- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:68.12-69.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德《修辞学》第一卷第十二章的开篇(1372a5-33),详述了人们在何种条件下、针对何种对象,因自认为可以逃避发觉或惩罚而行不义。
12. Ταῦτα μὲν οὖν εἰσιν, ἤτοι τὸ ἡδύ, τὸ καλόν, τὸ τίμιον, ὧν χάριν ἀδικοῦσιν οἱ ἄνθρωποι· τίνας δὲ ἀδικοῦσι καὶ πῶς ἔχοντας αὐτούς, ῥητέον. [1372 a 5] ἀδικοῦσι καὶ ἁρπάζουσι τὸ πρᾶγμα ἐκεῖνο, ὃ δυνατόν ἐστιν ἀνυσθῆναι παρ’ ἑαυτῶν ἢ ὃ εἰ πράξουσι λάθωσιν, ὅτι τοῦτο διεπράξαντο, ἢ εἰ μὴ λάθωσιν ὡς διαπραξάμενοι τοῦτο τὸ ἀδίκημα, οὐκ ἂν δώσουσιν ὑπὲρ τούτου δίκας, ἢ εἰ καὶ δώσουσιν, ἀλλ’ οὖν ἐλάττω κατὰ πολὺ τὴν ζημίαν καὶ τὴν δίκην εἶναι τοῦ κέρδους1 τοῦ ἐπιγινομένου ἢ ἑαυτοῖς ἢ τοῖς φίλοις ἢ τοῖς τέκνοις, ὧν κήδονται, ἐκ τοῦ ποιῆσαι τουτὶ τὸ ἀδίκημα. [a 9] ταῦτα γὰρ τὰ δυνατὰ καὶ τὰ ἀδύνατα ὡς τελικὰ κεφάλαια κοινά εἰσι τῶν λόγων πάντων ἤτοι τοῦ δικανικοῦ, τοῦ συμβουλευτικοῦ καὶ τοῦ πανηγυρικοῦ. οὗτοι δὲ οἴονται ἀδικῆσαι καὶ μὴ ζημιωθῆναι οἱ δυνάμενοι εἰπεῖν ἤτοι οἱ κατὰ τὰς συνηγορίας δεινοί, καὶ οἱ πρακτικοὶ ἤτοι οἱ πολλὰ τοιαῦτα πράξαντες, καὶ οἱ ἔμπειροι πολλῶν ἀγώνων ἤτοι δικαστηρίων. [a 13] καὶ εἰ πλούσιοί εἰσιν ἢ πολύφιλοι, θαρροῦσι τῷ πλούτῳ ἢ τοῖς φίλοις καὶ ἀδικοῦσι θαρροῦντες δόσεσιν ἀθῳωθῆναι ἢ φίλων ἀξιώσεσι· καὶ μάλιστα, ἂν αὐτοὶ ὦσιν ἐν τοῖς εἰρημένοις, ἤτοι εἰπεῖν δυνάμενοι καὶ πρακτικοί, οἴονται ἀδικεῖν δύνασθαι. εἰ δὲ μή, ἤτοι εἰ δὲ μήτε εἰπεῖν εἰσι δυνάμενοι μήτε πρακτικοί, κἂν εἰ ἔχωσι φίλους τοιούτους ἤτοι δυναμένους εἰπεῖν καὶ πρακτικούς, ἢ κἂν φίλους τοιούτους οὐκ ἔχωσιν, ἀλλ’ ἢ ἐὰν ὦσιν ὑπηρέται καὶ δουλεύοντες τοῖς δυναμένοις εἰπεῖν καὶ πρακτικοῖς ἢ εἰσι κοινωνοὶ τοιούτων δυνατῶν εἰπεῖν. [a 17] ἀδικοῦσι καὶ εἰ φίλοι εἰσὶ τῶν ἀδικουμένων· θαρροῦσι γάρ, ὅτι, ἐπεὶ φίλος μού ἐστιν, οὐ θέλει φυλάττεσθαι, μή πως ἀδικηθῇ παρ’ ἐμοῦ, καὶ ῥᾳδίως αὐτὸν ἀδικήσω ὡς ἀφύλακτον μένοντα, καὶ ὅτι, εἰ ἀδικηθῇ, φθάσει προκαταλλαγῆναι καὶ σπείσασθαι αὐτῷ πρὸ τοῦ ἐξελθεῖν τὴν ὑπόθεσιν.2 [a 21] λανθάνουσι καὶ οἱ ἐναντίοι τοῖς ἐγκλήμασιν· οἷον εἰ ἔνδοξός τις κατηγορεῖ τινος πένητος ὡς αὐτὸν παίσαντος, ἀπίθανα δόξει λέγειν καὶ ἀδύνατα· καὶ ὁ αἰσχρὸς ἤτοι ὁ ἀειδὴς καὶ πτωχὸς (ἅμα τὰ δύο εἶπε) εἰ κατηγορηθῇ, ὡς ἐμοίχευσε τὴν δεῖνα, ἄπιστον δόξει· πῶς γὰρ ἠράσθη τοιούτου δυσειδοῦς ἅμα καὶ πτωχοῦ; [a 23] καὶ τὸ λίαν ἐν φανερῷ, οἷον ὃ ἐν χερσὶ κρατῶ ἀεί, οὐ φυλάττεται παρ’ ἐμοῦ, οἷον τὸ καλαμάριόν μου, καὶ διὰ τοῦτο ῥᾳδίως ἄν τις δυνηθῇ ἀφελέσθαι αὐτὸ παρ’ ὃ τὸν ἐγκεκρυμμένον θησαυρὸν καὶ φυλαττόμενον παρ’ ἐμοῦ ἐν ἀφανεῖ τόπῳ. [a 25] καὶ περὶ τὰ τοιαῦτα καὶ τηλικαῦτα ἀδικοῦσιν, ἃ μηδείς τις ἠδίκησε· καὶ τὸ οἷον ἐμίγη τις τεταριχευμένῳ σώματι. τίς γὰρ ἠθέλησεν ἀδικῆσαί με περὶ τὸ ὑπόδημα; εὐτελὲς ὂν τοιοῦτον καὶ διὰ τοῦτο ἀφύλακτον μένον ὡς εὐκαταφρόνητον ῥᾳδίως ἀφαιρεῖται παρὰ τοῦ ἀδικοῦντος. [a 28] ἀδικοῦσι καὶ οἱ μηδένα ἐχθρὸν ἔχοντες καὶ οἱ πολλούς· οἱ μὲν γὰρ ἤτοι οἱ πολλοὺς ἐχθροὺς ἔχοντες λανθάνουσι καὶ οὐ φαίνονται ἀδικῆσαι διὰ τὸ μὴ δοκεῖν μηδὲ ὅλως ἐπιχειρῆσαι ἀδικῆσαι ὡς φυλαττόμενοι παρὰ τῶν ἐχθρῶν, οἳ δὲ μὴ ἔχοντες ἐχθρὸν οἴονται λαθεῖν διὰ τὸ μὴ φυλάττεσθαι παρά τινος. [a 32] ἀδικοῦσι καὶ περὶ ἐκεῖνα, ἅ ἐστι ῥᾳδίως κρύψαι ἢ διὰ τὸ εἶναι σμικρά, ἢ τρόπος, ἢ ἔστι τρόπος τις κρύψεως ἤγουν τὸ πέμψαι αὐτὸ εἰς ἕτερον τόπον, ὡς μηδὲ γνωσθῆναι, τί ἐγένετο, ἢ τόπος ἤτοι τὸ κρύψαι αὐτὸ ἔν τινι τόπῳ εὐφυλάκτῳ καὶ κεκρυμμένῳ, ἢ διάθεσις εὔπορος ἤτοι μετὰ τὸ κλέψαι αὐτὸ διαθεῖναι καὶ ἀλλοιῶσαι καὶ μετασχηματίσαι, ὡς μηδὲ δοκεῖν ὁρώμενον, εἴ ἐκεῖνό ἐστι, διὰ τὸν μετασχηματισμόν. [a 33] ἀδικοῦσι καὶ ὅσοι μὴ λαθόντες δύνανται ἀφ’ ἑαυτῶν διῶσαι τὴν δίκην, οἷον εἰ ἱερώμενός ἐστιν, ἀποσείσει τὴν δίκην ἑλκόμενος εἰς ἀπρόσφορον δικαστήν. ἢ ἀναβολὴ χρόνιος, ἤτοι ποιεῖ ὑπερθέσεις καὶ ἀναβάλλεται τὸ δικαστήριον. ἢ διαφθείρει τοὺς κριτὰς χρήμασιν, ὡς μὴ δικάσαι δικαίως.
12. 于是,人们为了这些事物,亦即令人愉悦之物、高尚之物、有价值之物而行不义;然而他们对谁行不义,以及在受害者处于何种状态时行不义,则须予以说明。 [1372 a 5] 人们针对那能够由他们自己成就之事,或者针对那假若他们去行,其行了此事也不会被发觉之事,抑或假若行了这桩不义之举而未免被发觉,[他们认为]自己也不会为此承担惩罚,或者即使承担,损失和惩罚也远小于从行此不义中归于他们自身、或者归于他们所关心的朋友或子女的利益之事,去行不义并进行掠夺。 [a 9] 因为这些可能之事与不可能之事,作为终极要目,乃是所有言论亦即法庭演说、审议演说与节庆演说所共通的。而那些自认为能够行不义且不受惩罚者,是善辩之人,亦即精于法庭辩护者,以及讲求实干之人,亦即行过许多此类事务者,还有在许多争讼亦即法庭诉讼中经验丰富之人。 [a 13] 假若他们富有或多友,他们便仗恃财富或朋友,指望通过行贿或朋友的关说免受惩处而行不义;尤为甚者,假若他们自身属于前述之人,亦即善辩且实干者,他们便自认为能够行不义。否则,亦即假若他们既非善辩亦非实干,但只要他们拥有此类朋友,亦即善辩且实干的朋友,或者即使没有此类朋友,只要他们是善辩且实干者的仆从与侍奉者,抑或是此类善辩者的同伙,[也会去行不义]。 [a 17] 假若他们是不义受害者的朋友,他们也会行不义;因为他们确信:“既然他是我的朋友,他便不愿戒备以免受到我的任何不义对待,而在他保持毫无戒备之时,我便能轻易地对他行不义”;而且即使他受了不义对待,也会在案情公开之前先与其和好并达成和解。 [a 21] 那些与罪名相反之人也不会被发觉;例如,假若某个显要之人指控某个穷人殴打了他,这会被认为说得不可信且不可能;假若一个丑陋者,亦即相貌奇丑且贫穷之人(他同时说了这两点)被指控与某某妇人通奸,这将被视为令人难以置信;因为怎么会有人爱上如此相貌丑陋同时又贫穷的人呢? [a 23] 还有那过于公开之物,例如我始终拿在手中的东西,并不被我戒备,例如我的笔筒,因此比起被我藏在隐秘之处看管的财宝,任何人都能轻易地将它夺走。 [a 25] 他们还会就此类且如此重大以至无人曾就此行过不义的事务行不义;例如有人与防腐处理过的尸体交媾。因为关于我的鞋子,谁会想要对我行不义呢?因其如此卑贱,并因此作为微不足道之物而未被戒备,它便轻易地被行不义者夺走了。 [a 28] 毫无仇敌者与拥有众多仇敌者也行不义;因为前者,亦即拥有众多仇敌者,由于被仇敌所监视,从而显得根本不会企图行不义,以此不被发觉且不显出曾行不义;而没有仇敌者则自以为因未被任何人监视而不会被发觉。 [a 32] 他们也会就那些容易隐藏的财物行不义:或者因其细小,或者因方法,亦即有某种隐藏的方法,比如将其送往别处以至根本不知发生了何事,或者因地点,亦即将其藏在某个易于看守且隐秘的地方,或者因容易处置,亦即在偷窃之后将其处置、改变且改变形态,以至由于形态改变,即使被看见也不被认为是原物。 [a 33] 那些即便被发觉也能自行推掉诉讼的人也行不义:例如假若他是祭司,他会在被带至不合适的法官面前时摆脱诉讼。或者由于旷日持久的拖延,亦即制造推托并使法庭延期。或者用金钱收买审判官,使他们不作公正的判决。
- 1.0.12ἀλλ’ οὖν ἐλάττω κατὰ πολὺ τὴν ζημίαν καὶ τὴν δίκην εἶναι τοῦ κέρδους
不定式 εἶναι 置于条件从句(ἢ εἰ καὶ δώσουσιν)之后,构成了依赖于上下文所隐含的行为人判断/想法(补出如后文 a9 出现的 οἴονται 之类的心理动词)的宾格加不定式结构,即“[他们认为]损失与惩罚远少于所获利益”。
- 1.0.12φθάσει προκαταλλαγῆναι καὶ σπείσασθαι αὐτῷ πρὸ τοῦ ἐξελθεῖν τὴν ὑπόθεσιν
动词 φθάνω(将来时 φθάσει)后接不定式 προκαταλλαγῆναι 和 σπείσασθαι,表示“抢先/先行”之意,即“在事情公开(闹上法庭)之前先一步与其和解并达成休战”。古典希腊语中 φθάνω 通常接分词,此处则支配不定式作为补足成分。
