- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:4.35-6.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》第一卷第二章(1357b5–1358a2),根据三段论格(第一格、第二格、第三格)梳理了兆头的分类,并结合历史实例阐明例证不同于归纳(部分到整体)与三段论(整体到部分),而是“从部分到部分”“从相似到相似”的论证。
διὸ καὶ τεκμήριον τὸ τοιοῦτο τῶν σημείων ἐστὶν ἤτοι ἀναγκαῖόν ἐστιν. [b 7] ὅταν γὰρ μὴ οἷόν τε ἐνδέχεσθαι λυθῆναι τὸ λεχθέν, τότε φέρειν οἴονταί τινες τεκμήριον ὡς πεπερασμένον καὶ δεδειγμένον καὶ τετελειωμένον διὰ προτάσεων ἀκριβῶν καὶ ἀληθῶν. [b 10] ἔστι δὲ τῶν σημείων τὸ μέν, ὡς τὸ καθ’ ἕκαστον πρὸς τὸ καθ’ ὅλου, ὧδε. τοῦτο παράδειγμα τῆς πρώτης τομῆς τοῦ σημείου καὶ τοῦ πῶς ἔχει τὸ καθ’ ἕκαστον πρὸς τὸ καθ’ ὅλου, ὡς τὸ ‘οἱ σοφοὶ δίκαιοι· Σωκράτης γὰρ σοφὸς ὢν δίκαιός ἐστιν’. ἀσυλλόγιστον δέ ἐστιν ἐν τρίτῳ σχήματι, ὡς εἶπε καὶ ἐν τοῖς Ἀναλυτικοῖς, ἐκ δύο μερικῶν συναγόμενον. ἀλλὰ καὶ τὸ συμπέρασμα ψεῦδος· οὐ γὰρ πᾶς σοφὸς δίκαιος. [b 14] τὸ δὲ οἷον εἴ τις εἴπῃ ‘σημεῖον ὅτι νοσεῖ’ τὸ συμπέρασμα, ‘πυρέττει γάρ’ ὁ μέσος ὅρος, ἢ ‘τέτοκεν ἡ γυνή’ τὸ συμπέρασμα, ‘ἔχει γὰρ γάλα’ ὁ μέσος ὅρος, ταῦτα ἀναγκαῖα. [b 17] τὸ δὲ ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος, οἷον εἴ τις εἴπῃ ‘ὅδε πυρέττει’ τὸ συμπέρασμα· διὰ τί; ‘διότι πυκνὸν ἀναπνεῖ’ ὁ μέσος ὅρος. ‘πᾶς δὲ ὁ πυκνὸν ἀναπνέων νοσεῖ’ ἡ μείζων πρότασις· ψευδὴς γάρ. εὑρίσκεται δὲ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστον ἐκ δύο καταφατικῶν καὶ τὸ ‘ἥδε τέτοκεν· ὠχρὰ γάρ· πᾶσα δὲ ὠχρὰ τίκτει’· τοῦτο γὰρ ψεῦδος. [b 21] τί μὲν οὖν εἰκὸς καὶ τί σημεῖον καὶ τεκμήριον, ἐστενωμένως εἴρηκε νῦν, πλατύτερον δὲ ἐν τοῖς Ἀναλυτικοῖς. [b 25] ῥητέον δὲ καὶ περὶ παραδείγματος. τὸ παράδειγμα ταὐτὸν μέν, ὡς εἴπομεν, τῇ ἐπαγωγῇ· ὃ γὰρ ἐν διαλεκτικῇ ἐπαγωγή, τοῦτο ἐν ῥήτορσι παράδειγμα. [b 26] ἔστι δὲ τὸ παράδειγμα οὔτε ὡς μέρος πρὸς ὅλον· ὁ γὰρ ἐκ τοῦ μέρους τὸ ὅλον πιστούμενος ἐπαγωγὴν ποιεῖ· οἷον ὁ ἄνθρωπος τὴν κάτω γένυν κινεῖ, ὁ κύων, ὁ βοῦς, τὸ πρόβατον, ἡ ἄρκτος· πᾶν ἄρα ζῷον τὴν κάτω γένυν κινεῖ. πάλιν ἡ κορώνη ἄχολον οὖσα μακρόβιον, ὁ ἐλέφας, ἡ ἔλαφος· πᾶν ἄρα ἄχολον μακρόβιον. ὁ οὖν ἐκ τοῦ μέρους τὸ ὅλον δεικνύων ἐπαγωγικῶς συμπεραίνει. ἔχεις ἐντεῦθεν ὡς πόρισμα καί τι τὸ διάφορον ἐπαγωγῆς καὶ παραδείγματος· ἡ μὲν γὰρ ἐπαγωγὴ ὡς μέρος πρὸς ὅλον, τὸ δὲ παράδειγμα, ὡς ἐφεξῆς ἐροῦμεν, τοιοῦτόν ἐστιν, ἡνίκα ἐκ μέρους〈μέρος〉 δεικνύμενον ᾖ καὶ πιστούμενον· ὡς ὅταν κωλύῃ τις Διονυσίῳ δοῦναι φυλακὴν τοῦ σώματος Συρρακουσίους αἰτοῦντι, ἵνα μὴ ἐπιχειρήσῃ τυραννίδι· καὶ γὰρ Πεισίστρατος αἰτήσας παρ’ Ἀθηναίων φυλακὴν ἐτυράννησε καὶ Θεαγένης παρὰ Μεγαρέων. ἑκάτερον δὲ τούτων, καὶ τὸ δεικνύμενον καὶ τὸ δι’ οὗ δείκνυται καὶ κωλύεται, μέρη ἐστὶν ὅλου τοῦ ὅτι οἱ φυλακὴν αἰτοῦντες ἐπιτίθενται τυραννίδι.1 μέρος οὖν πρὸς μέρος, ὅμοιον πρὸς ὅμοιον τὸ παράδειγμα. [b 27] οὐκ ἔστι δὲ οὐδ’ ὡς ὅλον πρὸς μέρος· ὡς γάρ, ἡνίκα ἐκ μέρους τὸ ὅλον, τότε ἐπαγωγὴ τὸ λεγόμενον, οὕτως, ἡνίκα τὸ μέρος ἐκ τοῦ ὅλου λαμβάνει τὴν πίστιν, συλλογισμὸς γίνεται. καὶ ἔστιν ἀναγκαστικωτάτη τῶν πίστεων αὕτη· ὃ γὰρ τῷ καθ’ ὅλου ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης καὶ τῷ περιεχομένῳ ἐν τούτῳ καὶ μερικῷ· ἡνίκα γὰρ λέγω ‘τὸ ἐλεεῖν δικαιοσύνη, πᾶσα δικαιοσύνη καλόν, πᾶν καλὸν ἀγαθόν, τὸ ἐλεεῖν ἄρα ἀγαθόν,’ ἐκ τοῦ ἐν ὅλῳ συλλογιζόμενος τότε τὸ μέρος ἐκ τοῦ ὅλου δεικνύω· ὁ γὰρ δούς, ὅτι πᾶσα δικαιοσύνη καλόν, δίδωσι καὶ τὸ ἐλεεῖν (ὃ τὶς δικαιοσύνη καὶ μέρος ἐστί) καλὸν καὶ ἀγαθόν. [b 27] οὔτε οὖν τοιοῦτον τὸ παράδειγμα, ὡς ὅλον πρὸς μέρος, οὔτε ὡς ὅλον πρὸς ὅλον, οἷον ὡς πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, οὕτω καὶ τῶν ἐναντίων αἰσθητῶν ἡ αὐτὴ αἴσθησις, καὶ ὡς πᾶσα νόσος βλάπτει τὸ σῶμα, οὕτω καὶ πᾶσα κακία τὴν ψυχήν· ἀλλ’, ὅπερ ἐλέγομεν, ὡς μέρος πρὸς μέρος, ὅμοιον πρὸς ὅμοιον, ὅταν ἄμφω μὲν ᾖ ὑπὸ τὸ αὐτὸ γένος· τό τε γὰρ τὸν Πεισίστρατον λαβεῖν φυλακὴν καὶ τὸ τὸν Διονύσιον ὑπὸ τὸ αὐτὸ γένος εἰσὶ τὸ ἐπιτίθεσθαι τυραννίδι.2 [b 29] γνωριμώτερον δὲ θάτερον θατέρου ἐστί· τὸ μὲν γὰρ τὸν Διονύσιον τυραννίδι ἐπιθέσθαι ἄδηλον νῦν αἰτοῦντα φυλακὴν σώματος, τὸ δὲ τὸν Πεισίστρατον καὶ Θεαγένη τῶν προδήλων· ἐπέθεντο γὰρ τυραννίδι φυλακὴν αἰτήσαντες. τὰ δ’ ἄλλα σαφῆ. [1358 a 1] ἐξ ὧν μὲν οὖν γίνονται αἱ πίστεις, εἴρηται, τίνα εἰσίν, ὅτι ἐνθύμημα καὶ παράδειγμα, τὸ δὲ ἐνθύμημα ἐξ εἰκότων καὶ σημείων, τῶν δὲ σημείων τὰ μὲν ἀναγκαῖα καὶ τεκμήρια, τὰ δὲ ἀνώνυμα καὶ πιθανὰ καὶ λυτὰ καὶ οἷον εἰκότα.
因此,兆头中的这一种乃是确证,也就是必然的。 [b 7] “因为当所说之事不可能被驳斥时,有些人那时就认为自己在提供确证”,如同借由精确且真实的前提而已被限定、被证明并被完成之物一样。 [b 10] “而在兆头之中,有一种的关系如同个别特殊事物对普遍事物的关系,如下所述”。这是兆头的第一个分类的例子,也是个别特殊事物对普遍事物具有何种关系的例子,正如“知者皆公正;因为苏格拉底作为知者乃是公正的”。但这在第三格中是不成三段论的,正如他在《分析篇》中所说的那样,因为它是从两个特称前提推导出来的。而且结论也是假的;因为并非所有知者皆公正。 [b 14] “而另一种情况,例如有人将‘这是他生病的兆头’作为结论,将‘因为他在发烧’作为中项,或者将‘这妇人生过孩子’作为结论,将‘因为她有奶水’作为中项”:这些都是必然的。 [b 17] “再有一种则是如同普遍事物对特殊事物的关系,例如有人将‘这个人发烧’作为结论”。为什么?中项为“‘因为他呼吸急促’”。“而凡呼吸急促者皆生病”则是大前提;因为这是假的。并且在第二格中由两个肯定前提构成不成三段论的情况也见于:“这妇人生过孩子;因为她脸色苍白;而凡脸色苍白者皆生育”;因为这[大前提]是假的。 [b 21] 因此,何为盖然之事,何为兆头与确证,他如今已简略地叙述了,但在《分析篇》中叙述得更为详尽。 [b 25] “也当论及例证”。例证正如我们所说,与归纳是同一回事;因为在辩证术中的归纳,在演说家那里就是例证。 [b 26] “而例证既非如同部分对整体的关系”;因为从部分来确证整体的人乃是在进行归纳。例如,人活动下颚,狗、牛、羊、熊也是如此,因此凡动物皆活动下颚。又如,渡鸦没有胆囊而长寿,象、鹿也是如此,因此凡无胆囊者皆长寿。所以从部分证明整体的人是在归纳地得出结论。由此你也可以作为一个推论得出归纳与例证的区别:因为归纳如同部分对整体,而例证正如我们接下来要说的,乃是当[部分]由部分而被证明且被确证时的情况;例如当有人阻止叙拉古人给予请求卫队的狄奥尼修斯以卫队,以免他图谋僭主统治时那样。因为庇西特拉图也是向雅典人请求卫队后成为僭主,西阿革涅斯向墨伽拉人请求后也是如此。而这两者——既包括被证明的事,也包括借以证明和制止的事——都是“凡请求卫队者皆图谋僭主统治”这一整体的部分。因此例证乃是部分对部分、相似对相似。 [b 27] “它也非如同整体对部分的关系”;因为正如当整体由部分得出时所说的乃是归纳,同样,当部分从整体获得确证时,便形成了三段论。而这是诸确证中最具强制力的一种;因为凡属于普遍者的,也必然属于包含在其中且为特殊者。因为当我论述“怜悯是正义,凡正义皆高尚,凡高尚皆善,因此怜悯是善”时,从包含在整体中的事物进行推论,我那时乃是从整体来证明部分;因为承认了凡正义皆高尚的人,也承认了怜悯(它是某种正义和部分)是高尚且善的。 [b 27] 因此,例证既非如同整体对部分这样,也非“如同整体对整体”,例如说对于所有相反者知识都是同一的,同样对于相反的感觉对象感觉也是同一的;又如说凡疾病皆损害身体,同样凡恶德皆损害灵魂;而是正如我们所说的,如同部分对部分、相似对相似,“当两者同属于同一个属时”;因为庇西特拉图获得卫队与狄奥尼修斯获得卫队,都同属于“图谋僭主统治”这同一个属。 [b 29] “而其中一者比另一者更为周知”;因为在狄奥尼修斯如今请求人身卫队之际,他是否图谋僭主统治尚不明确,而庇西特拉图和西阿革涅斯的事则是昭然若揭的;因为他们正是在请求卫队后图谋了僭主统治。其余各点皆显而易见。 [1358 a 1] “因此,诸确证由之产生者为何,已经说明”,即它们是修辞推论与例证;修辞推论出自盖然之事与兆头,而在兆头中,有的是必然的且为确证,有的则无专属名称、具有说服力、可被驳斥且如同盖然之事一样。
- 1.0.0ὅλου τοῦ ὅτι οἱ φυλακὴν αἰτοῦντες ἐπιτίθενται τυραννίδι
由属格冠词 τοῦ 引出的 ὅτι 整个从句与名词 ὅλου(整体)构成同位语关系,意指“‘凡请求卫队者皆图谋僭主统治’这一[全称命题式的]整体”。
- 1.0.0τό τε γὰρ τὸν Πεισίστρατον λαβεῖν φυλακὴν καὶ τὸ τὸν Διονύσιον ὑπὸ τὸ αὐτὸ γένος εἰσὶ τὸ ἐπιτίθεσθαι τυραννίδι
句首的“τό τε ... λαβεῖν ... καὶ τὸ τὸν Διονύσιον [λαβεῖν]”是由中性单数冠词(τό)名词化并列起来的两个带不定词的宾格短语,作为复合主语。其后的短语“τὸ ἐπιτίθεσθαι τυραννίδι”则与介词短语“ὑπὸ τὸ αὐτὸ γένος”中的“τὸ αὐτὸ γένος”构成同位语。
