- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:49.20-50.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者依据《修辞学》1366b19–38,阐释了明智、高尚的本质以及德性的功业、征象与受动之间的关系,并特别指出在正义中受到公正惩罚并不被视为高尚的例外情况。
ὡς δὲ συγγενῶν οὐσῶν τῶν δύο τούτων ἀρετῶν καὶ σχεδὸν ὁμοίων ἐπιφέρει [b 19] μικροψυχία δὲ καὶ σμικροπρέπεια τοὐναντίον· ὡς ἂν εἰ ἔλεγεν, ὅτι οὐδὲν διαφέρει, εἴτε ἡ σμικροψυχία ἀντίκειται τῇ μεγαλοπρεπείᾳ εἴτε ἡ σμικροπρέπεια· εἰ γὰρ ταὐτὰ σχεδὸν παρὰ μικρόν τι ἡ μεγαλοψυχία καὶ ἡ μεγαλοπρέπεια, καὶ τὰ ἐναντία αὐταῖς ἔσται ταὐτὰ σχεδόν, καὶ οὐδὲν τὸ διάφορον, εἴτε ἡ σμικροψυχία ἀντίκειται τῇ μεγαλοπρεπείᾳ εἴτε ἡ σμικροπρέπεια. [b 20] φρόνησις δέ ἐστιν ἀρετὴ διανοίας, καθ’ ἣν εὖ βουλεύεσθαι δύνανταί τινες περὶ ἀγαθῶν τῶν κυρίως ἢ κακῶν φαινομένων δὲ ἀγαθῶν ἢ κακῶν ὄντων καὶ φαινομένων κακῶν, ἐκείνῳ δὲ ὡς ἀγαθῶν διωκομένων ὡς τάχα λυσιτελούντων εἰς τὴν εὐδαιμονίαν.1 ὡς ἐν κεφαλαίῳ μὲν οὖν περὶ ἀρετῆς ἱκανῶς εἴρηται. [b 24] περὶ δὲ τῶν ἄλλων ἀγαθῶν οὐ χαλεπὸν συνιδεῖν· ἐξετάζων γὰρ εὑρήσεις καὶ τὰ ποιητικὰ τῆς ἀρετῆς ἀγαθά· τὸ γὰρ ἐνεθίζεσθαι τοῖς πόνοις τοῖς εἰς ἀρετὴν ἄγουσι καὶ τοῖς καθ’ ἕκαστα καλῶς † ἀγαθὸν καὶ τὸ ὑγιεινὸν τὸ ποιητικὸν τῆς ἀρετῆς ἀγαθόν. [b 27] καὶ τὰ ἔργα τῆς ἀρετῆς καλά· τὰ γὰρ τῆς ἀνδρίας ἔργα, οἷον τρόπαια, νῖκαι, ἐλευθερία πόλεων, καλά· καὶ τὰ τῶν ἄλλων ἀρετῶν ἔργα ἐπαινετά. [b 26] καὶ τὰ ἀπ’ ἀρετῆς γινόμενα καλά· τοιαῦτα δὲ τά τε σημεῖα τῆς ἀρετῆς, οἷον τὸ βάδισμα, τὸ λέγειν εὐσχήμονα, τὸ αἰδεῖσθαι, τὸ μὴ καγχάζειν. [b 27] ἐπεὶ δὲ τά τε σημεῖα τῆς ἀρετῆς καλά, ὡς ἡ ἐκτὸς σεμνότης τὴν ἐντὸς παραδηλοῖ κατάστασιν πολλάκις καὶ τὸ βάδισμα, καὶ τὰ τοιαῦτα, ὅσα ἐστὶ τοῦ ἀγαθοῦ ἔργα, καλά, ὡς τὰ τρόπαια καὶ αἱ νῖκαι, καὶ τὰ πάθη ὁμοίως καλά, οἷον τὸ εὐφημεῖσθαι τὸν ἀνδρεῖον, τὸ τιμᾶσθαι τὸν ἐλευθέριον καὶ χαίρειν, τὸ τὸν δίκαιον ἥδεσθαι ἐπὶ τοῖς συναλλάγμασιν, ἀνάγκη ἐπὶ πάσης ἀρετῆς τὰ σημεῖα καὶ τὰ ἔργα καὶ τὰ πάθη ἄριστα εἶναι καὶ καλά. [b 30] καὶ τὰ δίκαια ἔργα ἀνάγκη εἶναι καλὰ καὶ τὰ δικαίως, οἷον τὸ κήδεσθαι τῶν υἱῶν τοὺς πατέρας καὶ τοὺς υἱοὺς τιμᾶν τοὺς γονεῖς. τὰ πάθη δὲ τῆς δικαιοσύνης μόνον οὐκ εἰσὶ καλά· καίτοι ἐπὶ πασῶν ἀρετῶν καὶ τὰ ἔργα καὶ τὰ πάθη ἐπαινετά, αὐτίκα ἐπὶ τῆς ἀνδρίας τὸ ὑπὲρ τῆς πόλεως ἀποθανεῖν ἄριστον καὶ τὸ σφαγῆναι πολεμοῦντα καλόν, ἐπὶ δὲ τῆς δικαιοσύνης τὸ δικαίως πάσχειν οὐκ ἐπαινετόν· τὸ γὰρ κολάζεσθαι δικαίως καὶ τὸ ζημιοῦσθαι χρήματα δικαίως καὶ τὸ ἀποθνῄσκειν δικαίως φευκτόν. [b 31] ἐν μόνῃ γὰρ ταύτῃ τῇ δικαιοσύνῃ οὐκ ἀεὶ τὸ δικαίως καλόν· ἐπὶ γὰρ τῶν παθῶν οὐκ ἐπαινετὸν τὸ δικαίως, τὸ δὲ ἀδίκως παίεσθαι καὶ ἀποθνῄσκειν μᾶλλον καλόν· καὶ ἐπὶ τοῦ ζημιοῦσθαι αἰσχρὸν τὸ δικαίως παρ’ ὃ2 τὸ ἀδίκως· τὸ γὰρ ἀδίκως ζημιοῦσθαι τὸν δίκαιον οὐ φευκτὸν τοσοῦτον, τὸ δὲ δικαίως ζημιοῦσθαι φαῦλον, ἐπειδὴ τοῦτο κλεπτῶν καὶ κακούργων ἐστί. τὸ δὲ [b 33] ‘καὶ κατὰ τὰς ἄλλας ἀρετὰς ὁμοίως’ πρὸς τὰ ἄνω ἀποδοτέον, ὅτι τῶν ἄλλων ἀρετῶν καὶ τὰ ἔργα καὶ τὰ σημεῖα καὶ τὰ πάθη καλά· τὸ γὰρ τῆς σωφροσύνης καλὸν καὶ τὸ ἔργον καὶ τὸ πάθος. [b 34] καὶ ἐφ’ οἷς τὰ ἆθλα τιμή, καλά· ὡς ἡ ἀριστεία καὶ ἡ τυραννοκτονία καλόν, ἧς αἱ στῆλαι καὶ αἱ εἰκόνες. καὶ τὰ ἐφ’ οἷς τιμὴ μεγάλη δίδοται, οἷον ἀξιώματος ὄγκος, παρ’ ὃ χρήματα μεγάλα ἐκεῖνα, ὡς ἡ στρατηγία ἡ ἔντεχνος, ἀφ’ ἧς Καῖσαρ ἐκεῖνος ὁ πρῶτος καὶ πολλοὶ τῶν ἐπισήμων γεγόνασι περιώνυμοι. [b 36] καὶ ὅσα μὴ αὑτοῦ ἕνεκα πράττει τις τῶν ἀρετῶν· ἃ γὰρ πράττει τις ἀνδρεῖος οὐχ ἑαυτοῦ ἕνεκα ἀλλὰ τῆς πόλεως, τῶν ἀρετῶν ἔργα. γράφεται δὲ καὶ τῶν αἱρετῶν.3 καὶ τὰ ἁπλῶς ἀγαθὰ ἤγουν τὰ πρὸς ἄλλων γινόμενα ὠφέλειαν καλά, οἷον τὰ τῆς ἐλευθεριότητος καὶ δικαιοσύνης καὶ τῆς ἀνδρίας, ὅσα τις ὑπὲρ πατρίδος ἐποίησε παριδὼν τὸ ἑαυτοῦ, καλά. [b 38] καὶ τὰ τῇ φύσει ἀγαθὰ καλά, ὡς τὸ τιμᾶν γονεῖς καὶ θεὸν καὶ ἀνδρία καὶ φρόνησις καὶ ῥώμη καὶ κάλλος τὸ φυσικόν, ἀλλὰ μὴ τὸ περίαπτον καὶ νόθον.
由于这两种德性相近且近乎相同,他接着指出: ‘气局狭隘与鄙啬则与此相反’。 这仿佛是说,究竟是气局狭隘与豪迈相对立,还是鄙啬[与豪迈相对立],并无任何差异;因为如果器宇宏大与豪迈除微小差异外近乎同一,则与它们相对之物也将近乎同一,无论气局狭隘是与豪迈相对立还是鄙啬[与豪迈相对立],都无任何区别。 ‘明智乃是理智的德性,依凭它,人们能够对严格意义上的善物,或者对表现为善实则是恶之物,或者对本身是恶且显现为恶、但被彼人当作有助于幸福的善物而加以追求的事物,进行良好的深思熟虑’。关于德性的大要,在此已得到充分阐明。 ‘关于其余善物,不难领会’;因为经考察你会发现,能产生德性之物亦是善物;习惯于引向德性的辛劳并在个别事务上表现优良乃是善,能产生德性的健康状态亦是善。 ‘而且德性的功业是高尚的’;因为勇敢的功业(如凯旋碑、胜利、城邦的自由)乃是高尚的,其余诸德性的功业亦是值得赞美的。 ‘从德性中产生的事物亦是高尚的’;诸如德性的征象便是如此,例如步态、得体的谈吐、敬畏之心、不高声哄笑。 既然德性的征象是高尚的——正如外在的庄严与步态常常表征内在的状态——凡属善的功业之类的事物是高尚的(如凯旋碑与胜利),且受动亦同样是高尚的(例如勇敢者受人颂扬,慷慨者受到尊崇并感到欣悦,正义者在契约交涉中感到欣慰),那么在每一项德性中,其征象、功业与受动必然皆是最佳且高尚的。 ‘而且正义的作为必然是高尚的,公正行事亦然’;例如父亲关爱儿子,儿子尊崇双亲。唯独正义的受动不是高尚的;尽管在一切德性中功业与受动都是值得赞美的——例如在勇敢中为城邦而死是最好的,战死沙场是高尚的——但在正义中,公正地受苦却不值得赞美;因为公正地受惩罚、公正地被罚款以及公正地被处死,都是应当回避的。 ‘因为唯独在这项正义中,“公正地”并不总是高尚的’;因为就受动而言,公正地承受并不值得赞美,而不公地被打和受死反倒是高尚的;在被罚款一事上,公正地被罚相比于不公地被罚乃是可耻的;因为正义者不公地被罚并非那么应当回避,而公正地被罚则是下贱的,因为这是盗贼和恶徒所招致的。而‘就其余诸德性而言亦同样如此’这句话必须归结于上文所述,即其余德性的功业、征象和受动都是高尚的;因为节制的功业与受动皆是高尚的。 ‘凡以荣誉为奖赏的事物亦是高尚的’;例如卓越战功与诛戮暴君是高尚的,为其立有石碑与画像。凡被赋予极大荣誉的事物(例如尊严的重望,而非那笔巨额财富)〔亦是高尚的〕,诸如精湛的统帅才能,那位最初的恺撒以及诸多显赫人物正是凭此名扬天下。 ‘以及凡人在诸德性中并非为了自身所行之事[皆是高尚的]’;因为勇敢者非为了自身而是为了城邦所行之事,乃是德性的作为(亦有写本写作‘在值得选择之物中’)。而绝对的善物,即为了他人的利益而成就的事物,亦是高尚的,例如属于慷慨、正义与勇敢之事,凡有人舍弃自身利益为祖国所成就的一切,皆是高尚的。 ‘天生为善的事物亦是高尚的’;例如尊崇父母与神明,勇敢、明智、力量,以及天然的美貌,而非附着伪造的美貌。
- 1.0.9ἐκείνῳ δὲ ὡς ἀγαθῶν διωκομένων ὡς τάχα λυσιτελούντων εἰς τὴν εὐδαιμονίαν
此处为独立属格结构。与格 ἐκείνῳ 指代深思熟虑的主体(即前文 τινές 中的个别人),作 διωκομένων 的逻辑主语或判断视点(‘对于彼人而言’)。短语 ὡς τάγα 当理解为 ὡς τάχα(‘大概’、‘或许’)之讹。
- 1.0.9παρ’ ὃ
表示比较的前置词短语(παρά 加宾格,意为‘与……相比’或‘而非’,系对亚里士多德原文 μᾶλλον ἢ 的改写)。第一处(παρ’ ὃ τὸ ἀδίκως)意为‘相比于不公地[被罚]’,第二处(παρ’ ὃ χρήματα μεγάλα ἐκεῖνα)意为‘而非[被赋予]那笔巨额财富’。
- 1.0.9γράφεται δὲ καὶ τῶν αἱρετῶν
此为标注引文文本异文(varia lectio)的套语。注疏者指出,在底本正文的 τῶν ἀρετῶν(‘诸德性的’)之外,另有异文 τῶν αἱρετῶν(‘值得选择之物的’)。
