- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:59.9-60.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德《修辞学》1368b18–1369a6,详述怯懦、急躁、刻毒等恶德如何引发不义行为,重申不义行为的三个考察论题,并解释亚里士多德将一切人类行动划分为偶然、强力等七种原因的论证意图。
μαλακὸς δὲ ὁ περὶ τὴν τῶν ἀμφιασμάτων λαμπρότητα καὶ τὰς θρύψεις καὶ τὰς χλιδὰς ἐπτοημένος καὶ οὐδ’ ἂν ἔχειν τὴν ἐσθῆτα βουλόμενος·1 ἀδικεῖ οὖν βλάπτων, ἐπεὶ ῥᾳθυμίας διδάσκαλος γίνεται, καὶ παρὰ τοῖς Λάκωσιν ὡς κλέπτου ἔγκλημα ἀποφερόμενος κολάζεται. ναὶ μὴν ὁ μαλακὸς τῶν ἡδέων ἐφίεται· ἐὰν οὖν ἴδῃ προσόν τισιν ἡδύ τι, ἀποστερεῖ καὶ ἀδικεῖ. [b 18] ὁ δὲ δειλὸς κακίαν ἔχει τὴν περὶ τοὺς φόβους καὶ τοὺς κινδύνους· ἀδικοῦσιν οὖν οἱ δειλοὶ τοὺς συγκινδυνεύοντας ἐγκαταλιμπάνοντες. ὁ δὲ φιλότιμος τιμῆς ὀρεγόμενος ἑαυτῷ μόνῳ προσάπτει πάντα τὰ ἐξ ὧν ἡ τιμή· ἀδικεῖ οὖν λέγων τοὺς ἄλλους ἀσόφους καὶ μὴ ἐπιστήμονας. [b 20] ὁ δὲ ὀξύθυμος μοχθηρίαν ἔχων καὶ κακίαν ἐν ταῖς ὀργαῖς ἀδικεῖ πολλοὺς διὰ τὴν ὀργὴν ζητῶν ἀμύνασθαι καὶ πρᾶξαι τὰ τοῦ θεοῦ.2 ὁ δὲ φιλόνικος διὰ νίκην, ἧς ὀρεγόμενος ἀδικεῖ τινας δωροδοκῶν πολλάκις καὶ σκαιωρίας ἐπινοῶν τινας καὶ τὰ φέροντα πρὸς τὸ τυχεῖν τῆς νίκης. [b 21] ὁ πικρὸς δὲ διὰ τιμωρίαν κακὸς ὢν ἀδικεῖ μὴ καταλλαττόμενος, ἀλλὰ πολλάκις φονεύων ἢ παίων τινάς. ἀδικεῖ οὖν οὐχὶ καταλλαττόμενος, ὡς εἴπομεν, διὰ τὴν κακίαν, ἣν ἔχει περὶ τὸ τιμωρῆσαί τινας. ὁ δὲ ἄφρων ἀδικεῖ, διότι κακίαν ἔχει τὴν ἄγνοιαν τοῦ δικαίου καὶ τοῦ συμφέροντος, καὶ πολλάκις οἰόμενος τὸ δίκαιον ἄδικον τὸ δ’ ἄδικον δίκαιον τόνδε μὲν κρίνει εἶναι ἄδικον δίκαιον ὄντα, τόνδε δὲ δίκαιον ἄδικον ὄντα. [b 22] ὁ δὲ ἀναίσχυντος κακίαν νοσεῖ τὸ ὀλιγωρεῖν δόξης· ὀλιγωρῶν οὖν δόξης ποιεῖ τὰ μὴ θεμιτὰ προφανῶς, οὐκ αἰδούμενος παίει τὸν αἰδούμενον, ὑβρίζει αἰσχρῶς, ἁρπάζει τὰ μὴ προσήκοντα. ὁμοίως δὲ καὶ ἕκαστος τῶν ἄλλων περὶ ἕκαστον πάθος κακίας ὃ νοσεῖ ἀδικεῖ. [b 24] δῆλον δὲ περὶ τούτων, τὰ μὲν ἐκ τῶν περὶ τὰς ἀρετὰς ἐν τοῖς Ἠθικοῖς εἰρημένων, τὰ δὲ ἐκ τῶν περὶ τὰ πάθη ῥηθησομένων ἐφεξῆς· μέλλει γὰρ εἰπεῖν περὶ παθῶν ἐφεξῆς. τούτων δὲ τεθέντων ὡς λημμάτων ἀναγκαίων πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἐπαναλήψομαι, ὅπερ ὑπεσχέθην, καὶ ἐρῶ σοι πάλιν, ὅτι μέλλω εἰπεῖν περὶ τριῶν, ἵνα σοι ἡ * ἤδη γινομένη προκατάστασις διευκρινεῖ σοι τὰ λεγόμενα· [b 27] πρῶτον μέν, τίνος ἕνεκα ἀδικοῦσι· πόσων γὰρ ἕνεκα, συνετῶς ἀκροωμένῳ σοι τάχα δεδήλωκα· τοσαῦτα γὰρ ἀδικοῦσιν, ὅσα καὶ πάθη ἔχουσι κακίας. ὅσα τοίνυν πάθη κακιῶν καὶ μοχθηριῶν, τοσαῦτα καὶ ἀδικήματα. ῥητέον οὖν πρῶτον, τίνος ἕνεκα ἀδικοῦσι, δεύτερον, πῶς ἔχοντες, τρίτον, τίνας ἀδικοῦσι. [b 28] πρῶτον δὲ τὸ πρῶτον κείσθω, τίνων ὀρεγόμενοι ἐγχειροῦσιν ἀδικεῖν, ὅτι τῶν ἡδέων καὶ ποθητῶν αὐτοῖς ἢ χρημάτων ἢ νίκης ἢ δόξης, καὶ ποῖα φεύγοντες ἀδικίαν ποιοῦσι, ζημίαν, πενίαν, ποῖα †, κακῶν ἀπέλευσιν καὶ τὰ ἀνιαρὰ καὶ τὰ ἐναντία οἷς ποθοῦσιν· εἰ γὰρ ἐρῶσιν ὡς ἡδέων τῶνδε, πάντως τὰ ἐναντία φεύγουσιν. [b 29] ἔστω δὲ δῆλον, ὅτι τῷ μὲν κατηγοροῦντι σκοπὸς λέγειν, πόσα ὑπάρχει τῷ ἀντιδίκῳ καὶ ποῖα ἡδέα, ὧν ἐφιέμενος ἀδικεῖ, τῷ δὲ ἀπολογουμένῳ, ποῖα καὶ πόσα τούτων τῶν ἀδικημάτων οὐχ ὑπάρχει. [b 32] πάντες δὴ πάντα πράττουσι τὰ μὲν οὐ δι’ ἑαυτούς, τὰ δὲ δι’ αὑτούς. προθέμενος εἰπεῖν, τίνος ἕνεκα ἀδικοῦσιν οἱ ἀδικοῦντες καὶ τίνος ἐφιέμενοι βλάπτουσιν, εἰ μὲν εἶπεν, ὅτι διὰ τὰ ἀγαθὰ αὐτοῖς ἢ φαινόμενα ἀγαθὰ ἢ ἡδέα κυρίως ἢ τὰ φαινόμενα ἡδέα ἀδικοῦσιν, εἶπεν ἂν σαφῶς, καὶ εἰ ἔφη, ὅτι, ὅσα δι’ αὑτοὺς πράττουσιν ἑκόντες, ἐκεῖνά εἰσιν ἡδέα αὐτοῖς ἢ κυρίως ἢ φαινόμενα, ὧν ὀρεγόμενοι τοὺς πλουσίους πολλάκις ἀδικοῦσιν, ἀπήλλαξεν ἂν πραγμάτων τὸν ἀκροατήν· νῦν δὲ τῆς συνήθους δεινότητος ἔχεται καὶ τέως πρῶτον ἐκ διαιρέσεως εὑρίσκει, [1369 1369a5 5] ὅτι δι’ ἑπτὰ αἰτίας πράττουσιν οἱ πράττοντες, ὅσα πράττουσι. διὰ τύχην, ὅταν ἐν ἐρήμῳ τοξεύων ἐπέτυχέ τινος κατὰ τύχην ὁδεύοντος, τυχὸν ἐχθροῦ ἢ λῃστοῦ, ἢ διψῶν καὶ ἐξελθὼν πολιορκίας οὔσης ἐν ἔτυχε κοιμωμένῳ τῷ στρατηγῷ τῶν πολεμίων καὶ πεφόνευκεν αὐτόν, ἢ ῥίψας ὡς δειλὸς τὴν ἀσπίδα τινὰ πολέμιον ἐφόνευσε καὶ νίκην εἰργάσατο. [a 6] διὰ βίαν, ὅτε λιμώττων τις πολλὰς ἡμέρας ἅψεται κρεάτων ἀνοσίων, καὶ ὅτε πολυήμερον δίψαν διψήσας γεύσαιτο θαλάττης· πολλαὶ δὲ μητέρες καὶ οἰκείων βρεφῶν ἀπεγεύσαντο, ὡς ἱστορεῖται ἱστορικοῖς.3
软弱者则是对衣服的华美、娇纵与奢侈心醉神迷,甚至不愿承受衣衫之重的人;因此他因造成损害而行不义,因为他成了懒散的榜样,并且在斯巴达人中按盗贼的罪名遭到惩处。况且软弱者追求快乐之事;因此如果他看见某些人拥有某种快乐之物,他便予以剥夺并行不义。 怯懦者则具有关于恐惧与危险的恶德;因此怯懦者背弃同赴患难的同伴而行不义。好名誉者渴求荣誉,将一切产生荣誉的事由全归于自己一人;因此他声称其他人皆是无知的、缺乏知识的,以此而行不义。 急性子的人在发怒中具有邪恶与恶德,因愤怒而试图复仇并行使属于神的特权,从而侵害许多人。好胜者为了胜利行不义;他渴求胜利,常常通过行贿、谋划诡计以及策划能导向获取胜利的事物,从而侵害某些人。 刻毒者因惩戒之故而心性恶劣,因不肯和解反而常常杀害或殴打他人而行不义。正如我们所说,他是因为在惩罚他人上所具有的恶德,因绝不和解而行不义。愚昧者行不义,乃是因为他具有对正义与有益之事的无知这一恶德;他常常将正义之举视为不义,而不义之举视为正义,判定身具正义之人为不义,而判定身具不义之人为正义。 无耻者患有蔑视声誉的恶疾;因此由于蔑视声誉,他公然践行非礼之事,毫无羞耻地殴打知耻之人,进行可耻的凌辱,抢夺非分之财。同样,其余各人亦围绕自己所患有的每种恶德性情而行不义。 关于这些事项,部分由《伦理学》中论述诸德性的内容便显而易见,部分则从接下来将要论述的诸情感中可见;因为他接下来将要论及诸情感。由于这些已作为当前论题的必要前提被确立,我将重拾我所承诺之事,再次向你陈明我将要讨论三个方面,以便此前已经给出的预先说明能够为你阐明所述的内容: 首先,他们为了什么而行不义;因为至于为了多少事项,向敏于听讲的你或许已讲明了,因为他们所具有的恶德情态有多少,他们行不义的事项便有多少。因此,有多少恶德与邪恶的情态,便有多少不义行为。所以必须首先阐述他们为了什么行不义,其次处于何种状态,第三对谁行不义。 首先确立第一点:他们追求什么而着手行不义,即追求对他们而言令人愉悦与向往之物,或者财物,或者胜利,或者荣誉;以及为了逃避何种事物而行不义,即逃避损失、贫穷、[……]、恶事的退去、痛苦之事以及与他们所欲求者相反的事物;因为如果他们渴求这些作为令人愉悦之物,便绝然会逃避其相反者。 并且应当明了的是:控告者的目标是陈述,对方所企求借以行不义的令人愉悦之物有多少且是何种;而申辩者的目标则是陈述,这些不义事项中有哪些以及多少是不属于他的。 所有人做一切事情,有些并非出于自己,有些则是出于自己。他既已打算说明作恶者为了什么行不义、追求什么而加害他人,如果他直说人们是因为对自身而言的善、或表面上的善、或严格意义上的快乐、或表面上的快乐而行不义,他便会讲得十分明晰;并且如果他说凡人们自愿出于自己所做的事,对他们而言都是严格意义上的快乐或表面上的快乐,人们因追求这些而常常侵害富人,他本可以让听者省却烦扰。然而他如今拘泥于其惯常的谨严,暂时首先通过划分而发现: 行动者无论行何种行动,皆因七种原因而行之。出于偶然:例如在荒野射箭时,偶然射中了途经之人——恰好是敌人或强盗;或者在被围困期间口渴外出,恰好碰上了正在睡觉的敌方将领并将他杀死;或者因怯懦丢弃盾牌,却杀死了一名敌兵并赢得了胜利。 出于强力:例如当某人忍饥多日而食用不洁之肉时,或者饱受多日干渴之苦后品尝海水时;正如史学家所记载的那样,许多母亲甚至品尝了自己亲生婴儿之肉。
- 1.0.10οὐδ’ ἂν ἔχειν τὴν ἐσθῆτα βουλόμενος
动词 ἔχειν 意为“穿戴/承受”;在此描摹软弱者(μαλακός)极端娇纵的语境中,指其甚至不愿承受普通衣衫的重量。小词 ἄν 与分词 βουλόμενος 所带的不定词连用。
- 1.0.10πρᾶξαι τὰ τοῦ θεοῦ
τὰ τοῦ θεοῦ(“属于神的事项”)指代神圣惩罚与复仇的专属特权;暴怒之人企图僭越神明的权限,亲自实施本属于神的惩治。
- 1.0.10ὡς ἱστορεῖται ἱστορικοῖς
ἱστορικοῖς 是与被动语态动词 ἱστορεῖται 连用的施动者与格(dativus auctoris),意为“正如被历史学家所记载的那样”。
