← 佚名

亚里士多德《修辞学》佚名评注

§50.35-52.23

利他之行与死后荣誉等被视为高尚的诸事物

注疏者围绕亚里士多德《修辞学》第一卷第九章,阐释并举例说明了被视为高尚的诸多事物及其依据,包括利他之举、死后留存的荣誉、免于羞耻之行、无所恐惧的竞争标的、对敌复仇,以及无实利却值得追求的胜利与荣誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.9#4

καὶ ἃ μὴ αὑτῷ ἀγαθὰ ἀλλὰ ἄλλοις, καλά, οἷον τὸ ἀποκτεῖναι τύραννον καὶ τὸ τρέφειν παῖδας τῶν γειτόνων καὶ τὸ ἐλεεῖν πτωχοὺς καὶ τὸ μὴ τρυφᾶν ἐμὲ τυχὸν ἢ τὸν βασιλέα ἢ τὸν προϊστάμενον ἀρχῆς τινος ἀλλὰ τοὺς ὑπὸ χεῖρα.1 ἃ τοίνυν ἄλλοις ἀγαθά, καλά, ἃ δὲ αὐτῷ τῷ ἔχοντι, οὐ καλὰ τοσοῦτον. διὰ τί; [1367 a 1] αὑτοῦ γὰρ ἕνεκα τὰ τοιαῦτα ποιεῖ ὁ ἔχων καὶ οὐ τοσοῦτον καλά· οἷον τὸ μὲν ποιεῖν λέγω πενήτων οἰκίαν καλόν, τὸ δὲ ἑαυτοῦ οὐ τοσοῦτον καλόν. [a 1] καὶ ὅσα τεθνεῶτι ἐνδέχεται ὑπάρχειν, μᾶλλον ἢ ζῶντι καλά, καὶ αἱ στῆλαι καὶ αἱ εἰκόνες καὶ οἱ τύμβοι καὶ τὰ σεμνεῖα· τὸ γὰρ ἑαυτοῦ ἕνεκα τὰ χρειώδη ἔχει καὶ ζωτικὰ ἤτοι πρὸς τροφὴν χρειώδη· ταῦτα δὲ φθείρονται, οἷον τὸ δημοσίᾳ τρέφεσθαι καὶ τὰ σιτηρέσια· φθείρεται οὖν τὸ ἑαυτοῦ ἕνεκα, τὸ δὲ ζῶντι καὶ θανόντι σῳζόμενον καλόν. [a 3] καὶ ὅσα ἔργα τῶν ἄλλων ἕνεκα, καλά, οἷον τὸ νόμους τιθέναι τῇ πολιτείᾳ συμφέροντας καὶ ψηφίσματα, τὸ ἐν πόλεσιν ἐγείρειν ζωστῆρας τειχῶν καὶ προβολὰς στοῶν φυλακτικὰς τῆς χώρας ὑπὲρ τῶν πολιτῶν. καὶ ὅσαι εὐπραγίαι περὶ ἄλλους καὶ τοὺς εὖ ποιήσαντας, ἀλλὰ μὴ περὶ αὑτόν, καλαί· τὸ γὰρ εὖ ποιεῖν καὶ πράττειν ἄλλους καὶ τοὺς εὖ ποιήσαντας μέγα, τὸ δὲ ἑαυτὸν οὐ τοσοῦτον· φιλαυτία γὰρ τοῦτο. τὸ δὲ [a 5] ‘δίκαιον γάρ’ δηλοῖ τὸ δίκαιον εἶναι ποιεῖν εὖ ἄλλους καὶ τοὺς εὐεργετήσαντας. καὶ τὰ εὐεργετήματα τῶν ἄλλων καλά· οὐ γὰρ εἰς αὑτόν. καὶ τὰ ἐναντία ἢ ἐφ’ οἷς αἰσχύνονται καλά· εἰ γὰρ αἰσχρά εἰσιν, ἅπερ αἰσχύνονται καὶ λέγοντες καὶ πράττοντες καὶ ποιοῦντες καὶ μέλλοντες ποιεῖν, καλά εἰσι τὰ ἐφ’ οἷς οὐκ αἰσχύνονται. τίθησι δὲ παράδειγμα τῶν ἐφ’ οἷς αἰσχύνεταί τις· [a 8] πεποίηκε γὰρ ἡ Σαπφὼ λέγοντα τὸν Ἀλκαῖον ‘‘θέλω τί τ’ εἰπεῖν, ἀλλά με κωλύει αἰδώς’’. ‘‘αἴθ’ ἧκες ἐς ἐσθλῶν ἵμερον’’, ἤτοι αἴθε ἦλθες ἐς ἵμερον τῶν ἀγαθῶν. εἶτα πάλιν ἕτερον ἔπος ‘‘καὶ μή τί τ’ εἰπεῖν γλῶσσ’ ἐκύκα κακόν, αἰδώς κεν σε οὐκ εἶχεν ὄμματα, ἀλλ’ ἔλεγες περὶ ὧ δικαίω’’. τινὲς δὲ οὕτω λέγουσιν ‘αἴδ’ ἦκες. ἐὰν δ’ ἦκες ἐς ἐσθλῶν ἵμερον καὶ μὴ ἐκύκα γλῶσσά σού τι κακὸν εἰπεῖν, οὐκ ἂν εἶχέ σου τὰ ὄμματα αἰδώς’. [a 15] καὶ περὶ ὧν ἀγωνιῶσι μὴ φοβούμενοι, ἐκεῖνα καλά, οἷον εἰ διαλέγεταί τις καὶ ἀγωνιᾷ, ἵνα μὴ ἡττηθῇ, ἀγαθὸν ἐκεῖνο τὸ δι’ ὃ ἡ ἀγωνία, οἷον ἡ γνῶσις καὶ ἡ ἐν λόγοις δεινότης καὶ ἡ τιμή· διὰ ταῦτα γὰρ ἀγωνιᾷ. πάλιν ἡνίκα τις ἀγωνιᾷ τυχὸν τυχεῖν τινος, μέγα ἐκεῖνο καλόν, οὗ τυχεῖν ἐφιέμενος ἀγωνιᾷ, οἷον ἀρχῆς τινος ἢ ἀξιώματος. καλῶς δὲ προσέθηκε τὸ ‘μὴ φοβούμενοι’· οἱ γὰρ κλέπται καὶ μοιχοὶ οὐκ ἀγωνιῶσι μόνον ἀλλὰ καὶ φοβοῦνται. [a 16] καὶ αἱ τῶν φύσει σπουδαιοτέρων ἀρεταὶ καλλίους καὶ τὰ ἔργα, οἷον ἀνδρὸς ἢ γυναικός· καὶ ὅσαι ἀπολαυστικαὶ ἄλλοις εἰσὶν ἀρεταὶ ἢ αὐτοῖς καλλίους, ὡς τὸ δίκαιον καὶ ἡ δικαιοσύνη καὶ τὸ ἀνδρεῖον καὶ ἡ ἀνδρία μέγα καλόν. [a 19] καὶ τὸ τοὺς ἐχθροὺς τιμωρεῖσθαι καὶ μὴ καταλλάττεσθαι καλόν· τὸ γὰρ ἀνταποδιδόναι δίκαιον, τὸ δὲ δίκαιον καλόν· τὸ ἄρα τιμωρεῖσθαι τοὺς ἐχθροὺς καὶ μὴ καταλλάττεσθαι καλόν· τὸ γὰρ ἀνταποδιδόναι δίκαιον. ἔτι δ’ οὖν ἀνδρείου τὸ μὴ ἡττᾶσθαι· ἀνδρείων οὖν τὸ μὴ καταλλάττεσθαι πρὸς τὸ μὴ δοκεῖν ἡττᾶσθαι. [a 22] καὶ νίκη καὶ τιμὴ τῶν καλῶν· αἱρετά τε γὰρ ταῦτα ἄκαρπα ὄντα καὶ δι’ ἑαυτὰ μόνον ὄντα διωκτά· τὰ μὲν γὰρ εὔκαρπα διὰ κέρδος καὶ χρηματισμὸν διώκομεν, τὰ δὲ ἄκαρπα ὡς δι’ ἑαυτὰ αἱρετὰ σπεύδομεν λαβεῖν. [a 23] δηλοῖ δὲ ὑπεροχὴν ἀρετῆς ἡ τιμὴ καὶ ἡ νίκη. καὶ τὰ μνημονευτὰ ἤτοι τὰ μνήμης ἄξια ἔργα, οἷον τὸ τοῦ Κυναιγείρου, οἱ ἐπιτύμβιοι στίχοι, οἱ τύμβοι, οἱ ἐπιτάφιοι λόγοι, καὶ τὰ ἐν Σφακτηρίᾳ καὶ Πύλῳ τῶν Ἀθηναίων ἔργα. [a 24] καὶ μᾶλλον τὰ μᾶλλον, ὡς ἅλωσις Τροίας, ὡς κατάπτωσις Βουλγάρων,2 ὡς ἡ Περσῶν κατάλυσις ὑπὸ Ἀθηναίων. καὶ ἃ μὴ ζῶντι ἕπεται, μνήμης ἄξια, ἀλλὰ καὶ θανόντι μεγάλα καλά, οἷον νοσοκομεῖα, ξενῶνες, πτωχῶν ἐτήσια καὶ μετὰ θάνατον σιτηρέσια, ναῶν θείων ἀνοικοδομαὶ ἀρετῆς ἔργα καὶ μετὰ θάνατον περιλάλητα.

凡非为了自身而是为了他人的善物也是高尚的,例如杀死暴君、抚育邻人的孩子、怜悯穷人,以及哪怕我自己、国王或掌管某种职权的长官并不奢侈度日,而是让属下[过上好生活]。因此,凡对他人为善的事物是高尚的,而对拥有者自身为善的事物则没有那么高尚。为什么呢? 因为拥有者做这样的事是为了自身,故而没有那么高尚;正如我说,为穷人建造房屋是高尚的,但为自己建造却不那么高尚。 ‘凡死者所能享有胜过生者所能享有的事物也是高尚的’;石碑、画像、坟墓和神圣纪念物更为高尚。因为为了自身的事物包含必需之物和生活所需之物,即维持生存所需的粮食;而这些是会毁坏的(例如公家供养和粮食配给)。因此,为了自身的事物是会毁坏的,但在人活着以及死后都能得以保存的事物则是高尚的。 ‘凡为了他人的作为也是高尚的’;例如制定有利于政制的法律和法令,在各城邦中为了公民建造保卫乡土的城墙外圈和柱廊防御工事。‘凡对他人以及恩人所行的善举,而非对自己所行的,也是高尚的’;因为对他人和恩人广施善行是伟大的,对自己则没有那么伟大,因为这是自私自爱。而‘因为这是公正的’这一句表明,善待他人和恩人是公正的。惠及他人的恩德也是高尚的;因为这并非指向自身。‘凡与人们感到羞耻之事相反的事物也是高尚的’;因为凡人们在言说、行为、劳作以及打算做时感到羞耻的事若是可耻的,那么人们不感到羞耻的事就是高尚的。他举出了人感到羞耻之事的例证: 因为萨福描写阿尔卡埃乌斯说:‘我想说些什么,但羞耻阻拦了我。’ ‘愿你达到对美善之事的渴望’——也就是说,但愿你走向对善物的渴望。接着又是另一句诗:‘若舌头不搅扰去说某种恶事,羞耻便不会遮蔽你的双眼,你就会谈论公正之事。’有些人则这样表述:‘但如果你达到了;但如果你达到对美善之事的渴望,且你的舌头不搅扰去说某种恶事,羞耻便不会遮蔽你的双眼。’ ‘凡人们竞争而不怀恐惧的事物,那些也是高尚的’;例如,若有人进行论辩并为了不落败而竞争,则那竞争所为的标的乃是善物,诸如知识、言谈的才能与荣誉;因为人正是为了这些而竞争。又如,每当有人为求获得某物而竞争时,他渴望获得而为此竞争的那个重大标的便是高尚的,例如某种职务或尊位。他恰当地加上了‘不怀恐惧’;因为盗贼和通奸者不仅竞争,而且还感到恐惧。 ‘天生更为优秀者的德性与其功业更为高尚’;例如男子之于女子;‘凡给他人带来享受胜过给自己带来享受的德性亦更为高尚’,正如公正之事与正义、勇敢之事与勇敢乃是极大的高尚之物。 ‘向仇敌复仇而不予和解也是高尚的’;因为实施报应是公正的,而公正之事是高尚的;因此向仇敌复仇且不予和解是高尚的;因为实施报应是公正的。此外,不被击败乃是勇敢者的特征;因此,为了不显得被击败而不予和解乃是勇敢者的作为。 ‘胜利与荣誉亦属于高尚之物’;因为这些虽无实际收益,却是值得选择的,且仅仅因其自身而被追求;因为产生实利之物我们是为了利益和赚钱而追求,而无实利之物我们则作为因其自身而值得选择之物急于获取。 ‘荣誉与胜利表明德性的卓越。’凡值得纪念的、亦即配受铭记的功业也是[高尚的];例如库奈盖洛斯的功勋、墓志铭诗歌、墓冢、葬礼演说,以及雅典人在斯法克特里亚和皮洛斯的战功。 ‘更为如此的事物则更为[高尚]’;例如特洛伊的陷落、保加利亚人的覆灭、雅典人对波斯人的击溃。凡不仅伴随生者,而且配受铭记、对死者而言亦是莫大高尚之事(例如医院、客栈、死后仍发放给穷人的年度粮食配给、神圣殿宇的重建),皆是德性的功业,且在死后亦为人传颂。

语法注2 条
  1. 1.0.9τὸ μὴ τρυφᾶν ἐμὲ τυχὸν ἢ τὸν βασιλέα ἢ τὸν προϊστάμενον ἀρχῆς τινος ἀλλὰ τοὺς ὑπὸ χεῖρα

    在带不定式的宾格结构中,否定词 μή 修饰不定式 τρυφᾶν,宾格主语为 ἐμέ、τὸν βασιλέα 与 τὸν προϊστάμενον;在对偶词 ἀλλά 之后紧接 τοὺς ὑπὸ χεῖρα 作为对立的宾格主语,语境上承前省略并补充了肯定意义的 τρυφᾶν(使之过充裕生活)。

  2. 1.0.9κατάπτωσις Βουλγάρων

    Βουλγάρων 作为宾格性属格依附于 κατάπτωσις(“击溃/覆灭保加利亚人”)。此处注疏者在特洛伊和波斯战争等古典范例之外,插入了拜占庭历史特有的战例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:50.35-52.23