εἰς πάλην τὸν ἀντίπαλον, ἵνα ἀναπαλαίσωσιν, οὕτω καὶ οὗτοι πολλάκις ἀποτυχόντες ὁρμῶσιν εἰς τὸ ἀδικεῖν, ὡς ἂν ὀψέ ποτε τούτου ἐπιτύχωσι. [b 11] καὶ οἷς ἂν ᾖ τὸ ἡδύ, ἤτοι ἀδικοῦσι καὶ οἷς ἡ μὲν ὠφέλειά ἐστι παραχρῆμα ὡς τοῖς πορνεύουσιν ἤτοι εὐθὺς καὶ ἐν χερσί, τὸ δὲ λυπηρὸν καὶ ἡ βλάβη ἡ μέλλουσα ἐπισυμβῆναι αὐτοῖς ἐκ τοῦ νοηθῆναι καὶ κρατηθῆναι ὕστερον καὶ μετὰ χρόνους πολλοὺς ἀποβήσεται. [b 12] ἢ τὸ κέρδος ἤτοι ἡ ὠφέλεια αὐτοῖς ἐπεγένετο εὐθύς, ἡ δὲ ζημία ὕστερον καὶ μετὰ χρόνους· οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, τὴν μὲν ἐκ τῆς ἀκρασίας ὠφέλειαν ἔχουσιν ἐν χερσί, τὴν δὲ ζημίαν ὕστερον παρακολουθοῦσαν· ἡ δὲ ἀκρασία ἐστὶ περὶ πάντων, ὅσων ὀρέγονται, ἤτοι ὁ χρημάτων ὀρεγόμενός ἐστιν ἀκρατὴς περὶ χρήματα καὶ ὁ τιμῆς ὀρεγόμενός ἐστιν ἀκρατὴς περὶ τιμήν.
[a 34] 那些若蒙受损失(亦即若被判处受罚),能够自自身推脱偿还与被索要从受害者处所得之物的人也行不义;或者由于旷日持久的拖延,亦即假若不能自自身抹去损失,至少能拖延并推迟在五年或六年过去之后才交出它;或者由于无资力而无可损失,因为针对无资力者不存在诉讼。 [a 36] 那些利益近在眼前(亦即唾手可得),而由于收取此物而产生的损失却远在天边的人也[行不义];亦即收益近在眼前(因为我已经占有了它),而打算因这笔利益将我拉上法庭的人却住在远方(亦即非洲),因此我或者预料他不会前来,或者经过长久岁月且迟缓地[前来]。 [b 1] 那些惩罚与利益不相称的人也行不义,他们从行不义中大获利益,却指望受极小的惩罚,例如僭主;因为他从僭主统治中大获利益,奴役国土与城邦,却指望受极小的惩罚;因为对他的惩罚不过是被逐出僭主之位。 [b 2] 那些不义之举乃是获取亦即获得重大赠礼,而对他而言损失不外乎责备与蒙受指责的人,也行不义。 [b 3] 还有那些不义之举会导向赞扬的人[也行不义]:例如假若我得知苏格拉底曾伤害过我的父亲或母亲,而我对苏格拉底行了不义,我因为了父母而对他行不义而受到赞扬;然而对于为了父母而对苏格拉底行了不义一事,摆在我面前的损失将是金钱,或者是逃亡或流放。 [b 6] 因为他们为了两者行不义,亦即为了赞扬也为了取得金钱,并且具有这两种状态,亦即倾向于两者(既倾向于赞扬也倾向于金钱);只是并非同一些人既倾向于金钱又倾向于赞扬。 [b 8] 因为猥琐者与豪爽者在性格上是相反的;豪爽者为了获得赞扬而行不义,猥琐者则为了获得金钱而行不义。只是并非同一些人就两者(亦即就金钱或赞扬)行不义,而是性格相反的人,亦即猥琐者与豪爽者[分别行不义],猥琐者就金钱[行不义],豪爽者就赞扬[行不义]。 [b 8] 屡次行不义者也行不义,因其习于不义。或者那些未被发觉者,亦即屡次行不义且未被发觉者,因天生善于隐藏而行不义。还有那些屡次行不义、虽被抓获却未受惩罚的人,由于从未因所行之事受过惩罚而行不义。 [b 9] 屡次受挫者,亦即多次企图行不义而未能得逞者,也行不义;因为正如在战事中,屡次冲向敌人而被打败的人并不甘心,而是重整旗鼓再次战斗;在摔跤者中,跌倒的人会再次向对手挑战摔跤以便重新摔跤;同样,这些人虽屡次受挫,却冲向行不义,指望有朝一日能成就此事。 [b 11] 凡有快乐者[也行不义]:亦即那些利益近在眼前的人也行不义,正如嫖妓者那样,利益立即且唾手可得,而由于被察觉和捕获而将降临于他们的痛苦与损害,则是在很久以后才会发生。 [b 12] 或者收益(亦即利益)立即可得,而损失则在日后且经过一段时间才发生;因为不能自制者便是如此,他们将出于缺乏自制而得的利益掌握在手,而损失则随之在后;而缺乏自制是就他们所渴望的一切事物而言的,亦即渴望金钱者在金钱上不能自制,渴望荣誉者在荣誉上不能自制。
- 1.0.12ἢ ἀναβολὴ χρόνιος, ἤτοι εἰ οὐ δύναται ἀφ’ ἑαυτοῦ ἀπορραπίσαι τὴν ζημίαν, κἂν ἵνα ἀναβάλληται καὶ ὑπερθήσει δοῦναι αὐτὸ
名词短语 ἢ ἀναβολὴ χρόνιος 是承接前文手段(或前一节末尾同类表述)的省略结构。在其后的解释分句中,κἂν ἵνα 带有让步或愿望色彩(“哪怕只是为了……”),其后并列了连接法 ἀναβάλληται 与将来时直陈法 ὑπερθήσει。
- 1.0.12πρόκειταί μοι ζημιωθῆναι χρήματα ἤτοι φυγὴν ἢ ἐξορίαν
动词 πρόκειται 支配不定式 ζημιωθῆναι,该被动态不定式保留了表示罚金与惩处内容的宾格 χρήματα,其后以选择关系并列了 φυγὴν ἢ ἐξορίαν。
