← 佚名

亚里士多德《修辞学》佚名评注

§62.13-63.34

依品质之行动的归结与各原因定义

注疏者论证了基于德性与恶德等品质的行动亦可归结为七种根本原因,考察了哪些偶性条件会影响人的品性,并解析了亚里士多德关于偶然、自然、习惯、推虑、惩治与报应以及功利的各项定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.10#4

ὁμοίως δὲ καὶ ὅσα πράττουσιν οἱ δίκαιοι καὶ οἱ ἄδικοι πράττουσι μὲν κατὰ τὰς ἕξεις, πλὴν ἐξετάσας αὐτοὺς εὑρήσεις ἢ δι’ ὄρεξιν ἢ δι’ ἔθος ἢ διὰ λογισμὸν χρηστὸν ἢ φαῦλον πράττοντάς τι· ταῦτα δὲ τῶν ἑπτὰ αἰτιῶν ἦσαν. [a 17] ἢ γὰρ διὰ λογισμὸν ἢ διὰ πάθος ὀρέξεως λογιστικῆς ἢ ἀλόγου ἤτοι διὰ θυμὸν καὶ ἐπιθυμίαν ἢ διὰ ζῆλον ἐπαινετόν· τοῦτο δηλῶν ἐπήγαγε [a 18] ‘πλὴν τῶν καθ’ ἕξεις πραττόντων οἱ μὲν πράττουσι δι’ ἔθος χρηστὸν καὶ λογισμὸν ἐπαινετόν, οἱ δὲ διὰ φαῦλον ἔθος καὶ λογισμὸν κακόν’. οἱ πλούσιοι διὰ τὴν ἐπιθυμίαν ἐπιθυμοῦσι τῶν μὴ ἀναγκαίων ἡδονῶν· [a 16] καὶ οἱ ἄλλοι οἱ λεγόμενοι πράττειν κατὰ τὰς ἄλλας ἕξεις ἤτοι σωφροσύνην ἢ ἀνδρείαν· διὰ ταῦτα πράττουσιν ἤτοι τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ οὐχὶ διὰ πλοῦτον ἢ πενίαν ἢ νεότητα ἢ γῆρας· ἢ γὰρ διὰ τὸν λογισμὸν ἤτοι διὰ τὸν λόγον τι πράττουσιν ἢ διὰ πάθος. πάθη εἰσὶν ἡ μεγαλοπρέπεια καὶ ἡ φιλοτιμία. ἀλλ’ οἱ μὲν πράττουσι δι’ ἦθος, οἷον εἴθισέ τις ποιεῖν τι καὶ ποιεῖ τοῦτο. πάθη χρηστά, τὴν φιλοτιμίαν φησί. [a 19] καὶ τὰ τοιαῦτα ταῖς τοιαῖσδε ἕξεσιν, οἷον τῇ σωφροσύνῃ ἀκολουθεῖ χρηστὴ ἐπιθυμία, ταῖς δὲ τοιαῖσδε ἕξεσιν, οἷον τῇ ἀκολασίᾳ, τὰ τοιάδε, φαῦλαι δηλονότι ἐπιθυμίαι. [a 25] εἰ μὲν γὰρ λευκὸς ἢ μέλας,1 ἤτοι οὐδὲν ὀφείλομεν θεωρῆσαι, τί ἀκολουθεῖ τῷ Σωκράτει ὡς λευκῷ ἢ μέλανι ἢ μεγάλῳ ἢ μικρῷ· ἀπὸ γὰρ τοῦ εἶναί τινα λευκὸν ἢ μέλανα οὐδεμία διαφορὰ τοῖς ἤθεσι θεωρεῖται τῶν ἀνθρώπων, ἀπὸ δὲ τοῦ εἶναι νέον ἢ πρεσβύτην ἢ δίκαιον ἢ ἄδικον μεγάλη διαφορὰ τοῖς ἤθεσι τῶν ἀνθρώπων ἐπιγίνεται. [a 28] καὶ ὅλως ὅσα ἀπὸ τῶν συμβαινόντων τὰ ἤθη τῶν ἀνθρώπων ποιοῦσι διάφορα, οἷον αἱ τοιαίδε ἢ τοιαίδε ἕξεις καὶ κράσεις, οἷον διοίσει τις ἐν τῷ δοκεῖν πλουτεῖν ἢ πένεσθαι· ὁμοίως δὲ καὶ ἡ εὐτυχία καὶ ἡ ἀποτυχία διάφορα τὰ ἤθη τῶν ἀνθρώπων ποιεῖ. [a 32] ὅσων δὲ ἡ αἰτία ἀόριστος καὶ μὴ ἕνεκά του γίνεται, ταῦτα γίνονται κατὰ τύχην (γράφεται καὶ ἕνεκα τούτου)· ὃ γὰρ γίνεται κατὰ τύχην, ἦν ἂν ἕνεκά του, εἰ σκοπὸν τοῦτο ἔθεμεν ποιῆσαι· οἷον εἰ εἰς τὴν ἀγορὰν ἀπελθὼν ὠνήσασθαι ἰχθὺν εὗρον τὸν χρεωστοῦντά μοι καὶ ἀπέδωκέ μοι τὸ χρέος, τοῦτο κατὰ τύχην, εἰ δὲ ἀπῆλθον εἰς τὴν ἀγορὰν διὰ τὸ ἐντυχεῖν τῷ χρεώστῃ καὶ ἐντυχὼν τῷ χρεώστῃ ἔλαβον τὸ χρέος, ἔστι τοῦτο ἕνεκά του· ἔστι γὰρ ἡ τύχη αἰτία τῶν κατὰ προαίρεσιν γινομένων ἐν τοῖς ἕνεκά του γινομένοις. [b 2] ἢ ὡσαύτως ἀποβαίνει. ἀεὶ γὰρ γενειῶσιν οἱ ἄνθρωποι ὡσαύτως ἤτοι κατὰ τὸν εἰκοστὸν πέμπτον ἐνιαυτόν. περὶ δὲ τῶν παρὰ φύσιν οὐ δεῖ ζητεῖν, εἴτε κατὰ φύσιν γίνονται εἴτε παρὰ φύσιν· πάντα γοῦν τὰ παρὰ φύσιν ὥρμηνται μὲν φύσει καὶ ἐκεῖθεν λαμβάνουσι τὴν ἀρχὴν τῆς κινήσεως, οὐ κατὰ σκοπὸν δὲ τῆς φύσεως ἀποβαίνουσιν, ἡ δὲ τύχη αἰτία ἐστὶ τῶν τοιούτων ἤτοι τῶν παρὰ φύσιν. [b 6] ἔθει δὲ ποιοῦσιν, ὅσα γίνονται διὰ τὸ πολλάκις πεποιηκέναι. διὰ λογισμὸν δέ, ὅσα γίνονται διὰ τὸ συμφέρον· τίνα δέ εἰσι τὰ συμφέροντα, ἔγνωμεν ἐκ τῶν εἰρημένων ἀγαθῶν· δοκοῦντα δὲ συμφέρειν ἢ ὡς τέλη ἢ ὡς συμβαλλόμενα πρὸς τὸ τέλος. [b 9] τινὰ δὲ ποιοῦσιν οἱ ἀκόλαστοι ὡς συμφέροντα αὑτοῖς εἰς τὸ οὗ ὀρέγονται, πλὴν πράττουσι ταῦτα οὐχ ὡς αὐτὰ καθ’ ἑαυτὰ συμφέροντα οὐδὲ δι’ ἑαυτὰ ἀλλὰ τὴν ἡδονήν.2 [b 12] ἡ μὲν κόλασις λέγεται ἐπὶ τοῦ πάσχοντος ὡς κωλύουσα τὴν ἄλογον ὁρμὴν αὐτοῦ, ἡ δὲ τιμωρία ἐστὶ τοῦ ποιοῦντος· δι’ αὐτὸ γὰρ τιμωρεῖ, ἵνα πληρώσῃ ἣν εἶχεν ὄρεξιν τοῦ ἀντιλυπῆσαι αὐτὸν τὸν ὀργιζόμενον. [b 16] ἡδὺ δοκεῖ καὶ τὸ ἐθιστόν, ὃ ἔχω ἔθος διαπράττειν. [b 18] ὅταν οὖν πράττωμέν τινα δι’ ἑαυτοὺς ἤτοι ὧν αὐτοί ἐσμεν αἴτιοι, ταῦτα ἢ ἀγαθά εἰσιν ἢ φαινόμενα ἀγαθά. [b 24] ἀγαθὸν δέ ἐστι καὶ ἡ τῶν κακῶν ἀποφυγὴ καὶ ἡ λῆψις τῶν ἐλαττόνων κακῶν ἀντὶ τῶν μειζόνων. [b 31] τοὺς δὲ ὅρους τοὺς νῦν λαμβανομένους οὐ δεῖ ἀπαιτεῖν αὐτοὺς εἶναι ἀναγκαίους καὶ οὐσιώδεις· ἀρκεῖ γάρ, ἂν σαφεῖς εἰσι, κἂν ἀκριβεῖς οὐκ εἰσιν.

同样,正义者与不义者所做的一切,虽说是依照品质而做,但若你考察他们,便会发现他们做某事或是出于欲求,或是出于习惯,或是出于善的或恶的推虑;而这些皆属于七种原因。 因为他们或是出于推虑,或是出于理性或非理性欲求的情感,即出于气魄与欲望,或是出于值得赞许的竞争心而行动;为了表明这一点,他补充道: “只是在依照品质行动的人中,有些人是出于良好的习惯与值得赞许的推虑而行动,另一些人则是出于恶劣的习惯与邪恶的推虑而行动”。 富人出于欲望而欲望非必需的享乐;而其他那些被称为依照其他品质即节制或勇敢行动的人也是如此;他们是出于这些,即气魄与欲望而行动,而不是出于财富、贫穷、年轻或年老。因为他们做某事或是出于推虑即理性,或是出于情感。宏大与爱荣誉皆属情感。然而有些人是出于品性而行动,例如某人习惯于做某事便做此事。他所谓的“善的情感”是指爱荣誉。 并且这类事情伴随这类品质:例如,良好的欲望伴随节制,而对于这般的品质如放荡,则伴随这般的事情,显然是恶劣的欲望。 因为若某人是白皙或肤黑,即我们绝不应当考察苏格拉底作为白皙者、肤黑者、身材高大者或矮小者会伴随什么;因为从一个人是白皙还是肤黑,观察不出人类品性有任何差异,但从年轻还是年老、正义还是不义,人类的品性便会产生巨大的差异。 总括而言,在偶性情境中凡能使人类品性产生差异者皆是如此,例如这般或那般的品质与体质;例如某人在看似富有或贫穷上会有所不同;同样,顺境与逆境亦使人类品性各不相同。 凡原因不确定且并非为了某一目的而发生的事情,皆是出于偶然发生(亦有写作“为了此事”的);因为出于偶然发生的事情,若我们曾将做此事定为目的,它原本会是为了某一目的的:例如我前往市集买鱼,遇到了欠我钱的人而他偿还了债务,这是出于偶然;但若我前往市集是为了遇见债务人,并且遇见债务人收回了欠款,这便是为了某一目的。因为偶然是在为了某一目的发生的事情中依抉择发生之事的原因。 “或者以同样的方式产生结果”。因为人类总是以同样的方式长出胡须,即大体在第二十五个年头。关于反乎自然的事情,无需探讨它们是依照自然还是反乎自然而发生;无论如何,一切反乎自然的事情虽由自然发动并从那里获得运动的始基,却未依照自然的目的产生结果,而偶然正是这类事情即反乎自然之事的原因。 人们出于习惯所做的,是因屡次施行而发生的事情。而出于推虑所做的,则是因合乎功利而发生的事情;何为有益之事,我们已从前述的诸善中知晓;即看似有益之事或是作为目的,或是作为促进目的的事物。 放荡者做某些事情,是视其有益于达到他们所欲求的目的,只是他们做这些事并非视其本身为有益,亦非为了事物自身,而是为了快乐。 惩治是对受苦者而言的,意在遏制其非理性的冲动;而报应则是为了施加者;因为他施行报应正是为了满足其自身因愤怒而欲回敬痛苦的欲求。 习惯之事亦看似令人快乐,即我惯常去做之事。 因此,当我们出于自身即由我们自身作为原因做某些事时,这些事若非真正的善,便是表面上的善。 规避恶事以及选取较小的恶以代替较大的恶,亦属善事。 对于如今所采用的诸定义,不应苛求它们必须是必然的和本质性的;因为只要它们清晰明白,即便不够严密,也已足够。

语法注2 条
  1. 1.0.10εἰ μὲν γὰρ λευκὸς ἢ μέλας

    条件从句中省略了主语和系动词(即省略了 τις ἔστιν),意为“因为若某人是白皙或肤黑”。紧随其后由 ἤτοι οὐδὲν ὀφείλομεν θεωρῆσαι... 引导的从句引出注释者的释义(“即……”),解释了外在偶性特征在考察人的品性时为何毫不相干。

  2. 1.0.10οὐδὲ δι’ ἑαυτὰ ἀλλὰ τὴν ἡδονήν

    在宾格 τὴν ἡδονήν 之前省略了介词 διά(或隐含了如 διώκοντες 之类的分词),与前面的 δι’ ἑαυτά 构成平行并列,意为“并非为了自身,而是为了[追求]快乐”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:62.13-63.34