- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:56.1-57.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏阐明了议事建议与称赞、颂辞之间的相互转换,详细论述了用于凸显人物与行为卓越性的增广论题、与名宿或大众进行对比比较的修辞手法,以及三种修辞学门类之间的共通要素。
[b 36] ἔχουσι δέ τι κοινὸν αἱ συμβουλαὶ καὶ ὁ ἔπαινος· ὧν γὰρ στοχάζεται ὁ συμβουλευτικός, ταῦτα λυσιτελεῖ τῷ πανηγυρίζοντι, καὶ ὅσα τοῖς πανηγυρίζουσι συντείνει, ταῦτα καὶ τῷ συμβουλεύοντι μεγάλην εἰς τὸ συμβουλεύειν παρέξει ῥοπήν. [b 37] ἃ γὰρ φησὶν ἐν τῷ συμβουλεύειν ὑπόθοιο ἄν, ταῦτα μετατεθέντα τῇ λέξει καὶ τῇ φράσει ἐγκώμια γίνεται· ἐπεὶ οὖν, ὡς ἤδη παραδεδώκαμεν ἐν τοῖς περὶ τοῦ συμβουλευτικοῦ τόποις καὶ ἐνθυμήμασι καὶ ταῖς πίστεσιν, ἔχομεν ἃ δεῖ πράττειν ἀγαθά, καὶ ὁποῖον δεῖ εἶναι τὸν συμβουλεύοντα, ἡνίκα συμβουλεύειν ἐπιχειρεῖ, καὶ ἐκ τίνων πίστεων ὁρμᾶσθαι, ταῦτα, ἃ ὡς ὑποθήκας ἔλεγε καὶ παραινέσεις, δεῖ μετατιθέναι καὶ στρέφειν, οἷον ὑποθήκη μὲν τὸ ‘οὐ δεῖ μέγα φρονεῖν’, εἰ δ’ ἐρεῖς ‘οὐ μέγα ἐφρόνει τοῖς ἐκτὸς ἀλλὰ τοῖς δι’ ἑαυτὸν καὶ ἐντὸς ἀγαθοῖς ἔργοις’, ἔπαινος. [1368 a 10] χρηστέον δὲ καὶ τῶν αὐξητικῶν,1 ὅτι μόνος ἠρίστευσεν, ὅτι πρῶτος ἔτρεψε τοὺς πολεμίους ἢ μετ’ ὀλίγων στρατιωτῶν, ἢ ἄλλοι μὲν ἠρίστευσαν, μάλιστα δὲ πάντων οὗτος. [a 12] ἅπαντα δὲ ταῦτα καλά. ἔτι δὲ τὰ τῶν καιρῶν, ὅτι ἐν καιρῷ ἀνάγκης καὶ πολιορκίας ὠφέλησε τὴν πόλιν ῥήξας τὰς πύλας ὁ στρατηγός· καὶ τὰ τῶν χρόνων, ὅτι ἐν χρόνοις τοιούτοις ἐσιτάρκησε τῇ πόλει ἢ τρόπαιον ἔστησε. [a 13] ταῦτα δέ, εἰ παρὰ τὸ προσῆκον ἤτοι2 παρὰ πᾶσαν ἐλπίδα, καὶ ὅπερ ἔμπροσθεν εἰρήκειμεν, εἰ νέος ὢν δεκαετὴς ἠρίστευσε, παρὰ τὸ προσῆκον, καὶ εἰ ἀνελθὼν ξένος εἰς τὸ τεῖχος ἠρίστευσε, παρὰ τὸ προσῆκον, ἐπὶ τὸ βέλτιον δέ. καὶ εἰ πολλάκις τὸ αὐτὸ κατώρθωκε· μέγα δὲ οὐκ ἀπὸ τύχης ἀλλὰ δι’ αὑτὸν δείξει καὶ μετὰ προαιρέσεως. [a 15] καὶ εἰ τὰ προτρέποντα καὶ τιμῶντα δι’ αὐτὸν εὑρέθη, ἐπαινετός, ὥσπερ πολλοὶ τῶν σοφῶν ἐπαινετοί, οἳ μὲν εὑρόντες τὰ προτρέποντα, τὰς παραινέσεις καὶ συνθήκας, οἱ δὲ τὰ τιμῶντα καὶ εἰς τιμὴν ἄγοντα, ὡς τὰς ἐπιστήμας τὰς λογικάς, αἳ εἰς τιμὴν ἄγουσι. [a 16] καὶ εἰς ὃν πρῶτον ἐγκώμιον ἐποιήθη, μέγας οὗτος καὶ ἐπαινετός, ὥσπερ Ἱππόλοχος εὗρε πρῶτος τὸ ἐγκωμιασθῆναι, μᾶλλον δὲ εὐτύχησε καὶ ἔσχε, καὶ Ἁρμόδιος καὶ Ἀριστογείτων εὗρον πρῶτοι τὸ σταθῆναι ἐπ’ ἀγορᾶς ἐν στήλαις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐναντίων φαῦλός ἐστι μεῖζον, εἰς ὃν ἐποιήθη πρώτως ψόγος καὶ ἀφ’ οὗ εὑρέθη τὰ εἰς κακίαν προτρέποντα, ὥσπερ ὁ Κάιν, ᾧ πρώτως φόνος τετόλμηται, καὶ ᾧπερ εὑρέθη πρώτως τι φαῦλον ἢ τετόλμηται. [a 19] κἂν μὴ εἰς αὐτὸν εὐπορῇς, ἀντιπαράβαλλε πρὸς ἄλλον τὸν συγκρινόμενον, ὅπερ Ἰσοκράτης ἐποίησεν παραβαλὼν τὴν Ἑλένην τῇ Ἀφροδίτῃ διὰ τὸ κάλλος, καὶ ὁ Ἀφθόνιος τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ. [a 21] δεῖ δὲ ἐν τῷ παραβάλλειν πρὸς ἐνδόξους παρεξετάζειν· αὐξητικὸν γάρ, εἰ καλλίων ὁ ἐπαινούμενός ἐστι τοῦ ἀντεξεταζομένου σπουδαίου· οἷον εἰ δείξομεν Ἕκτορα μείζονα τυχὸν ἢ ἴσον τῷ Ἀχιλλεῖ, αὔξησις. [a 22] πίπτει δὲ εὐλόγως μᾶλλον ἐν τοῖς πανηγυρίζουσι καὶ τοῖς ἐπαινοῦσιν ἡ αὔξησις· δέχονται μὲν γὰρ καὶ τὰ ἕτερα εἴδη τῆς ῥητορικῆς τὴν αὔξησιν, μᾶλλον δὲ προσήκει τοῖς ἐπαίνοις ἡ αὔξησις· ἐν ὑπεροχῇ γάρ ἐστιν. ἡ ὑπεροχὴ τῶν καλῶν ἤτοι τὰ καλὰ ὑπερέχει μέν, ἀλλὰ δεῖ ταῦτα λαβεῖν ὑπεροχὴν μείζω παρὰ τῶν ἐπαινετῶν, ἵνα γένωνται ἑαυτῶν ὑπερέχοντα καὶ διαδηλότερα. [a 24] ἡ ὑπεροχὴ τοίνυν τῶν καλῶν ἤτοι τὸ διδόναι αὐτοῖς ὑπεροχὴν ἐν ὑπεροχῇ ποιεῖ αὐτὰ καὶ οἷον μείζω ἑαυτῶν. διὸ κἂν μὴ πρὸς ἐνδόξους ἰσχύῃς παραβάλλειν, ἀλλὰ κἂν πρὸς τοὺς πολλούς, παράβαλλε,3 ἵν’ ὁ σπουδαῖος πρὸς πολλοὺς συγκρινόμενος ὑπερέχειν αὐτῶν δόξῃ εἷς πρὸς πολλοὺς ἀντεξεταζόμενος καὶ ὑπερφέρων φαινόμενος· καὶ ἄλλως δὲ οἱ πολλοὶ δόξουσιν ἕνα σπουδαῖον καὶ ἔνδοξον ποιεῖν, [a 25] ἐπείπερ ἡ ὑπεροχὴ ἡ πρὸς πολλοὺς δοκεῖ μηνύειν ὑπεροχὴν τοῦ ἐγκωμιαζομένου· δεικνὺς οὖν, ὅτι ἡ αὔξησις λυσιτελεῖ ἐν τοῖς ἐπαίνοις, φησίν, ὅτι πολλὰ μὲν ἔχουσι κοινὰ τὰ τρία εἴδη· τά τε γὰρ ἐνθυμήματα κοινὰ καὶ τὰ παραδείγματα κοινὰ καὶ ἡ αὔξησις κοινὴ τοῖς τρισίν. εἰσὶ δὲ καὶ ἄλλα κοινὰ τούτοις τοῖς λόγοις τῶν τριῶν εἰδῶν, τὸ ποιὸν ἑαυτὸν δεικνύειν, τὸ τὸν ἀκροατὴν τοιῶσδε προπαρασκευάζειν, τὸν ἐκκλησιαστήν, τὸν δικαστήν, τὸν θεωρὸν ἀναδιδάσκειν περὶ τῶν προτεθέντων. πολλῶν οὖν ὄντων κοινῶν δοκεῖ μᾶλλον τοῖς ἐπαίνοις ἁρμόττειν ἡ αὔξησις. τὰ δὲ λοιπὰ σαφῆ.
议事与称赞具有某种共通之处;因为议事演说家所瞄准的目标对节庆演说者亦是有益的,凡有益于节庆演说者的事物,亦将为议事演说者在议事时提供巨大的分量。 因为他说,你在议事时所劝告的事项,一旦转换文词与修辞,便成为颂辞。既然如此,正如我们已在关于议事类的论题、推理与凭据中所传授的那样,我们掌握了应当践行何种善事,议事者在着手议事时应当具有何种品格,以及应当从何种凭据出发,那么便必须将他作为劝告与规劝所说的这些事物加以转换和转变。例如‘不可自傲’是劝告,但如果你说‘他并未因外在之善而自傲,而是因属于自身且居于内在的善美功业而自豪’,这便是称赞。 还当使用增广性的要素:如他独自立下盖世奇功,他最先击溃敌军或以少数士兵击溃敌军,或者其他人虽亦立下奇功,但他却最为卓越。 而所有这些都是善美的。此外还有来自时机的事项,如将领在危难与受围困的时机破门而出拯救了城邦;以及来自时期的事项,如在这样的时期为城邦供给粮食或树立战胜纪念碑。 这些事项若是反乎合宜,即反乎一切预期的;又如我们先前所言,若十岁年少便立下奇功,乃是反乎合宜,又如客籍人登上城墙立下奇功,乃是反乎合宜,却是朝向更善之境。又如他屡次成就同一功业;[演说家]将表明这伟大并非出于运气,而是由于他自身且伴随意图。 又如催人奋进并带来荣誉之事若是经由他而得以发现,他便是值得称赞的,正如许多智者值得称赞一样:其中一些人发现了催人奋进之事,即规劝与盟约,另一些人则发现了带来荣誉并引向荣誉之事,例如引向荣誉的论理诸学科。 凡最先为其撰写颂辞者,此人亦是伟大且值得称赞的,正如希波洛科斯最先开创了接受颂赞之事——或者更确切地说是侥幸获得了这一殊荣——又如哈尔摩狄奥斯与阿里斯托革顿最先开创了在广场上树立石柱雕像之荣。同样,在相反的情形中,凡最先为其撰写谴责者,以及引向恶德之事发端于彼者,此人便更为恶劣;正如该隐,最先由他敢于行凶谋杀,最先由他发现了恶事或敢于犯下恶行。 即使针对其本人缺乏材料,亦当将他与受比较的另一人并置对照,正如伊索克拉底因海伦之美貌而将其与阿佛洛狄忒相对比,阿夫托尼奥斯将赫克托尔与阿喀琉斯相对比。 然而在对比时必须与名宿并列考察;因为如果受称赞者比与其并列考察的优秀人物更美,这便是增广;例如,若我们表明赫克托尔或许比阿喀琉斯更伟大或与之比肩,这便是增广。 增广更合情合理地归属于节庆演说者与行称赞者;因为修辞学的其他种类固然亦容纳增广,但增广更适合于称赞;因为它存在于卓越之中。善美之物的卓越,亦即善美之物固然卓越,但它们必须从称赞者那里获得更大的卓越,以便超越自身并更加彰显。 因此,善美之物的卓越,亦即赋予它们卓越,使它们居于卓越之中,并在某种意义上超越自身。因此,即使你无力将他与名宿相对比,哪怕与大众对比亦可,以便优秀人物在与众人相比较时显得超越他们,以一人对众人并列考察而显出其胜出;在另一方面,众人亦将被视为成就了一个优秀而知名的人物,因为对众人的卓越似乎正昭示了受颂赞者的卓越。因此,为了表明增广在称赞中有益,他说,三个种类具有许多共通之处:因为推理论证是共通的,例证是共通的,增广对于三者亦是共通的。这三种演说亦有其他共通之处:显明自身具有某种品格,使听众预先形成某种态度,就所提出的议题教导民众大会成员、审判官与旁观者。既然有诸多共通之处,增广便似乎更为契合于称赞。其余内容显明易懂。
- 1.0.9χρηστέον δὲ καὶ τῶν αὐξητικῶν
非人称动词性形容词 χρηστέον 支配部分属格 τῶν αὐξητικῶν。动词 χρῆσθαι 通常支配与格,此处用属格表达从诸多增广论点中取用某些要素之意。
- 1.0.9ἐν ὑπεροχῇ γάρ ἐστιν. ἡ ὑπεροχὴ τῶν καλῶν ἤτοι...
在引用亚里士多德原文(1368a22)ἐν ὑπεροχῇ γάρ ἐστιν 之后,紧接着的 ἡ ὑπεροχὴ τῶν καλῶν ἤτοι... 是注疏者的释义,阐明了善美之物本身的卓越与通过称赞(修辞增广)赋予其更大卓越之间的逻辑关系。
- 1.0.9ἀλλὰ κἂν πρὸς τοὺς πολλούς, παράβαλλε
κἄν 虽为 καὶ ἐάν 之合音,但在此处作为让步或限定副词使用(意为‘哪怕只是’、‘至少’),修饰介词短语 πρὸς τοὺς πολλούς 并连结祈使语气动词 παράβαλλε。
