- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:57.27-59.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》第一卷第十章开头(1368b1–17),梳理了司法演说(控告与申辩)的三大目标,界定了不义的定义,区分了特殊的成文法与普遍的自然法,并深入辨析了自愿行为与抉择的关系。
10. Περὶ δὲ κατηγορίας καὶ ἀπολογίας ἐχόμενόν ἐστιν εἰπεῖν, ἐκ πόσων καὶ ποίων ὁρμώμενος ὁ κατηγορῶν ἢ ὁ ἀπολογούμενος ποιήσει τοὺς συλλογισμοὺς καὶ τὰς ἀποδείξεις τοῦ προκειμένου. [b 3] δεῖ γοῦν λαβεῖν τρία ἐνταῦθα, ἃ σκοποὶ τῷ κατηγόρῳ καὶ τῷ ἀπολογουμένῳ, ὡς ἐκεῖ τῷ συμβουλεύοντι πέντε. πρῶτον μέν, τίνων ἕνεκα καὶ πόσων ἀδικεῖ ὁ βλάπτων τινά, ἤγουν τίνα εἰσὶ τὰ ἐν οἷς βλάπτει μὲν οὗτος, ἕτερος δὲ βλάπτεται καὶ κατηγορεῖ, τυχὸν χρήματα, ἡδονὴ καὶ τιμή, καὶ ἐφεξῆς τίνα ἐρεῖ καὶ πόσα· καὶ ὁ μὲν κατήγορος ἐρεῖ διὰ ταῦτα ἀδικῆσαι τόνδε τὸν ἐναγόμενον, ὁ δὲ ἐναγόμενος δείξει ὡς οὐ διὰ ταῦτα. [b 4] δεύτερον δέ, πῶς αὐτοὶ διακείμενοι ἀδικοῦσιν, ἤτοι δυνάμενοι, πλούσιοι ὄντες, λαθεῖν ὑπολαμβάνοντες, φίλοι τῶν κριτῶν ὄντες, καὶ ὅσα ἐφεξῆς παραδώσει μετὰ τὸ τεχνῶσαί σε ἐν ἐκείνοις, δι’ ἃ ἀδικοῦσι, καὶ διδάξαι σε, πόσα εἰσὶ καὶ τίνα, δι’ ἃ ἀδικοῦσιν οἱ ἀδικοῦντες· τάξιν γὰρ ἀρίστην τηρεῖ καὶ ἀλληλουχίαν. [b 5] τρίτον ἐπὶ τούτοις, τοὺς ποίους καὶ πῶς ἔχοντας ἀδικοῦσιν, ἤγουν τοὺς ἀσθενεῖς, τοὺς ἔχοντας πράγματα τοιαῦτα, ὧν αὐτοὶ χρῄζουσι, τοὺς ῥαθύμους καὶ ἀμελεῖς, τοὺς ὑπὸ πολλῶν ἀδικηθέντας καὶ μὴ ἐπεξελθόντας, τοὺς αἰδήμονας, τοὺς αἰσχυντηλούς· ὥσπερ πάλιν καὶ περὶ τούτων ἑπομένως διδάξει μετὰ τὸ παραδοῦναι λόγους γενναίους τε καὶ ἀρίστους περὶ τοῦ πῶς αὐτοὶ διακείμενοι ἀδικοῦσι. πρῶτον οὖν παραδοτέον, τίνα καὶ πόσα εἰσί, δι’ ἅ τινες ἀδικοῦσιν· ἀλλὰ πρότερον εἴπωμεν, τί ἐστι τὸ ἀδικεῖν, εἶτα καὶ περὶ τῶν ἑξῆς λέγωμεν. [b 6] ἔστω δὴ τὸ ἀδικεῖν τὸ βλάπτειν ἕκαστον παρὰ τὸν νόμον· δεῖ γὰρ προϋποθεῖναι πρότερον, τί τὸ ἀδικεῖν, καὶ πῶς ἀδικεῖ τις, ἑκὼν ἢ ἄκων, καὶ πότε ποιεῖ τις ἑκών, καὶ διὰ τί μοχθηρός ἐστι καὶ ἀδικητικός, ὅτι διὰ χρήματα τυχὸν ἢ νίκην, καὶ μετὰ ταῦτα εἰπεῖν περὶ τῶν ὑποσχεθέντων τριῶν. ἀδικία ἐστὶ τὸ βλάπτεσθαί τινα παρὰ τὸν νόμον. [b 7] ὁ δὲ νόμος ἴδιός ἐστιν ἢ κοινὸς ἤγουν φυσικός, ἴδιος μέν, καθ’ ὃν νόμον ἐγγράφως τεθέντα καὶ κυρωθέντα παρὰ νομοθετῶν καὶ τῶν τῆς πολιτείας σοφῶν,1 κοινὸς δὲ νόμος ὁ ἄγραφος καὶ πᾶσιν ὁ αὐτὸς ὁμολογούμενος, οἷον τὸ γονεῖς τιμᾶν, τὸ τὸν μὲν ὠνεῖσθαι, τὸν δὲ πωλεῖν, καὶ τὸν μὲν μισθοῦν, τὸν δὲ ἐκμισθοῦν. χρῄζομεν δὲ καὶ ἑτέρου λήμματος, πῶς ἀδικοῦσιν οἱ ἀδικοῦντες, ἑκόντες ἢ οὔ, καὶ τί ἐστι τὸ ἑκόντας ποιεῖν· [b 10] ὅταν εἰδότες ποιῶμεν καὶ μὴ ἀναγκαζόμενοι· εἰ γὰρ ἀκούσιόν ἐστι τὸ βίᾳ καὶ δι’ ἄγνοιαν, ἑκούσιον τὸ μήτε ἐξ ἀγνοίας μήτε διὰ βίαν. βούλεται οὖν εἰπεῖν, ὅτι ἐκεῖνός ἐστιν ἄδικος ὁ μετὰ προαιρέσεως βλάπτων, ἐπεὶ πολλάκις ἑκουσίως μὲν ποιεῖ τις, οὐ μὴν προαιρούμενος· τὸ γὰρ ῥίπτειν ἐν πελάγει τὰ χρήματα ἑκούσιον μέν, οὐ μὴν προαιρέσεως, ἀλλ’ ἀπὸ βίας τινὸς ἢ ἀνάγκης. ἐφίσταται δέ ποτε καὶ ὁ φίλος αἴφνης ἐμοὶ ἑκουσίως μέν, οὐ μὴν προεβουλευσάμην ἢ προέκρινα ἐλθεῖν αὐτόν, ἀλλ’ ἄφνω ἐπέστη, ἑκόντι δέ μοι.2 [b 10] ὅσα οὖν ἑκόντες ποιοῦμεν, οὐ πάντα προαιρούμεθα· εἰ γὰρ κελευσθῇ τις ὑπήκοος τόνδε ἀποκτεῖναι, ἑκούσιον μὲν τοῦτο ποιεῖ, οὐ μὴν δὲ καὶ προαιρετόν· προαιρετὸν γάρ ἐστιν, ὅταν ὄντων πολλῶν, περὶ ὧν ἡ βουλή, ἀνθέλωμαι τόδε τοῦδε.3 ὅσα μὲν οὖν ἑκούσια, οὐ πάντα προαιρετά· [b 11] ὅσα δὲ προαιρούμενοι πράττομεν, ταῦτα καὶ ἑκόντες καὶ εἰδότες ποιοῦμεν. τοιαῦτα δ’ ἂν εἶεν οὐ μόνον τὰ ἀγαθὰ ἀλλὰ καὶ τὰ ἀδικήματα· ὅ τε γὰρ ἀγαθὸς μετὰ προαιρέσεως καὶ γνώσεως ὀφείλει ποιεῖν, εἰ μέλλει κυρίως ἀγαθὸς εἶναι, ὅ τ’ ἄδικος ὁμοίως μετὰ προαιρέσεως καὶ γνώσεως πράττων ἄδικος λεχθήσεται· οὐ γὰρ ἄγνοιαν προβαλεῖται, ὅτι οὐδεὶς ὃ προαιρεῖται ἀγνοεῖ. [b 12] τίνα δὲ τὰ δι’ ἃ προαιροῦνται βλάπτειν; προθεωρείσθω γὰρ καὶ τοῦτο. κακία καὶ ἀκρασία· ἐὰν γάρ τινες ἔχωσι μοχθηρίαν ἢ μίαν ἢ πολλάς, περὶ ἐκεῖνο ἄδικοί εἰσιν, εἰς ὃ μοχθηροί εἰσιν. ἐπιφέρει δὲ καὶ τὰ παραδείγματα· [b 16] οἷον ὁ μὲν ἀνελεύθερος μοχθηρίαν καὶ κακίαν ἔχει τὴν περὶ τὰ χρήματα καὶ οὕτως ἀδικεῖ, ὁ δὲ ἀκόλαστος κακίαν καὶ μοχθηρίαν ἔχει τὴν περὶ τὰς σωματικὰς ἡδονὰς καὶ περὶ ἐκείνας ἀδικεῖ, ὁ δὲ μαλακὸς περὶ τὰ ῥᾴθυμα ἠσχόληται.
10. 接下来应当谈论控告与申辩,即控告者或申辩者从多少以及何种前提出发,来构建关于所提出议题的推理论证与证明。 因此在此必须把握三件事,它们乃是控告者与申辩者的目标,正如在彼处对于议事者而言有五个目标一样。第一,施害者是为了什么以及为了多少事物而行不义,亦即此人施加伤害而另一人受害并提出控告的事项究竟是什么——或许是财物、快乐与荣誉——以及接下来[作者]将陈述哪些事物以及多少事物;控告者将声称被告乃因这些事物而行不义,而被告则将表明并非因这些事物。 第二,他们自身处于何种状态下行不义,即是有权势、富裕、自以为能逃脱察觉、是审判官的朋友,以及在他于他们因何行不义之事上对你加以技艺指导并教导你作恶者因何种以及多少事物而行不义之后,紧接着将传授的内容;因为他保持了极佳的次序与连贯性。 第三,在此之外,他们对何种人以及处于何种状态的人行不义,亦即弱者、拥有他们自身所匮乏之财物的人、安逸疏怠之人、遭受众人不义侵害却未曾追究起诉的人、知耻之人、内向怯懦之人;正如他在传授了关于他们自身处于何种状态下行不义的高超而极佳的论述之后,紧接着亦将就这些事项进行教导。因此首先应当传授人们因何种以及多少事物而行不义;但在那之前,让我们先说明何为行不义,随后再谈论后续的事项。 那么,且设定行不义乃是违反法律对各人施加伤害;因为必须预先设定何为行不义,以及人如何行不义,是自愿还是非自愿,人何时自愿行事,以及为何人是恶劣且惯行不义的——即或许是因为财物或胜利——并在这些之后再论述所承诺的三件事。不义乃是某人违反法律受到伤害。 而法律要么是特殊的,要么是普遍的即自然的:特殊之法,乃是依据由立法者与城邦贤达以成文形式制定并确立之法律[进行治理者];普遍之法乃是不文之法,是为所有人公认为同一的法律,例如敬重父母、一人买而另一人卖、一人承租而另一人出租。我们还需要另一个前提:作恶者如何行不义,是自愿还是不自愿,以及自愿行事究竟为何物: 即当我们知情而行事且未受强迫之时;因为如果出于强力和由于无知之事是非自愿的,那么既非出于无知亦非由于强力之事便是自愿的。因此他旨在说明,那伴随抉择而施加伤害者才是不义之人,因为人常常自愿行事,却绝非出于抉择;因为在远海抛弃财物固然是自愿的,却非出于抉择,而是出于某种强迫或必然。有时朋友亦突然造访于我,这固然是出于自愿,然而我并未预先审虑或预先选取让他来,而是他突然造访,而我是心甘情愿的。 因此,凡我们自愿做的事,并非全部出于抉择;因为若某臣民奉命杀死此人,他做此事固然是自愿的,却绝非出于抉择;因为出于抉择是指,当存在诸多可供审虑的事物时,我选取此物而非彼物。因此,凡自愿之事并非皆出于抉择; 但凡我们出于抉择而践行之事,我们做这些事既是自愿的亦是知情的。这样的事不仅包括善行,亦包括不义之行;因为善人若要在严格意义上成为善人,必须伴随抉择与认知而行事,而不义之人同样在伴随抉择与认知而行事时才会被称为不义之人;因为他绝无法以无知作为托词,因为没有人会不知晓自己所抉择的事物。 那么,他们为了哪些事物而抉择施加伤害呢?因为这一点亦当预先考察。恶德与不自制;因为若有人具有一种或多种邪恶,他们便在自己所邪恶的领域是不义的。他亦进一步给出了例证: 例如,吝啬者具有关于财物的邪恶与恶德,并因此行不义;放荡者具有关于肉体快乐的恶德与邪恶,并围绕这些行不义;而软弱者则沉溺于安逸疏怠之事。
- 1.0.10καθ’ ὃν νόμον ἐγγράφως τεθέντα καὶ κυρωθέντα παρὰ νομοθετῶν καὶ τῶν τῆς πολιτείας σοφῶν
破格句式(促脱句):先行词 νόμος 被吸引至关系从句内部并作宾格,附带有修饰分词(καθ’ ὃν νόμον ... τεθέντα καὶ κυρωθέντα),而统领该从句的主动词(如 πολιτεύονται,“治理”)被省略未明示。
- 1.0.10ἑκόντι δέ μοι
与前文动词 ἐπέστη 连用的关涉与格,表述接受者一方的主观心理状态。来访者固然是自愿(ἑκουσίως)造访,而受访者亦是“甘愿地(自愿接受地)”迎接,以此作为虽属于自愿却未经预先抉择(προαίρεσις)之事的例证。
- 1.0.10ἀνθέλωμαι τόδε τοῦδε
中动态动词 ἀνθαιρέομαι 支配表示所选对象的宾格(τόδε)以及表示比较与优先基准的属格(τοῦδε),意为“舍彼而取此”或“优先选取此而非彼”,清晰揭示了抉择(proairesis)以多项可选对象间的权衡与取舍为本质特征。
