- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:63.35-65.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《修辞学》第一卷第11章(1369b33–1370b7),阐明快乐与痛苦的定义、习惯之乐、无理性欲望与伴随理性欲望的区分,以及通过感觉、表象、记忆与期望产生快乐的机制。
11. Ἡδονή ἐστι κίνησις τῆς ψυχῆς καὶ ἀθρόα καὶ αἰφνίδιος κατάστασις αἰσθητὴ εἰς τὴν ὑπάρχουσαν φύσιν ἤτοι εἰς τὴν κατὰ φύσιν· ὅταν γὰρ πεινᾷ τις, εἶτα ἐσθίῃ καὶ ἀναπληροῖ τὴν γαστέρα βρωμάτων, ἀθρόως ἥδεται ὡς κινούμενος εἰς τὸ κατὰ φύσιν καὶ ἀνελλιπές, οὐχὶ ἀνεπαισθήτως δὲ κινεῖται, ἀλλ’ αἰσθάνεται τῆς ἀναπληρώσεως. ἐπὶ δὲ τῆς αὐξητικῆς κινήσεως οὐχ ἡδόμεθα, διότι ἀνεπαισθήτως κινούμεθα εἰς αὔξησιν. λύπη δέ ἐστιν ἡ εἰς τὴν παρὰ φύσιν κίνησις· παρὰ φύσιν δὲ κινεῖται, ὅταν ἡ γαστὴρ βρωμάτων ἐνδεὴς γένηται καὶ λυπῆται τὸ ζῷον. [b 35] εἰ δή ἐστιν ἡδονὴ τὸ τοιοῦτον ἤτοι ἀθρόα κατάστασις ἡ εἰς τὴν κατὰ φύσιν, λοιπὸν καὶ ἡδύ ἐστι τὸ ποιητικὸν τῆς τοιαύτης διαθέσεως· καὶ μάλιστα ἥδονται τὰ ζῷα, ὅταν λάβωσι τὴν ἑαυτῶν φύσιν, οἷον εἰ ὑγροτέρας ὂν κράσεως ξηρότερον γένηται, λυπεῖται, ἐὰν δὲ ἢ διὰ διαίτης ὑγρᾶς ἢ λουτροῦ λάβῃ τὴν κατὰ φύσιν κρᾶσιν, ἥδεται, ἢ ἐὰν ἔθος ἔχῃ τις λούεσθαι, λυπεῖται ἀποκοπῇ τοῦ ἔθους, εἰ δὲ πάλιν ποιήσει, ὃ ἔχει ἔθος, ἥδεται. [1370 a 10] καὶ αἱ ἀνάγκαι οἷον αἱ ἐπιμέλειαι καὶ αἱ σπουδαὶ λυπηραὶ ὡς βίαιοι· πᾶν γὰρ πρᾶγμα ἀναγκαῖον καὶ βίαιον λυπηρόν. τοῦτο δὲ παρέφρασεν ὁ Ἀριστοτέλης ἐκ τοῦ Εὐριπίδου λέγοντος “πᾶν τ’ ἐξ ἀνάγκης δοῦλον ἔσται τοῖς σοφοῖς”. ἐὰν δὲ ἔθος ἔχῃ τις κοπιᾶν, ἡδὺ δοκεῖ αὐτῷ ὁ κόπος. [a 16] καὶ ἅπαν ἐστὶν ἡδύ, οὗτινος ἐνῇ καὶ ἐνυπάρχει ἐπιθυμία καὶ ὄρεξις. ἄλογοι ἐπιθυμίαι εἰσίν, ὅσων ἐπιθυμοῦσί τινες μὴ ὑπολαβόντες μηδὲ λογισάμενοι ὠφέλειάν τινα μηδὲ κέρδος ἐκ τῆς ἀναπληρώσεως τῆς τοιαύτης ἐπιθυμίας. [a 20] εἰσὶ δὲ τοιαῦται ἄλογοι αἱ φυσικαὶ καὶ αἱ διὰ σώματος, οἷον ἡ δίψα καὶ ἡ πεῖνα ποιεῖ ἐπιθυμίαν τῆς τροφῆς, καὶ ὁ πεινῶν φαγὼν οὐδὲν ἄλλο σπουδάζει ἢ τὸ ἐμπλῆσαι τὴν γαστέρα. εἰ δὲ καὶ ὠφέλειά τις αὐτῷ μέλλει ἐπιγίνεσθαι ἐκ τούτου, οὐκέτι λογίζεται. καὶ ἐν ἑκάστῳ εἴδει τροφῆς παρακολουθεῖ ἄλλο καὶ ἄλλο εἶδος ἐπιθυμίας καὶ ἐν τοῖς ἀφροδισίοις ἄλλη. [a 25] μετὰ λόγου δὲ ἐπιθυμίαι, ὅσων ἐπιθυμοῦσί τινες ἐκ τοῦ λογίσασθαι καὶ πεισθῆναι, ὅτι μέλλουσι παθεῖν τι ἀγαθόν· πολλὰ γάρ τινες ἐθεάσαντο ἢ ἤκουσαν καὶ προσελογίσαντο ὠφεληθῆναι ἐκ τοῦ τούτων ἐπιθυμῆσαι καὶ ἐπείσθησαν ὠφεληθῆναι καὶ διὰ τοῦτο καὶ ἐπεθύμησαν. [a 27] ἐπεὶ δὲ τὸ ἥδεσθαι ἐπιγίνεται ἐκ τοῦ αἰσθάνεσθαι1 — εἶδε γὰρ καὶ ἡ αἴσθησις καὶ ὃ εἶδε παρέπεμψε τοῦτο τῇ φαντασίᾳ, εἶτα ἐν τῇ φαντασίᾳ ὂν ἀεὶ φαντάζομαι καὶ διανοοῦμαι τοῦτο καὶ μεμνημένος ἥδομαι, οἷον ἤκουσά τι καὶ παρεπέμφθη τοῦτο τῇ φαντασίᾳ καὶ φανταζόμενος καὶ ἐλπίζων τοῦτο γενέσθαι ἥδομαι — ἐπεὶ δὲ τὸ ἥδεσθαι γίνεται ἐκ τοῦ αἰσθάνεσθαι καὶ φαντάζεσθαι πάθος τι, ἤτοι ἢ γλυκὺ ἢ ἄλλο τι ἡδὺ ἢ ἐπαινετόν (ἔστι γὰρ καὶ λέγεται καὶ ἡ φαντασία αἴσθησίς τις ἀμυδρὰ καὶ ἀσθενής), καὶ διὰ τοῦτο κἂν τῷ μεμνημένῳ καὶ ἐλπίζοντι παρακολουθοίη φαντασία τις καὶ συναίσθησις, οὗ μέμνηται καὶ ἐλπίζει, καὶ διὰ τοῦτο μεμνημένοι τινὲς καὶ ἐλπίζοντες ἥδονται, ἐπείπερ αἴσθησιν ἔχουσι καὶ φαντασίαν, οὗ μέμνηνται καὶ ἐλπίζουσιν. [a 32] ὥστε ἀνάγκη ἥδεσθαί τινα ἢ ἐπὶ τοῖς παροῦσιν, εἴ γε αἰσθάνεταί τις καὶ φαντάζεται παρόντα ἀγαθά, ἢ ἐπὶ τοῖς γεγενημένοις ἤτοι παρελθοῦσιν ἐπιμεμνημένος αὐτῶν ἢ ἐπὶ τοῖς μέλλουσιν ὡς ἐλπίζων αὐτά. [b 1] τὰ γοῦν μνημονευτὰ ἡδέα εἰσὶν οὐ μόνον ὅσα ἦσαν ἡδέα καὶ ὅτε παρῆν, οἷον τὸ λαβεῖν με χρήματα ἡδὺ ἦν καὶ ὅτε ταῦτα ἔλαβον, ἀλλὰ καὶ καιροῦ πολλοῦ παραρρυέντος μεμνημένος,2 ὅτι ἔλαβον ἀπὸ τοῦ δεῖνος χρήματα ἥδομαι· ἀλλὰ καὶ ἔνια, ὅταν ταῦτα πάσχωμεν, οὐχ ἡδέα εἰσίν, ἀλλὰ τὸ ἐκ τούτων ἀποβησόμενον, εἰ ἀγαθὸν ἐστιν ἢ καλόν, ἥδομαι μεμνημένος ἐκείνων τῶν λυπηρῶν, ἀφ’ ὧν ἐπεγένετό μοι ἀγαθόν τι· οἷον τὸ δαίρεσθαι πικρόν ἐστι τότε, ὅτε δαίρομαι, ἀλλ’ εἰ μετὰ χρόνων παραδρομὴν ἐπηκολούθησέ μοι σοφία ἐκ τοῦ δαίρεσθαι ἀγαθὸν οὖσα, ἥδομαι μεμνημένος τῶν δαρμῶν ἐκείνων, ἐξ ὧν ἐπεγένετό μοι σοφία.
11. 快乐是灵魂的运动,是向现存本性、亦即向顺应本性的状态的、整体且突然的可感觉的复归。因为每当某人饥饿,随后进食并用食物填满胃时,由于他是作为向着顺应本性且无所欠缺的状态运动,便整体地感到快乐;他并非不可感觉地运动,而是感知到充实。但在生长的运动中我们并不感到快乐,因为我们是不可感觉地向着生长运动。而痛苦则是向着违背本性之状态的运动;当胃缺乏食物、动物受苦时,便是违背本性地运动。[b 35] 那么,如果快乐是这样的东西,即向着顺应本性之状态的整体复归,接下来,令人愉悦的事物也就是产生这种状态的东西。动物在恢复自己的本性时最为快乐;例如,若是处于较湿润混合状态的动物变得较干燥,便感到痛苦,但若通过湿润的养生法或沐浴而恢复了顺应本性的混合状态,便感到快乐;或者,若某人有沐浴的习惯,因习惯的中断便感到痛苦,但若再次做自己习惯做的事,便感到快乐。[1370 a 10] 强迫之事,如操心和劳苦,作为强制性的事物也是令人痛苦的;因为一切必然且强制的事情都是令人痛苦的。而亚里士多德是从欧里庇得斯所说的“对智者而言,出自必然的一切都将是奴隶”改述了这一点。但若某人有劳苦的习惯,劳苦对他而言便显得令人愉悦。[a 16] 凡是对其存在并内蕴着欲望与渴望的一切事物,都是令人愉悦的。无理性的欲望,是某些人在并未设想也未算计通过满足这种欲望会获得任何益处或收益的情况下所抱有的欲望。[a 20] 这种无理性的欲望是自然的和通过身体产生的欲望;例如干渴和饥饿产生对营养的欲望,而饥饿者在进食时除了填饱肚子别无所求。即使由此将对他产生某种益处,他也并不再加以算计。在每一种营养形式中都伴随着不同种类的欲望,在两性之事中也伴随另一种欲望。[a 25] 而伴随理性的欲望,则是某些人由于算计并确信自己将获得某种善好而抱有的欲望;因为某些人观看或听闻了许多事情,并推算通过渴望这些事情会得到益处,确信会得到益处,由此才产生欲望。[a 27] 既然感到快乐产生自感知——因为感觉既看见了事物,又把看见的事物送入表象,随后当它存在于表象中时,我便始终表象它并思索它,且在回忆中感到快乐;就如我听到了某事,此事被送入表象,我便在表象并希望其发生中感到快乐——既然感到快乐产生自感知并表象某种受动状态,即甘甜或某种其他令人愉悦或值得赞扬之事(因为表象也是且被称为一种模糊而微弱的感觉),因此对于回忆者和期望者而言,也伴随着对他所回忆和期望之物的某种表象与共同感知;由于这个缘故,某些人在回忆和期望时便感到快乐,因为他们对于自己所回忆和期望的事物抱有感觉与表象。[a 32] 因此,人必然或者对现在的事物感到快乐(如果某人确实感知并表象眼前的善好),或者对已发生的事物即过去的事物感到快乐(通过回忆它们),或者对未来的事物感到快乐(作为期望它们的人)。[b 1] 无论如何,被回忆的令人愉悦之事,不仅包括那些在出现时就是令人愉悦的事物——例如我获得金钱,不仅在我得到金钱时是令人愉悦的,而且在过去了许多时光之后,回忆起从某人那里得到金钱我仍感到快乐——而且也包括某些在我们承受它们时并不令人愉悦的事物;但若从这些事物中产生的结果是善好或高尚的,回忆起那些曾使我获得某种善好的痛苦之事,我便感到快乐。例如挨鞭打在挨打的当时是痛苦的,但若经过时光流逝之后,因挨打而使智慧作为一种善好伴随着我,那么回忆起那些曾使我产生智慧的鞭打,我便感到快乐。
- 1.0.11ἐπεὶ δὲ τὸ ἥδεσθαι ἐπιγίνεται ἐκ τοῦ αἰσθάνεσθαι
句首的原因从句 ἐπεὶ δὲ... 夹杂了长篇插入性说明(阐述从感觉走向表象、记忆与希望的过程),在破折号后以 ἐπεὶ δὲ τὸ ἥδεσθαι γίνεται... 再次重述恢复,最终引出主句 καὶ διὰ τοῦτο κἂν τῷ μεμνημένῳ...。
- 1.0.11ἀλλὰ καὶ ἔνια, ὅταν ταῦτα πάσχωμεν, οὐχ ἡδέα εἰσίν, ἀλλὰ τὸ ἐκ τούτων ἀποβησόμενον, εἰ ἀγαθόν ἐστιν ἢ καλόν, ἥδομαι μεμνημένος
此处出现破格句(anacoluthon):前半句以中性复数主语 ἔνια 搭配 οὐχ ἡδέα εἰσίν 开始,但随后由转折连词 ἀλλά 引出主格短语 τὸ ἐκ τούτων ἀποβησόμενον 之后,谓语结构突转为第一人称单数主动词 ἥδομαι,反映出语义上转向“若其结果是善好的,我回忆起那些痛苦便感到快乐”的思考逻辑。
