- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:60.29-62.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者依照《修辞学》1368b33–1369a15的脉络,系统阐释了引发人类一切行动的七种原因(偶然、强力、自然、习惯、推虑、气魄与欲望)的划分体系,并阐明年龄与境遇(财富与贫穷)等附带因素最终皆可归结为这些根本原因的逻辑。
διὰ φύσιν, ὡς οἱ Αἰθίοπες Αἰθίοπας τίκτουσι τῇ φύσει· φύσει οὖν τὸ παῖδα ποιεῖν ὅμοιον ἑαυτῷ ὡς ἐπὶ τὸ πλεῖστον· καὶ ἕτερα δὲ πολλὰ κατὰ φύσιν πράττεται παρ’ ἡμῶν, ὡς τὸ πατέρας τιμᾶν, τὸ αἰδεῖσθαι καὶ ἄλλα. δι’ ἔθος, ὅτε τις ἐθισθεὶς ἐν ἀγορᾷ περιπατεῖν ἐρᾷ διατρίβειν καὶ ἐκεῖσε ἢ ἐν καπηλείῳ ἢ ἐν ἄλλοις τισὶ καὶ τούτων ἔχεται δι’ ἔθος. διὰ λογισμόν, ὁπότε καθ’ ἑαυτὸν ἐννοήσω ‘εἰ πόνοις ἐμαυτὸν ἐπιδώσω διὰ λόγους, φιλοσοφίας ἐπιτεύξομαι· εἰ ἐμπορικῶς σταλῶ θαλαττοπορῶν, πλουτήσω· εἰ φιλέρημος γενήσομαι καὶ φιλήσυχος, καθαρθήσομαι καὶ ἐλλαμφθήσομαι τὴν διάνοιαν’.1 [a 7] διὰ θυμὸν καὶ ὀργήν, ὅταν ἢ κολάζῃ τις ἢ τιμωρῇ, τὸ μὲν ὡς παιδεύων καὶ σωφρονίζων, τὸ δὲ ὡς ἐκπληρῶν τὴν ἐπιθυμίαν τοῦ θυμοῦ. δι’ ἐπιθυμίαν, ὅτε τις τὰ ἡδέα διώκει, ὁρατά, ὀσφραντά, γευστά, ἁπτά, ἀκουστά. ὅπερ οὖν ἔλεγον, πρῶτον εὑρίσκει ἀπὸ τῆς διαιρέσεως, ὅτι πάντα, ὅσα πράττουσί τινες, δι’ αἰτίας ἑπτὰ ποιοῦσιν, εἶτα λέγει κατ’ ἐκεῖνα ἀδικεῖν τινας, ὅσα δι’ ἑαυτοὺς πράττουσιν ἡδέων τινῶν ἐφιέμενοι, μετὰ ταῦτα διορίζεται, τίς ἐστιν ὁ τῆς ἡδονῆς ὅρος καὶ τότε λέγει ἡδέα τυγχάνειν τά τε ποιητικὰ αὐτῆς καὶ τὰ φθαρτικὰ τῆς λύπης καὶ ἄλλα τινά· καὶ οὕτως ἀκολούθως δεικνύει σοι, πόθεν κατασκευάσαι ἕξεις, ὅτι ὅδε ὀρεγόμενος τούτου καὶ ἐφιέμενος ἠδίκησεν. ὁρᾷς, ὅπως ἀναγκαία ἡ προθεωρία διὰ τὴν δεινότητα. ὅρα οὖν τὴν λέξιν, ὅρα δὲ καὶ τὴν διαίρεσιν. [1368 1368b33 33] οἱ πράττοντες ἢ δι’ ἑαυτοὺς πράττουσιν ἢ οὐ δι’ ἑαυτοὺς ἤτοι οὐ προαίρεσιν ἔχοντες τόδε πρᾶξαι, ὡς ὁ ῥίψας τὴν ἀσπίδα ὡς δειλὸς καὶ τυχὼν τοῦ πολεμίου καὶ νίκην ποιήσας. ἑκάτερον δὲ τῶν δύο μερῶν τῆς πρώτης διαιρέσεως ὑποδιαιρῶν πρῶτον ἴδε, εἰς τίνα τέμνεται τὸ οὐ δι’ αὑτούς· [b 34] τούτου οὖν ἤτοι τῶν οὐ δι’ αὑτοὺς πραττόντων τὰ μὲν διὰ τύχην πράττονται, τὰ δὲ ἐξ ἀνάγκης· τῶν ἐξ ἀνάγκης δὲ τὰ μὲν βίᾳ, τὰ δὲ φύσει. εἰρήκαμεν δὲ τούτων τὰ παραδείγματα ἐν τῇ ἀπαριθμήσει αὐτῶν καὶ οἷον προθεωρίᾳ· ὥστε ἐκ τοῦ ἑνὸς μέρους εὑρέθησαν τρία, ὅσα πράττουσί τινες οὐ δι’ αὑτούς. χρῄζει δὲ τῶν λεγομένων καὶ ἀκολουθεῖ ὁ ἀκροώμενος κατὰ μικρόν. τὰ μὲν ἀπὸ τύχης, τὰ δὲ φύσει, τὰ δὲ βίᾳ. ἴδε δὲ καὶ τὸ ἄλλο μέρος. [b 37] τῶν γὰρ δι’ ἑαυτοὺς καὶ ὧν αὐτοὶ αἴτιοι τὰ μὲν δι’ ἔθος πράττομεν ἐνεθισθέντες ἐκ βρέφους τῷ πράγματι καὶ ἀσπαζόμενοι ἐκεῖνο, ὁποῖον ἂν τύχοι, τὰ δὲ δι’ ὄρεξιν· τῆς δὲ ὀρέξεως ἡ μὲν λογιστικὴ ὄρεξις, ἡ δὲ ἄλογος. [1369 1369a2 2] καὶ ἡ μὲν λογιστικὴ ὄρεξις καὶ βούλησίς ἐστιν ἀγαθοῦ μετὰ λόγου ὄρεξις· οὐδεὶς γὰρ βούλεταί τι φαῦλον, ἀλλ’ ἢ ἀγαθοῦ καὶ τούτου ὀρέγεται.2 [a 4] ἄλογοι δὲ ὀρέξεις θυμὸς καὶ ὀργαὶ καὶ ἐπιθυμίαι. ὥστε ἐκ τῆς διαιρέσεως σύναξον, ὅτι πάντα, ὅσα πράττουσι, δι’ αἰτίας ἑπτὰ πράττουσι, διὰ τύχην, ὡς εἴρηται, διὰ βίαν, διὰ φύσιν, δι’ ἔθος, διὰ λογισμόν, δι’ ἐπιθυμίαν· [a 7] τὸ δὲ προσδιαιρεῖσθαι καὶ λέγειν, ὅτι καὶ καθ’ ἡλικίας πράττουσι νέοι ὄντες ἢ γέροντες ἢ καθ’ ἕξεις πράττουσι δικαιοσύνης ἢ ἀρετῆς ἢ κακίας (ἔχοντες γὰρ τὴν ἕξιν ἐκ τῶν καθ’ ἕκαστα πράττουσί τινες, ἃ πράττουσι), περιττόν ἐστι παντελῶς·3 ἀνάγονται γὰρ πάντα τὰ δι’ ἃ πράττουσί τινες εἰς ταῦτα. [a 9] εἰ γὰρ καὶ τοῖς νέοις συμβέβηκεν ἢ ὀργίλοις εἶναι ἢ ἐπιθυμητικοῖς, πάντα ταῦτα οὐ διὰ τὴν νεότητα ὡς αἰτίαν πράττουσί τινες, ὡς αἰτιῶν οὐσῶν τῆς πλουσιότητος καὶ τῆς πενίας.4 ἀλλὰ διὰ ποίαν αἰτίαν πράττουσιν οἱ πλούσιοι καὶ οἱ πένητες, ἃ πράττουσιν; ἦν μὲν προχείρως εἰπεῖν, ὅτι δι’ ἐπιθυμίαν, διότι οἱ μὲν πένητες ἐφίενται χρημάτων, οἱ δὲ πλούσιοι ἐπιθυμοῦσιν ἡδονῶν· ὁ δὲ λέγει πρώτην αἰτίαν εἶναι τῶν πραττομένων παρ’ αὐτοῖς τοῖς μὲν πτωχοῖς ἔνδειαν, τοῖς δὲ πλουσίοις ἐξουσίαν, δι’ ἣν ἐπιθυμοῦσι τῶν μὴ ἀναγκαίων ἡδονῶν· ἐπανορθούμενος δέ σου τὴν πλάνην φησὶν [a 15] ‘ἀλλὰ καὶ τούτων αἰτία ἡ ἐπιθυμία’.
出于自然:正如埃塞俄比亚人依自然生养埃塞俄比亚人;因此生养与自己相似的孩子大体上是出于自然的;并且我们依照自然所做的事情还有很多其他事项,例如尊敬父亲、知耻等等。出于习惯:例如某人习惯于在市集漫步,便热衷于在那里或酒肆或某些其他地方流连,并出于习惯执着于这些事情。出于推虑:每当我独自思量“若我为了言辞而献身劳苦,我便将获得哲学;若我乘船出海作为商人出行,我便将致富;若我成为喜爱荒野与幽静之人,我的心智便将得到净化与照亮”。出于气魄与愤怒:当某人施加处罚或复仇时,一者是作为施教与规戒者,另一者则是作为满足气魄之欲望者。出于欲望:当某人追求可见的、可嗅的、可尝的、可触的、可听的快乐之物时。正如我此前所言,他首先通过划分发现,人们所做的一切皆出于七种原因,随后指出人们是在出于自身追求某些快乐之物所做的事上行不义;在此之后,他界定快乐的定义是什么,接着陈述能够产生快乐的事物、消灭痛苦的事物以及某些其他事物恰好是快乐之事;并且如此顺理成章地向你表明,你将能够从何处立论,证明某人因向往且追求此事而行了不义。你可见由于其谨严,预先考察是何等必要。因此请看原文,也请看其划分。 行动者或者出于自身行动,或者并非出于自身,即并非怀有做此事的决意(选择)而行动,正如因怯懦丢弃盾牌却击中敌人并带来胜利的人。在细分第一划分的两个组成部分时,首先请看“并非出于自身”被分割为何物。 因此在此事项中,即在并非出于自身而行动的人所做的事中,有些是出于偶然,有些则是出于必然;而在出于必然的事中,有些是出于强力,有些则是出于自然。我们在对它们的罗列以及所谓的预先考察中已经说明了其例证;因此从这一个组成部分中,便发现了三项人们并非出于自身而做的事。听者需要所述的内容,并逐步跟随理解:有些出于偶然,有些出于自然,有些出于强力。再请看另一组成部分。 因为在出于自身以及他们自身即为原因的事项中,有些事我们出于习惯而做,即自幼年起便习惯于此事并欣然接纳之,无论它是何种事物;而另一些事我们出于欲求而做。在欲求中,一种是理性的欲求,另一种则是非理性的欲求。 而理性的欲求即意愿,是伴随理性的对善的欲求;因为没有人意愿卑劣之事,而只是[意愿]善并向往之。 非理性的欲求则是气魄、诸般愤怒与欲望。因此从这一划分中得出结论:人们所做的一切,皆是出于七种原因而做,正如所述,出于偶然、出于强力、出于自然、出于习惯、出于推虑、出于欲望。 然而若进一步细分,声称人们亦依照年轻或年老的年龄而行动,或者依照正义、德性或恶德的品质而行动(因为具有某种品质,人们在具体情境中做出他们所做的事),则是完全多余的;因为人们借以行动的一切缘由皆可归结为上述原因。 因为即使年轻人恰好容易发怒或易起欲望,人们做所有这些事也并非将年轻本身作为原因,正如财富与贫穷被当作原因那样。然而富人与穷人究竟是出于何种原因做他们所做的事呢?本可以信手回答说是因为欲望,因为穷人渴望财物,而富人欲望享乐;但他却指出,穷人行动的首要原因是匮乏,而富人则是余裕,他们由此欲望非必需的享乐;并且为了纠正你的误解,他说道: “然而这些事情的原因也是欲望”。
- 1.0.10ἐλλαμφθήσομαι τὴν διάνοιαν
对于被动语态动词 ἐλλαμφθήσομαι,宾格名词短语 τὴν διάνοιαν 充当限制(关涉)宾格,意为“在心智方面”。
- 1.0.10ἀλλ’ ἢ ἀγαθοῦ καὶ τούτου ὀρέγεται
在否定词 οὐδείς 之后,短语 ἀλλ’ ἤ 构成表示例外的惯用表达(意为“除……之外不”)。此处意为“没有人意愿卑劣之事,除了[意愿]善并向往之”。
- 1.0.10τὸ δὲ προσδιαιρεῖσθαι καὶ λέγειν ... περιττόν ἐστι παντελῶς
带冠词的不定式短语 τὸ δὲ προσδιαιρεῖσθαι καὶ λέγειν 是全句的主语,谓语则是 περιττόν ἐστι παντελῶς。主语与谓语被中间插入的 ὅτι 从句及解释性从句分隔开。
- 1.0.10ὡς αἰτιῶν οὐσῶν τῆς πλουσιότητος καὶ τῆς πενίας
由 ὡς 引导的独立属格结构,其中 τῆς πλουσιότητος καὶ τῆς πενίας 为主语,αἰτιῶν οὐσῶν 为表语分词。它与前文的 οὐ διὰ τὴν νεότητα ὡς αἰτίαν 形成对应,表示被假定的原因:“[行动并非将年轻本身作为原因],正如财富与贫穷被当作原因那样”。
