- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:65.16-66.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于亚里士多德《修辞学》第一卷第十一章,解释了回忆与期望中的快乐、愤怒与复仇、对缺席所爱之人的思慕、荣誉、习惯及变化带来快乐的原因,并对相关文句进行了词义训诂。
[b 4] “ἀλλ’ ἡδύ τι σωθέντα μεμνῆσθαι πόνων”, Εὐριπίδου τὸ ῥητόν· καὶ τὸ “μετὰ γάρ τε 〈καὶ〉 ἄλγεσι τέρπεται ἀνήρ” ἐκ τῆς Ὀδυσσείας εἴληπται. τὰ δὲ ἐλπιζόμενα δοκοῦσιν ἡδέα, εἴ γε φαίνονται μεγάλα δυνάμενα ὠφελεῖν, ὅτε τὰ παρόντα γένωνται, ἢ κἂν μὴ μεγάλως δύνανται ὠφελεῖν, ἀλλ’ οὖν ἵνα δύνωνται ὠφελεῖν ἄνευ λύπης ἤτοι ἀλύπως· κἂν μὴ ἡδονή τις μεγάλη ἐκ τούτου γίνηται, ἀλλὰ κἂν εἴη μικρὰ ἢ ἄλυπος. [b 9] ὅλως δὲ ὅσα παρόντα εὐφραίνουσι, ταῦτα ἐλπιζόμενα καὶ μεμνημένα εὐφραίνουσιν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ ὁ ὀργιζόμενος ἥδεται ἢ μεμνημένος, ὅπως ἐκόλασε τὸν λυπήσαντα, ἢ ἀνατυπῶν, πῶς μέλλει κολάσαι αὐτόν· ἀλλὰ καὶ ὅτε κολάζει αὐτόν, ἥδεται· ὥστε ἐπεὶ ὁ ὀργιζόμενος ἥδεται ἢ ἐν τῷ μεμνῆσθαι ἢ ἀνατυποῦν, ἃς μέλλει ἐπάξαι κολάσεις αὐτῷ, λοιπὸν ἀσθενέστερος ἔσται τοῦ ὀργιζομένου ὁ κολασθησόμενος· [b 12] οὐδεὶς γὰρ ὀργίζεται, ὃν οὐ δύναται τιμωρῆσαι.1 ἀλλὰ καὶ τοῖς πολὺ οὖσιν ὑπὲρ αὐτὸν ἢ οὐδ’ ὅλως ὀργίζεται ἢ ἧττον ἤτοι μικρῶς. [b 20] ἐν ἅπασι γὰρ τοῖς τοιούτοις, καὶ ἐν τῷ γράφειν περὶ τοῦ ἐρωμένου καὶ ποιεῖν τι, μεμνημένοι αὐτοῦ οἴονται οἷον αἰσθάνεσθαι ἤτοι δοκοῦσιν ὁρᾶν αὐτόν. καὶ ἀρχὴ τοῦ ἔρωτος γίνεται, ὅταν μὴ μόνον χαίρωσιν ἐν τῷ παρεῖναι τὸν ἐρώμενον, ἀλλὰ καὶ μεμνημένοι αὐτοῦ ἀπόντος, ὃ δὴ καὶ πόθος λέγεται. [b 24] διὸ καὶ ὅταν λύπη προσγίνηται τῷ ἐρῶντι ἐν τῷ μὴ παρεῖναι τὸν ἐρώμενον καὶ ὁρᾶν αὐτὸν καὶ ἐν οἷς πενθεῖ καὶ θρηνεῖ ἥδεται. λυπεῖται μὲν ἐπὶ τῷ μὴ ὑπάρχειν τὸν ἐρώμενον, ἥδεται δὲ ἐν τῷ δοκεῖν ὁρᾶν ἐκεῖνον καὶ μεμνῆσθαι αὐτοῦ. τὸ δὲ [b 28] “ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο” περὶ Ἀχιλλέως ὁ Ὅμηρος εἴρηκεν· εἰ γὰρ λυπηρὸν τὸ ἀποτυγχάνειν τοῦ τιμωρῆσαι τὸν λυπήσαντα, τὸ τυγχάνειν τοῦ τιμωρῆσαι αὐτὸν ἡδύ. τὸ [b 31] τιμωρούμενοι ἀντὶ τοῦ τιμωροῦντες ἐκληπτέον.2 [b 34] οὗ πάντες ἀντὶ τοῦ ἥστινος τῆς ὑπεροχῆς ἔχουσι πάντες ἐπιθυμίαν. [1371 a 2] ἀστραγάλισίς ἐστι τὸ παίζειν κύτζια. [a 3] ἐσπουδασμένη ἐστὶ παιδιὰ τὰ κυνηγέσια. [a 8] καὶ ἡ τιμὴ ἥδιστον δοκεῖ διὰ τὸ φαντάζεσθαι τὸν τιμώμενον ὅτι ‘διὰ τοῦτο τιμῶμαι, διότι τοιοῦτός εἰμι, οἷος ἐστιν ὁ σπουδαῖος καὶ ἀγαθὸς ἀνήρ’. [a 10] καὶ μᾶλλον, ὅταν πολλοί, οὓς οἴεται φιλαλήθεις εἶναι, φῶσιν αὐτὸν ἀγαθὸν εἶναι, ἥδεται. τοιοῦτοι δέ εἰσιν οἱ δοκοῦντες αὐτῷ ἀληθεύειν οἱ ἐγγὺς ἤτοι οἱ γείτονες· οὗτοι γὰρ μᾶλλον παρ’ ὃ οἱ πόρρω,3 εἰ λέγουσι περὶ αὐτοῦ τι ἀγαθόν, δοκοῦσιν αὐτῷ ἀληθεύειν ὡς γινώσκοντες τὰ αὐτοῦ· [a 13] μᾶλλον γὰρ εἰκὸς ἀληθεύειν τοὺς εἰρημένους ἤτοι τοὺς φρονίμους καὶ γείτονας καὶ συνήθεις παρὰ τοὺς ἐναντίους ἤτοι τοὺς ἄφρονας καὶ πόρρω· [a 14] ἐπεὶ οὐδεὶς φροντίζει τιμηθῆναι ἢ δοξασθῆναι παρὰ παιδίων ἢ θηρίων, ὧν κατὰ πολὺ καταφρονεῖ, ὅσον ἐπὶ τῷ κτήσασθαι δόξαν ἀπ’ αὐτῶν· ἀλλ’ ἐάνπερ οὐ καταφρονῇ αὐτῶν, οὐ διὰ τὸ τιμηθῆναι ἀπ’ αὐτῶν τούτου χάριν οὐ καταφρονεῖ, [a 16] ἀλλὰ δι’ ἄλλο τι, ἢ τῷ φοβεῖσθαι τὸν παῖδα ὡς βασιλέως υἱὸν ἢ τῷ ἐλπίζειν φαγεῖν αὐτὸν τὸ θηρίον. [a 21] ἀλλὰ καὶ τὸ ἀγαπᾶσθαι ἡδὺ δοκεῖ, διότι οἴεται ὁ ἀγαπώμενος, ὡς ὑπάρχει αὐτῷ τι ἀγαθόν, οὗ πάντες ἐφίενται. καὶ τὸ θαυμάζεσθαι ἡδύ, διότι ὁ θαυμαζόμενος ἐπαινεῖται. [a 24] ἡδὺ δοκεῖ καὶ τὸ τὰ αὐτὰ πράττειν πολλάκις· ἡ γὰρ συνήθεια ποιεῖ αὐτὸν ἥδεσθαι ἐν τῷ ποιεῖν αὐτό. [a 25] ἀλλὰ καὶ ἡ μεταβολὴ ἡδὺ καὶ τὸ μεταβάλλειν ἀπὸ ἑτέρου τόπου εἰς ἕτερον ἢ τὸ μεταβάλλειν τὴν δίαιταν· καθ’ ὅσον γὰρ μεταβάλλει, οἴεται γίνεσθαι αὐτῷ μεταβολὴν καὶ ἔκτασιν εἰς φύσιν ἤτοι εἰς τὸ κατὰ φύσιν, ἐπεὶ καὶ ἡ ἡδονὴ ἀθρόα κίνησίς ἐστιν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν.
[b 4] “但获救之人回忆辛劳实乃乐事”,这是欧里庇得斯的名言;而“人在事后即便对痛苦亦感欢愉”则出自《奥德赛》。另一方面,所期望之事若显现为在成为眼前之事时能够带来巨大的益处,或者即便不能带来巨大的益处,但至少能够无痛地、亦即不带痛苦地带来益处,便显得令人愉悦;即便由此并未产生巨大的快乐,但只要是微小的或无痛的即可。[b 9] 总的来说,凡在眼前时令人喜悦的一切事物,在被期望与被回忆时通常也令人喜悦。因此,发怒者或者在回忆起自己如何惩罚了令其痛苦之人时感到快乐,或者在心中描摹自己将如何惩罚他时感到快乐;不仅如此,在惩罚他时他也感到快乐。因此,既然发怒者或者在回忆中、或者在心中描摹将要加诸其身的惩罚中感到快乐,那么将要受惩罚之人理所当然弱于发怒者。[b 12] 因为没有人会对自知无法惩罚的人发怒;相反,对于远高于自己的人,他或者完全不发怒,或者程度较低,亦即微弱地发怒。[b 20] 因为在所有此类事情中,无论是在写下关于所爱之人的文字还是做某事时,人们在回忆他时都认为自己仿佛感知到了他,亦即显得看见了他。而爱的开端产生于:人们不仅在所爱之人出现时感到欢喜,而且在对方缺席时回忆他也会欢喜,这确实被称为相思。[b 24] 因此,即使在所爱之人不在场且无法看见他而使爱者产生痛苦时,他在哀伤与痛哭之中也感到快乐。他固然因所爱之人不在场而痛苦,却在仿佛看见那人并回忆他的过程中感到快乐。[b 28] “他这样说,在众人心中唤起了悲泣之渴望”,这是荷马关于阿喀琉斯所说的话;因为若是未能惩罚令自己痛苦之人是痛苦的,那么成功惩罚他便是令人愉悦的。[b 31] 被动态形式的“惩处”应当理解为替代主动态的“惩处”。[b 34] “所有人对其”是用来替代“所有人对这一优越都抱有欲望”。[1371 a 2] 掷骨戏就是掷骰子。[a 3] 严肃的游戏是指狩猎。[a 8] 荣誉也显得最令人愉悦,这是因为受敬者表象道:“我受此礼遇,乃因我是如庄重善良之人那般的人物”。[a 10] 当许多被他认为热爱真理的人说他是善良之人时,他越发感到快乐。在他看来讲真话的这类人是身边之人亦即邻人;因为若他们说关于他的善事,在他看来比远方之人更显得讲真话,因为他们知晓他的底细。[a 13] 相比于相反之人(亦即愚蠢者与远方之人),前述之人(亦即明智者、邻人与熟人)讲真话乃是更为合理的。[a 14] 因为没有人会在意受到孩童或野兽的尊崇或称赞——就从他们那里获得声誉而言,人们极大地鄙视他们;然而假若某人并不鄙视他们,他并不是为了从他们那里获得敬重才不加鄙视,[a 16] 而是因某种别的原因:或者因惧怕那孩子作为君王之子,或者因料想那野兽会吞噬自己。[a 21] 此外,被爱也显得令人愉悦,因为被爱者认为自己具备某种众人皆渴求的善好。被钦慕也是令人愉悦的,因为被钦慕者受到了赞美。[a 24] 经常做同样的事情也显得令人愉悦;因为习惯使他在做此事时感到快乐。[a 25] 但变化也是令人愉悦的,无论从一处迁至另一处,还是改变养生法;因为在发生改变的限度内,他认为自己正发生向着本性、亦即向着顺应本性之状态的转变与伸展,毕竟快乐也就是从违背本性向顺应本性的整体运动。
- 1.0.11οὐδεὶς γὰρ ὀργίζεται, ὃν οὐ δύναται τιμωρῆσαι
关系代词 ὃν 是从属节中不定式 τιμωρῆσαι 的直接宾语(宾格),并作为主句动词 ὀργίζεται 所针对的省略先行词。整个句式表达“没有人会对自知无法惩罚的人发怒”。
- 1.0.11τιμωρούμενοι ἀντὶ τοῦ τιμωροῦντες ἐκληπτέον
注疏者对亚里士多德原文中的中动/被动态分词 τιμωρούμενοι 进行了语法训诂,指出应当作主动分词 τιμωροῦντες(惩处)之意来理解。ἀντὶ τοῦ 表示“替代……”。
- 1.0.11οὗτοι γὰρ μᾶλλον παρ’ ὃ οἱ πόρρω
文本中的 παρ’ δ 应解读为抄本讹误(对应 παρ' οὓς 或 παρ' ὃ)。介词 παρά(支配宾格)与比较级 μᾶλλον 连用,构成比较的基准(“相较于远方之人”)。
