- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:52.23-54.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《修辞学》1367a25–b11的注解。作者讨论了非同寻常之物及各群体特有价值何以高尚,阐释了如何将临近于德性中道的极端恶习从最好方面重新表述以用于赞美,并就演说者依据特定听众的规范来调整赞辞提出了实践指南。
[a 25] καὶ τὰ περιττὰ καλά, ὡς τὸ εἰδέναι γεωμετρίαν, μεγάλην σύνταξιν, ἀστρονομίαν, μουσικήν· ταῦτα γὰρ περιττὰ καὶ δεινὰ καὶ διὰ τοῦτο μεγάλα· περιττὰ δὲ τὰ ποικίλα καὶ κομψὰ καὶ ὡραῖα καὶ εἰς κάλλος εὖ ἔχοντα, ὡς ἔφημεν ὄπισθεν. καὶ τὰ μόνῳ ὑπάρχοντα ὡς ἡ βασιλεία. καὶ ὅπερ ἂν εὑρεθῇ παρά τινι ἀγαθὸν μόνῳ μηδενὸς ἄλλου ἔχοντος ἐκεῖνο, μέγα, ὡς ἐν τῇ νέᾳ Ῥώμῃ ὁ περιώνυμος τῆς τοῦ θεοῦ σοφίας ναός· [a 26] εὐμνημονευτότερα γὰρ τὰ μόνῳ ὑπάρχοντά τινι. καὶ κτήματα ἄκαρπα καλὰ διὰ τὸ τῆς εὐφροσύνης ἐλευθέριον. καὶ τὰ παρ’ ἑκάστοις δὲ ἴδια καλά. ἀνωτέρω μὲν εἶπε τὸ ἑνὶ μόνῳ ὑπάρχον καλόν, νῦν δὲ καὶ τὰ παρ’ ἑκάστοις, οἷον 〈ἐν〉 Ἀθηναίοις λέγω λόγος, ἐν Λάκωσιν ἀνδρία, ἐν Ἠλείοις Ὀλύμπια. [a 28] καὶ ὅσα σημεῖα τῶν παρ’ ἑκάστοις ἐπαινουμένων, οἷον ἐν Λακεδαίμονι τὸ κομᾶν σημεῖον ἐλευθερίας καὶ εὐγενείας. [a 31] καὶ τὸ μηδεμίαν ἐργάζεσθαι βάναυσον τέχνην σημεῖον ἀνδρὸς ἐλευθέρου μὴ θέλοντος πρὸς ἄλλον ζῆν. καὶ τὸ σπουδάζειν ἐν λόγοις δεῖγμα φιλοπονίας καὶ σπουδαίου ἀνδρός. [a 32] ληπτέον δὲ καὶ τὰ σύνεγγυς τοῖς ὑπάρχουσιν. εἴπομεν, φησί, περὶ ἀρετῶν μεσοτήτων καὶ ἔργων αὐτῶν καὶ σημείων καί τινων τόπων· νῦν δὲ βουλόμεθά σε διδάξαι, πῶς καὶ ἐν ταῖς ὑπερβολαῖς τῶν ἀρετῶν καὶ ταῖς ἐλλείψεσιν εὑρήσεις τι πρὸς ἔπαινον χρησιμώτατον, ὥσπερ καὶ ἐκ τῶν μεσοτήτων εὑρήσεις τι πρὸς καταφορὰν τινος ἐπιτηδειότατον τὸ παράδοξον. ὑπάρχουσι μὲν ἀγαθὰ αἱ μεσότητες, σύνεγγυς δὲ αὐταῖς τὰ ἄκρα εἰσίν, οἷον τῇ σωφροσύνῃ ἡ ἠλιθιότης καὶ τῇ ἀνδρίᾳ ἡ θρασύτης καὶ τῇ φρονήσει ἡ πανουργία· ἐγκωμιάζων οὖν εἰπὲ τὸν ἠλίθιον σώφρονα καὶ χρηστὸν καὶ τὸν εὐλαβῆ καὶ εὔψυχον δειλὸν καὶ ἐπίβουλον (ὁρᾷς, ὅπως ἐκ τῆς μεσότητος τόπος σοι πρὸς ψόγον παραδοξότατος δέδοται) καὶ τὸν ἀνάλγητον κάλει πρᾶον. [a 35] καὶ ἕκαστον δὲ ἐκ τῶν παρακολουθούντων αἰεὶ κατὰ τὸ βέλτιστον,1 ἤτοι ἐπαίνει τὸ τῆς ἀκρότητος φαῦλον προσφόρως κατὰ τὸ βέλτιστον τῆς μεσότητος. [a 37] οἷον τὸν ὀργίλον καὶ τὸν μανικὸν ἁπλοῦν εἰπὲ καὶ ὡς οὐ βουλόμενον βυσσοδομεύειν ἐντός, καὶ τὸν αὐθάδη μεγαλοπρεπῆ καὶ σεμνὸν ὡς οὐ θέλοντα ὑπείκειν ἐν πράγμασιν εὐτελέσι. τὰ δ’ ἄλλα σαφῆ. [b 7] σκοπεῖν δὲ καὶ παρ’ οἷς ὁ ἔπαινος. δεῖ, φησί, τὸν ἐγκωμιάζοντα καὶ ἐπαινοῦντα σκοπεῖν, παρ’ οἷς ἀκροαταῖς ὁ ἔπαινός ἐστι καὶ τί ἐν ἐκείνοις τὸ ἐπαινούμενον καὶ τιμώμενον, οἷον ἐν Ἀθήναις λόγος· οὔκουν εἴποις ἄν, ὅτι ὁ ἐπαινούμενος ἐν λόγῳ πάντων ἐκράτει· ἐν δὲ Λάκωσιν ἐστιν ἀνδρία τὸ τιμώμενον καὶ κάλλιστον· εἰ τοίνυν ἐπαινεῖς, ἐρεῖς ἄν, ὅτι ἀνδρεῖος ὅδε κατ’ ἐξαίρετόν ἐστι· καὶ οὕτως ἐν πᾶσιν. [b 8] ὥσπερ καὶ Σωκράτης ἔλεγεν, οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν· εἰ γὰρ ἐν Ἀθηναίοις ὁ λόγος τιμᾶται καὶ πρεσβεύεται, τὸ τοὺς Ἀθηναίους ἐπαινεῖν διὰ λόγου τοῦ καλλίστου σπουδάσματος παρ’ αὐτοῖς οὐ χαλεπόν. οὕτω μὲν ὁ φιλόσοφος ἔφη, ἐμοὶ δὲ δοκεῖ τοιόνδε εἶναι τὸ νόημα· σκόπει, παρὰ τίσιν ἀκροαταῖς ἐγκωμιάζεις· οὐ γὰρ παρ’ ἅπασιν ἁπλῶς καὶ ἀδιαστόλως ἀκροαταῖς ὁ ἔπαινος καὶ ὁ ψόγος γίνεται, δεόμεθα δέ τινος ὑποδιαστολῆς· τίς δέ ἐστιν αὕτη; ὃν βούλει ἐγκωμιάσαι, ἀγαπώμενος ἔστω τοῖς ἀκροαταῖς καὶ τιμώμενος, ἀλλὰ μὴ τοὐναντίον ἐχθρός. αὐτίκα, εἰ τὸν Φίλιππον ἐπαινέσαι θελήσεις παρ’ Ἀθηναίοις, ἄτεχνος ὁ ῥήτωρ ὀφθήσῃ, καὶ εἰ Λακεδαιμονίους ἐν Ἀθηναίοις, οὐ μεθοδεύεις ὀρθῶς. ἀλλὰ τί δεῖ; ψέγε Φίλιππον ἐν Ἀθηναίοις, ἐγκωμίαζε Περικλῆν, ἐν Ἀθηναίοις Ἀθηναίους, ἐν Λακεδαιμονίοις Λάκωνας, ἐν Ἠλείοις Ἠλείους, μὴ Ἀθηναίους, ἵνα μὴ καὶ αὐτὸς κατὰ τὸν Ἀλκιβιάδην αἰκισθῇς ὑπ’ αὐτῶν τῆς ἀρίστης πόλεως εἰπόντα2 εἶναι.3 [b 9] δεῖ δὲ τὸ παρ’ ἑκάστοις τίμιον ὡς ὑπάρχον λέγειν. ὃ δοκεῖ, φησί, τῇ πολιτείᾳ τίμιον εἶναι, τοῦτο ἐπαινείσθω ὡς καλόν, οἷον τὸ παρ’ Ἀθηναίοις τίμιον τὸν λόγον λέγε καλὸν καὶ ἀγαθόν, τὸ παρὰ Ταυροσκύθαις τίμιον τὸ ξενοκτονεῖν ἀποδείκνυε καλόν, εἴ γε παρ’ ἐκείνοις τίμιον· τὸ δὲ τίμιον καλόν· ἐπεὶ γειτνιᾶν δοκεῖ τὸ τίμιον καὶ τὸ καλόν· δεῖ γὰρ τὸν ῥήτορα τὸ τῆς πόλεως ἔθιμον ἢ νόμιμον ἢ τὸ τιμώμενον ἁπλῶς καλὸν λέγειν.
非同寻常的事物也是高尚的,例如通晓几何学、大统编、天文学与音乐;因为这些是非同寻常且令人惊叹的,并因此是伟大的;正如我们此前所言,非同寻常之物是指那些丰富多样、精妙雅致、盛美且趋向美善的事物。仅属于一人的事物也是高尚的,例如王权。凡在某一人身上独见为善物而无其他任何人拥有的事物也是伟大的,正如在新罗马那座闻名遐迩的神圣智慧圣殿。 ‘因为仅属于一人的事物更容易被铭记。’无实际收益的财产由于享受中的自由也是高尚的。各群体特有的事物也是高尚的。此前他说仅属于一人的事物是高尚的,如今则指各群体特有的事物,例如我说,雅典人中的辩才、拉科尼亚人中的勇敢、伊利斯人中的奥林匹亚节。 ‘凡作为各群体中所受称赞之事的表征者,[也是高尚的]’;例如在拉刻代蒙,蓄长发是自由与高贵的表征。 ‘不从事任何卑俗的手艺’是不愿依附他人而活的自由人的表征。专心致志于言论辞艺则是勤勉与卓越之士的证据。 ‘还须采用与实际存在之物相临近的事物’。他说:‘我们此前谈论了德性的中道、功业、表征以及某些论题;如今我们希望教导你,如何在德性的过度与不及中亦能发现对称赞极有用处之物,正如从中道中亦能发现对驳斥某人极相适宜的逆说之物一样。’中道作为善物而存在,但极端之物与它们相临近;例如愚钝临近于节制,鲁莽临近于勇敢,奸猾临近于明智。因此在颂赞时,当称愚钝者为节制与端正,称审慎且有气概者为怯懦与阴险(你看,从德性中道中为你提供了何等逆说的责难论题!),并称麻木无感者为温和。 ‘始终按照最好的方面[采用]相随的各事物’;也就是按照中道最好的方面,适当地称赞极端之恶相。 ‘例如称易怒者与狂暴者为质朴坦荡’,称其为不愿在内心深处蓄谋恶事之人;并‘称傲慢固执者为宏阔庄严’,视其为不愿在微不足道之事上屈服妥协之人。其余则显而易见。 ‘还须考虑是在哪些人面前进行称赞’。他说,撰写颂辞与称赞者必须考虑是在何种听众面前进行称赞,以及在他们中间受称赞和受尊崇者为何物,例如在雅典是辩才;因此可以说,受称赞者在辩才上胜过所有人。在拉科尼亚人中,勇敢是受尊崇且至美之物;因此若你称赞,便会说此人尤为勇敢;在所有事情上皆依此类推。 ‘正如苏格拉底所说,在雅典人面前称赞雅典人并非难事。’因为若在雅典人中辩才受尊崇且受推崇,那么通过辩才这一在他们看来至美的追求来称赞雅典人便非难事。哲学家固然这样说,但在我看来其旨趣如下:当考虑你在何种听众面前颂赞;因为称赞与责难并非一概而毫无区分地在所有听众面前进行,我们需要某种甄别。这甄别是什么呢?你意欲颂赞之人,必须为听众所喜爱与尊崇,而非相反地作为仇敌。举例而言,如果你想在雅典人面前称赞腓力,你将被视作拙劣无术的修辞学家;若在雅典人面前称赞拉刻代蒙人,你的方法便不得当。那么应当如何呢?在雅典人面前当责难腓力,颂赞伯里克利;在雅典人面前颂赞雅典人,在拉刻代蒙人面前颂赞拉科尼亚人,在伊利斯人面前颂赞伊利斯人,切莫颂赞雅典人,免得你自己也如同自称来自至善城邦的阿尔基比亚德一样,遭他们凌辱。 ‘应当将各群体中受尊崇之物说成是实际存在的。’他说,城邦政制中被视为尊崇之物,当作为高尚之物予以称赞;例如,将雅典人中受尊崇的辩才称为美善,将陶罗西徐亚人中受尊崇的杀戮异乡人论证为高尚——如果这在他们那里的确受尊崇的话。受尊崇之物即是高尚之物;因为受尊崇与高尚似乎彼此相邻。因为修辞学家必须将城邦的习俗、法令或纯粹受尊崇之物说成是高尚的。
- 1.0.9καὶ ἕκαστον δὲ ἐκ τῶν παρακολουθούντων αἰεὶ κατὰ τὸ βέλτιστον
亚里士多德本文(引文)的引用。这是承前省略了前句动词性成分 ληπτέον(须采用)的句式。注解者在后文随即以祈使语气(ἤτοι ἐπαίνει...)补足其含义。
- 1.0.9εἰπόντα
该从句的主语和动词为第二人称单数(ἵνα μὴ καὶ αὐτὸς... αἰκισθῇς,主格 αὐτός),但分词 εἰπόντα 却作阳性单数宾格。它通过超置与前面介词短语 κατὰ τὸν Ἀλκιβιάδην 中的宾格一致而修饰阿尔基比亚德(若归于从句主语,则属破格句式或受 κατὰ τὸν Ἀλκιβιάδην 影响的格吸引)。
- 1.0.9τῆς ἀρίστης πόλεως εἰπόντα εἶναι
属格 τῆς ἀρίστης πόλεως 充当不定式 εἶναι 的表语,是表示出身或归属的表语性属格('属于/出自最善的城邦')。
