← 佚名

亚里士多德《修辞学》佚名评注

§66.35-68.11

学习、行善、摹仿与自爱带来的快乐

本节注解《修辞学》卷一第11章,阐释了由习惯带来的过度、学习、行善、摹仿、自爱、统治、从事自身最擅长之事以及滑稽事物产生快乐的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.11#3

[a 26] τὸ γὰρ αὐτὸ ἤτοι τὸ μεταβάλλειν ἀεὶ καὶ συχνότερον εἰς τὸ αὐτὸ ποιεῖ ἐν αὐτῷ ὑπερβολὴν τῆς ἕξεως ἐκείνου τοῦ εἰς ὃ μεταβάλλει τῆς καθεστώσης καὶ ἐπιγινομένης αὐτῷ ἐκ τῆς συχνοτέρας μεταβολῆς·1 λαμβάνει γὰρ ἕξιν ἐκ τούτου αὐτοῦ. [a 28] ἀλλὰ καὶ τὰ διὰ χρόνου ἐπικτώμενά τινι ἡδέα εἰσίν. [a 33] ἐν δὲ τῷ μανθάνειν ἐπιγίνεται τὸ καθίστασθαι εἰς τὸ κατὰ φύσιν ἤτοι εἰς τὴν γνῶσιν· ἐξ ἀγνοίας γὰρ εἰς τὴν γνῶσιν καταντῶμεν ἤτοι ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν. [a 35] τὸ μὲν γὰρ εὖ πάσχειν ἐστὶν ἡδὺ διὰ τὸ ἐπιτυγχάνειν, οὗ ἐπιθυμοῦσι, τὸ δὲ εὖ ποιεῖν ἡδύ ἐστι διὰ τὸ ἔχειν καὶ αὐτάρκη εἶναι ὡς καὶ διδόναι τοῖς ἄλλοις καὶ δοκεῖν ὑπερέχειν διὰ τὸ δύνασθαι καὶ ἄλλους εὐεργετεῖν, ὧντινων ἀμφοτέρων ἤτοι τοῦ ἔχειν καὶ τοῦ ὑπερέχειν ἐφίενται πάντες. [b 3] καὶ τὸ ἐπανορθοῦν τοὺς πλησίον σφάλλοντας ἡδὺ δοκεῖ τοῖς ἀνθρώποις· δοκεῖ γὰρ αὐτοῖς ἐν τῷ ἐπανορθοῦν εὖ ποιεῖν, τὸ δὲ εὖ ποιεῖν ἀγαθόν. [b 4] καὶ τὸ ἀποτελεῖν καὶ ἐκπληροῦν τὰ παρ’ ἄλλοις ἐλλιπῶς γινόμενα καὶ προστιθέναι, ὃ ἐκεῖνοι ἔλειψαν, ἡδὺ δοκεῖ, ὡς εἴ τις ὀρθώσει λόγον τινός. [b 7] ἀλλὰ καὶ τὰ μεμιμημένα εὖ ἡδέα. κἂν μὴ ἡδὺ ἐστιν αὐτὸ καθ’ αὑτὸ τὸ μεμιμημένον, ἥδεταί τις ἐπὶ τούτῳ· οἷον ὁ κοχλίας αὐτὸ καθ’ αὑτὸ ἡδὺ οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ὁ βάτραχος, ἀλλ’ ἐὰν ἴδω αὐτὰ ἐπὶ εἰκόνος ἐζωγραφημένα καὶ ἄκρως μεμιμημένα παρὰ τοῦ ζωγράφου, ἥδομαι καὶ συλλογισμὸς γίνεται ἤτοι καὶ συλλογίζομαι, ὅτι τοῦτο, τουτέστιν ὁ ἐζωγραφημένος βάτραχος, ἐκεῖνό ἐστιν ἤτοι ζῶν βάτραχος, διὰ τὴν ἄκραν μίμησιν· ὥστε ἐκ τοῦ θαυμάζειν συμβαίνει διεγερθῆναί με εἰς τὸ μαθεῖν τὴν ζωγραφικὴν τέχνην. [b 10] καὶ αἱ περιπέτειαι· εἶτα ἐφερμηνεύει, τίνες εἰσὶν αὗται, καί φησιν, ὅτι τὸ ἐκ τῶν κινδύνων σῴζεσθαι· ἡδεῖαι γοῦν καὶ αὗται. [b 18] ἐπεὶ δὲ πᾶν τὸ ὅμοιον καὶ συγγενές ἐστιν, ἅπας δὲ μᾶλλόν ἐστιν ἑαυτῷ ὅμοιος καὶ συγγενὴς παρ’ ὃ ἑτέρῳ τινί,2 διὰ τοῦτο ἅπας αὐτὸς ἑαυτὸν ἀγαπᾷ καὶ ἡδὺ νομίζει καὶ φίλαυτος γίνεται· [b 20] τὰ γὰρ τοιαῦτα ἤτοι τὸ ὅμοιον καὶ τὸ συγγενὲς πρὸς ἑαυτὸν βλέπει ταῦτα μᾶλλον ὑπάρχοντα· ἕκαστος γάρ ἐστιν ἑαυτῷ ὅμοιος καὶ συγγενὴς παρ’ ὃ ἑτέρῳ τινί. διὰ οὖν τοῦτο φιλοῦσι καὶ τοὺς κόλακας ὡς ἑαυτῶν ἐπαινέτας. ἀλλὰ καὶ ἐὰν ποιῇ τίς τι, ἐάσῃ δὲ τοῦτο ἐλλιπές, εἶτα ἐλθὼν ὁ Σωκράτης ἀποπληρώσῃ αὐτό, ὡς ἔργον αὑτοῦ οἴεται τοῦτο εἶναι, κἂν ἄλλος ἤρξατο τοῦτο ποιεῖν· ὅθεν καὶ ἥδεται ἐπ’ αὐτῷ. [b 26] ἀλλὰ καὶ ὁ σοφὸς ἡδὺ δοκεῖ· ἀρχικὸν γὰρ τὸ φρονεῖν ἤτοι τὸ σοφὸν εἶναι, ἐπεὶ καὶ τὸ ἄρχειν ἥδιστον. ἔτι ἐπεὶ οἱ ἄνθρωποι φιλότιμοι καὶ τὰς τιμὰς ἀγαπῶντες, ἡδὺ δοκεῖ αὐτοῖς καὶ τὸ ἐπιτιμᾶν καὶ μέμφεσθαι καὶ τοῖς πέλας ὡς μὴ κατορθοῦσιν εὖ, ὃ ἐπαγγέλλονται εἰδέναι· ἐκ τούτου γὰρ οἴονται ὑπεροχήν τινα ἔχειν πρὸς τοὺς ἐπιτιμωμένους. ἀλλὰ καὶ τὸ ἄρχειν ἡδύ ἐστιν αὐτοῖς. [b 30] καὶ τὸ ἐν ᾧ βέλτιστος δοκεῖ εἶναι, ἤτοι εἰ καὶ πολλά τις ἔχει ἐπιτηδεύματα, οἷον εἰ καὶ ῥήτωρ ἐστὶ καὶ γεωμέτρης καὶ γραμματικός, εὐδοκιμεῖ δὲ τῇ γεωμετρίᾳ καὶ κρείττων ἐστὶν αὐτὸς ἑαυτοῦ3 κατὰ ταύτην, ἐνταῦθα βούλεται διατρίβειν ἀεὶ ἤτοι περὶ τὰ γεωμετρικά, ἐν οἷς καὶ τὸ ὑπερέχειν τῶν ἄλλων ἔχει. καὶ ἐπὶ τούτῳ σπουδάζει ἕκαστος, ἵνα καὶ ὅπου αὐτὸς ἑαυτοῦ κρείττων φαίνηται, νέμων καὶ καταναλίσκων ἐνταῦθα τὸ πλεῖστον μέρος τῆς ἡμέρας. [b 35] ἀνάγκη καὶ τὰ γελοῖα ἡδέα εἶναι, εἴτε ἄνθρωπός ἐστι γελοῖος, ὡς ὁ πίθηκος καὶ τὸ ἔργον αὐτοῦ τοῦ πιθήκου γελοῖόν ἐστιν, εἴτε λόγος ἐστὶ γελοῖος.

[a 26] 因为同样的事情,亦即始终且更为频繁地转变到同一状态,会在他身上造成那他所转变到的状态之品质的过度,即由更为频繁的转变所确立并在他身上附带产生的品质;因为正是由此他获得了某种品质。[a 28] 但是,人在隔了一段时间之后所获得的事物也是令人愉悦的。[a 33] 而在学习中,则附带产生向顺应本性之状态亦即知识的确立;因为我们从无知到达知识,亦即从违背本性达到顺应本性。[a 35] 因为受人善待之所以令人愉悦,是由于获得了所欲望的事物;而行善之所以令人愉悦,则是由于拥有充足之物并自足,以至于也能给予他人,并且由于能够造福他人而显现为优越;这两者亦即拥有充足之物与优越,是所有人都渴求的。[b 3] 纠正犯错的邻人,在人们看来也是令人愉悦的;因为他们在纠正时认为自己是在行善,而行善乃是一件善事。[b 4] 成就并补足他人未完成之事,并添上他们所遗漏的东西,也显得令人愉悦,正如某人纠正他人的言论一样。[b 7] 但被巧妙摹仿之物也是令人愉悦的。即便被摹仿之物本身并不令人愉悦,人们也会为此感到快乐:例如蜗牛本身并不令人愉悦,青蛙亦然,但若我看见它们被画在图像上,且被画家极为逼真地摹仿出来,我便感到快乐,并且产生了一种推论,亦即我推论道:由于逼真的摹仿,这个即画中的青蛙乃是那个即活的青蛙;以至于因惊叹而使我受到激励去学习绘画技艺。[b 10] “以及险象环生”;随后他解释这些是什么,并说这是指从危险中获救;无论如何,这些也是令人愉悦的。[b 18] 既然凡相似与同族之物皆〔令人愉悦〕,而每个人相比于任何其他人对自己而言更为相似与同族,因此每个人都爱自己,认为自己是令人愉悦的,并成为了自爱者;[b 20] 因为他看到此类事物,亦即相似与同族,更多地属于自身;因为每个人相比于任何其他人对自己而言更为相似与同族。因此他们也喜爱谄媚者,视其为自身的赞美者。不仅如此,假若某人制作了某物却留下了残缺,随后苏格拉底走来将其补全,即便别人先开始制作此事,他也认为这是自己的成果;由此他也为此感到快乐。[b 26] 但明智者也显得令人愉悦;因为拥有明智亦即身为智者是具有支配性的,毕竟统治也是最令人愉悦的。此外,既然人们好名且喜爱荣誉,指责和挑剔邻人未能很好地做成他们声称通晓之事,在他们看来也是令人愉悦的;因为由此他们认为自己相比于被挑剔者拥有某种优越。但统治对他们而言也是令人愉悦的。[b 30] “以及在自认为最优秀的事情上”;也就是说,假若某人有许多专长,例如他既是修辞家、又是几何学家和文法学家,但在几何学上声誉卓著,且在这方面超越了平时的自己,他便希望始终流连于此,亦即流连于几何学事务中,在其中他也享有超越他人的优越。每个人都热心于此,即自己表现得超越平时的自己之处,将一天的大部分时间投入并消耗于此。[b 35] 滑稽可笑的事物必然也是令人愉悦的,无论是一个人滑稽可笑(如同猿猴及该猿猴的举止是滑稽可笑的),还是言论滑稽可笑。

语法注3 条
  1. 1.0.11τῆς καθεστώσης καὶ ἐπιγινομένης αὐτῷ ἐκ τῆς συχνοτέρας μεταβολῆς

    限定修饰成分,在性数格上与前面的属格短语 τῆς ἕξεως 一致;二者被中间插入的短语 ἐκείνου τοῦ εἰς ὃ μεταβάλλει 隔开(远隔修饰/超序法)。

  2. 1.0.11παρ’ ὃ ἑτέρῳ τινί

    表示比较的前置词短语 παρ' ὅ 与与格 ἑτέρῳ τινί 连用,意为“相比于任何其他人”,与前面的 ἑαυτῷ 构成对比。

  3. 1.0.11κρείττων ἐστὶν αὐτὸς ἑαυτοῦ

    带有反身代名词属格的比较结构,为固定习语,表示“胜过平时的自己”或“相比于自己在其他领域的状态表现最优秀”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:66.35-68.11