- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:54.9-56.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者诠释了亚里士多德《修辞学》1367b12–35,阐明了如何称赞超越合宜的作为以及在顺逆境中的态度,强调了证明受称赞者出于意图(选择)的重要性及其将偶然之举诠释为有意图的技巧,并辨析了“称赞”、“颂辞”与“视为至福/幸福”的定义及其层级关系。
[b 12] καὶ ὅσα κατὰ τὸ προσῆκον, οἷον εἰ ἄξια τῶν προγόνων καὶ τῶν πορρωτέρω αὐτοῦ γονέων ἔπραξέ τις ἔργα· εὐδαιμονικὸν γὰρ τοῦτο καὶ καλὸν τὸ πρᾶξαί τινα τῶν προγόνων ἐπάξια. [b 14] καὶ τὸ προσεπικτᾶσθαι τιμὴν καλόν· τὸ γὰρ προσεπαύξειν ἑαυτῷ τινα τιμὴν ἐπὶ τιμῇ καὶ δόξαν ἐπὶ δόξῃ ἐκ τῶν καλλίστων πάντως ἔργων καλὸν μέγα. [b 14] ἢ εἰ παρὰ τὸ προσῆκον ἐπὶ τὸ βέλτιον καὶ κάλλιον, οἷον εἰ δεκαετὴς ἠρίστευσέ τις, παρὰ τὸ προσῆκον μέν, ἀλλὰ πρὸς τὸ βέλτιον καὶ κάλλιον. καὶ εἰ εὐτυχῶν μέτριός ἐστι, παρ’ ἐλπίδα τοῦτο· ἕπεται γὰρ τῷ εὐτυχοῦντι τὸ ἐπαίρεσθαι. καὶ εἰ ἀτυχῶν μεγαλόψυχός ἐστι, παρὰ τὸ προσῆκον καὶ παρ’ ἐλπίδα, ἐπὶ τὸ βέλτιον δέ· τῷ γὰρ ἀτυχοῦντι προσῆκον τὸ καταπίπτειν καὶ μικροψυχεῖν καὶ ταπεινοῦσθαι. [b 16] πάλιν εἰ μείζων γινόμενός τις μετριώτερος ἑαυτοῦ καὶ πρακτικώτερος γίνεται. γράφεται δὲ καὶ καταλλακτικώτερος, ἤγουν ἐστὶ μνησίκακος1 καὶ ταπεινόφρων παρὰ τὸ προσῆκον, ἀλλ’ ἐπὶ τὸ βέλτιον. οἷον τὸ τοῦ Ἰφικράτους, ἐξ οἵων εἰς οἷα μετῆλθε, μένει δὲ ὅμως μέτριος. [b 18] καὶ τὸ τοῦ ὀλυμπιονίκου· “πρόσθεν ἀμφ’ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν” ὕστερον ἐκλείσθη μένων ἐπὶ τῆς αὐτῆς γνώμης καὶ μὴ κατεπαιρόμενος τῶν πολλῶν. [b 19] καὶ τὸ τοῦ Σιμωνίδου περὶ γυναικός τινος ‘καὶ πατρὸς μὲν καὶ ἀνδρὸς καὶ ἀδελφῶν βασιλέων οὖσα, μένουσα μέντοι μετριόφρων καὶ πᾶσιν ἐξισταμένη τοῦ θρόνου καὶ μετριάζουσα καὶ τὴν ἰσονομίαν ἀσπαζομένη’. ταῦτα εἰπὼν καὶ βουλόμενος ἐπὶ τούτοις διδάξαι, ὅτι δεῖ τὸν ἐγκωμιάζοντα πρὸς τοῖς ἄλλοις δεῖξαι καὶ μετὰ προαιρέσεως ἐργαζόμενον ἢ ἐργασάμενον τὸ ἀγαθὸν τὸν ἐπαινούμενον, φησὶν [b 21] ὅτι, ἐπεὶ ὁ ἔπαινος ἐκ τῶν πράξεων, τοῦ δὲ σπουδαίου τῶν πράξεων ἐργάτου ἴδιον τὸ κατὰ προαίρεσιν πράττειν, πειρατέον δεικνύναι τὸν ἐπαινούμενον κατὰ προαίρεσιν πράττοντα. [b 23] χρήσιμον δὲ τὸ δεῖξαι πολλάκις ὅτι κατὰ προαίρεσιν ἔπραξεν· οὕτω γὰρ μέγα φανεῖται καὶ προαιρετικὸν τὸ ἀγαθόν, οὐκ ἀκούσιον· διὸ κἂν μετὰ προαιρέσεως ἔπραξεν, εἰπέ, ὅτι καὶ πολλάκις τὸ τοιοῦτον πέπραγε, κἂν κατὰ σύμπτωμα, πάλιν μετὰ προαιρέσεως γεγονέναι πειράσθητι κατασκευάσαι, οἷον εἰ τὴν ἀσπίδα ὡς δειλὸς ἔρριψε καὶ πολέμιον πλήξας νίκην εἰργάσατο κατὰ σύμπτωμα καὶ τύχην, ὡς ἐν προαιρέσει ληπτέον τὸ γεγονός, καὶ εἰ μαινόμενός τις ἐφόνευσε τύραννον, ὁμοίως ἐν προαιρέσει γενέσθαι δεῖξον· [b 25] πρόφερε δὲ καὶ ἕτερ’ ἄττα τοιαῦτα παρ’ αὐτοῦ γεγονότα, καὶ τόδε βεβαιωθήσεται καὶ σημεῖον εἶναι δόξει ἀρετῆς τε καὶ προαιρέσεως· οἷον τυχὸν ἐξῆλθέ τις τῆς πόλεως διὰ τὸ διψῆν καὶ ἐντυχὼν τῷ στρατηγῷ τῶν πολεμίων κοιμωμένῳ ἐφόνευσεν αὐτὸν καὶ νίκην εἰργάσατο· εἰπέ, ὅτι μὴ κατὰ τύχην ἔκτεινεν, ἀλλὰ προσκεψάμενος καὶ βουλευσάμενος καὶ μετὰ προαιρέσεως ἐφιεμένης ἀριστεύειν ἐξῆλθε καὶ σκοποῦ ἐπαινετοῦ. [b 26] ἔστι δὲ ἔπαινος λόγος αὐξητικὸς ἐμφανίζων μέγεθος ἀρετῆς. τῶν ἕξεων δὲ ἐστιν ὁ ἔπαινος, τὸ δὲ ἐγκώμιον τῶν ἔργων καὶ τῶν πράξεων. δεῖ οὖν τὰς πράξεις δεικνύναι μεγάλας τῶν ἐχόντων τὰς ἕξεις καὶ ἐγκωμιάζειν τὰ ἔργα. [b 29] τὰ δὲ κύκλῳ καὶ ἐκτὸς εἰς πίστιν παραλαμβάνειν τῶν πράξεων,2 οἷον εὐγένειαν, εὐείδειαν. γράφεται δὲ καὶ παιδείαν· κάλλιον δὲ εἶναι παιδείαν διὰ τὸ ἐφεξῆς· εἰκὸς γάρ φησι τὸν οὕτω τραφέντα καὶ παιδευθέντα τοιοῦτον εἶναι. διὸ ἐγκωμιάζομεν πράξαντας ἤτοι πολεμήσαντας γενναίως καὶ στρατηγήσαντας καὶ τριηραρχήσαντας. [b 31] τὰ δὲ ἔργα σημεῖα τῆς πράξεως. τὸ δὲ ἔργον ἀποτέλεσμα τῶν πράξεων, ἡ δὲ πρᾶξις ἐνέργεια μετὰ λόγου· ἐπαινοῦμεν οὖν τὰς ἕξεις, ἐγκωμιάζομεν δὲ τὰς πράξεις· τὰ δὲ ἔργα σημεῖα τῶν πράξεων φέρομεν ἀναγκαῖα τεκμήρια καὶ παραστατικὰ καὶ ἄλυτα. οὐ μόνον δὲ ἀπὸ τῶν ἔργων ἐπιφέρομεν ἐγκώμια τῶν πράξεων, ἐπεὶ καὶ χωρὶς ἔργων ἐπαινέσομεν τὸν ἔχοντα τὴν ἕξιν ὡς μέλλοντα πρᾶξαι, οἷον τὸν νῦν προχειρισθέντα στρατηγὸν ἐπαινοῦντες ἐροῦμεν, ὅτι στρατηγήσει, ὅτι νικήσει ἔχων τὴν ἕξιν, καὶ τὸν ῥητορικῆς ἔχοντα ἕξιν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. [b 33] μακαρισμὸς δὲ καὶ εὐδαιμονισμὸς ἑαυτοῖς μὲν ταὐτά,3 τούτοις δέ, τῷ ἐπαίνῳ καὶ τῷ ἐγκωμίῳ, οὐ ταὐτά, ἀλλ’ ἐμπεριέχονται καὶ ὑποβεβηκότα εἰσὶ πρὸς τὸν μακαρισμόν· ὡς γὰρ ἡ εὐδαιμονία περιέχει τὴν ἀρετήν, οὕτω καὶ ὁ εὐδαιμονισμὸς περιέχει τὸ ἐγκώμιον καὶ τὸν ἔπαινον.
‘凡合宜之事’,例如某人做出了配得上先祖及更远父辈的作为;因为做出配得上先祖之事乃是达致幸福且高尚的。 ‘此外,进一步获得荣誉也是高尚的’;因为某人完全凭借至美的作为使自己荣誉上加荣誉、声名上加声名,乃是伟大的高尚。 ‘或者,若反乎合宜而朝向更善与更美之境’,例如某人十岁时便立下盖世奇功,这虽反乎合宜,却是朝向更善与更美。又如处在顺境中却能持守节度,这是出乎意料的;因为趾高气扬总是伴随顺境而来。又如处在逆境中却能器局宏大,这也是反乎合宜且出乎意料的,然而却是朝向更善之境;因为陷入颓唐、小心怯懦、自卑自贱才是合宜于处在逆境者的。 又如‘某人变得更为伟大时,变得比自身先前更有节度且更具实践力’。另有文本作‘更容易和解’,也就是他反乎合宜地不念旧恶且自抑谦逊,然而却是朝向更善之境。例如伊菲克拉特的事例,他是从何等微贱之处升至何等高位,然而他依然持守节度。 又如那位奥林匹亚胜者的言辞:‘往昔双肩挑着粗笨的背篓’,后来备受传颂,却依然持守同样的胸襟,绝不蔑视大众。 又如西摩尼得斯论及某位妇人的言辞:‘父、夫及兄弟皆为君王,然而她却始终心怀谦逊,向所有人让出座次,持守节度,欣然接纳法律之平等’。 在说了这些之后,并且希望在此之外进一步教导:撰写颂辞者除其他各点外,还必须表明受称赞者是在出于意图而践行或践行了善物,他说,‘鉴于称赞源于作为,而出于意图而作为乃是作为之优秀践履者的固有属性’,因此必须努力表明受称赞者乃是出于意图而作为。 ‘屡次表明某人是出于意图而作为乃是有益的’;因为这样善便会显得伟大且是出于意图的,而非非自愿的。因此,即使他是出于意图而行事,也要说他屡次做过此类事;即使是由于偶合,也要再次努力确证其是出于意图而发生的。例如,若某人作为一个懦夫丢弃了盾牌,却因击中敌手而在偶合与运气之下造就了胜利,这一事件便当被视为属于意图之内;又如某人若在狂乱中诛杀了僭主,同样也要表明这是在意图之内发生的。 ‘还当列举由他所做出的其他类似之事’,这样此事便会得到确证,并将被视为德性与意图两者的表征。例如,设想某人由于口渴离开城邦,偶遇睡梦中的敌军将领,将其诛杀并赢得了胜利;当说他绝非出于偶然杀敌,而是预先考量、深思熟虑,怀着渴望建功立业的意图与值得称赞的目标而出城的。 称赞乃是显明德性之伟大的增广言论。称赞针对品质,而颂辞则针对功业与作为。因此必须表明拥有品质者的作为是伟大的,并颂赞其功业。 ‘当采纳周围与外在的事物以求确证作为’,例如高贵的出身与俊美的容貌。另有文本作‘教育’;从后文来看,作‘教育’更优,因为他说:‘如此受抚育与受教育之人很可能是这样的人。’因此我们颂赞那些有所作为者,即那些英勇作战、担任将领和出任三列桨座战船指挥官的人。 ‘而功业乃是作为的表征’。功业是作为的完成结果,而作为是伴随理性的活动。因此我们称赞品质,而颂赞作为;我们提出功业作为作为的表征,即必然的、令人信服的且不可反驳的凭证。我们不仅从功业中引出针对作为的颂辞,因为即便脱离功业,我们亦将因其拥有品质而称赞其为将有所作为者;例如称赞新受任命的将领时,我们将说他由于拥有品质而必将克尽将道、必将克敌制胜;对拥有修辞学品质者以及在其他人身上亦依此类推。 ‘视为至福与视为幸福彼此相同,但与这些——即称赞与颂辞——并不相同;相反,〔称赞与颂辞〕包摄于视为至福之中,且相对后者是处于从属地位的’;因为正如幸福包摄德性,视为幸福亦同样包摄颂辞与称赞。
- 1.0.9γράφεται δὲ καὶ καταλλακτικώτερος, ἤγουν ἐστὶ μνησίκακος
此处针对正文的‘πρακτικώτερος’(更具实践力)提出了异读‘καταλλακτικώτερος’(更容易和解)。其后的解释短语‘ἤγουν ἐστὶ μνησίκακος’(也就是心怀怨恨)鉴于上下文朝向‘更善’的论述脉络以及与‘ταπεινόφρων’(自抑谦逊)的并列,必须理解为脱落了否定词(即‘不记旧怨’之意)。
- 1.0.9εἰς πίστιν παραλαμβάνειν τῶν πράξεων
属格‘τῶν πράξεων’(作为的)作为宾格性属格依附于前置词短语‘εἰς πίστιν’(为了确证/使确信),整句结构为‘为了使作为获得确证而采纳外在要素’。
- 1.0.9ἑαυτοῖς μὲν ταὐτά, τούτοις δέ, τῷ ἐπαίνῳ καὶ τῷ ἐγκωμίῳ, οὐ ταὐτά
与格代词‘ἑαυτοῖς’与‘τούτοις’由形容词‘ταὐτά’(相同的)所支配,表同一或比较的准则(‘彼此之间相同,但与这些[称赞与颂辞]并不相同’),构成平行的对比结构。
