← 佚名

亚里士多德《修辞学》佚名评注

§47.36-49.20

高尚的定义与对德性及其各部分的考察

注疏者根据高尚的界说推导出德性亦属高尚,考察了德性的通行定义及其各组成部分,论证了正义与勇敢因对他人有益而为最大德性,并依次阐明了慷慨、勇敢、器宇宏大与豪迈的界说及特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.9#2

οὐδὲν οὖν καινὸν καὶ τῷ συμβουλεύοντι καὶ ἀποτρέποντι καὶ προτρέποντι καὶ τῷ ἐπαινοῦντι καὶ ψέγοντι τὰς αὐτὰς εἶναι πίστεις καὶ τοὺς αὐτοὺς σχεδὸν τόπους καὶ οὐχ ἑτερόφυλα τὰ τῶν ἀποδείξεων εἴδη· ἐκεῖ τε γὰρ εὐδαιμονίας ἔφεσιν ἔχειν πάντας λέγομεν καὶ διὰ τοῦτο τὰ τῆς εὐδαιμονίας μέρη διείλομεν καὶ τεθεωρήκαμεν ἱκανῶς, ἐνταῦθά τε τὰ μὲν ἐπαινούμενα ὡς ἀρετῆς εὖ ἔχοντα ἐξαίροντες, τὰ δὲ ψεγόμενα ὡς εἰς ἄκρον κακίας ἐληλακότα δεικνύντες εἰκότως τὰ περὶ τῆς ἀρετῆς καὶ τῶν ταύτης μερῶν παραδώσομεν. [a 33] καλὸν οὖν ἐστιν, ὃ ἂν δι’ αὐτὸ αἱρετὸν ὂν ἐπαινετὸν ἐστι, καὶ ὃ ἀγαθὸν ὂν καὶ ἡδύ ἐστιν, ὅτι ἀγαθόν. εἰ δὲ τὸ καλὸν τοιοῦτον, ἀνάγκη καὶ τὴν ἀρετὴν καλὸν εἶναι· ἀγαθὸν γὰρ ὂν καὶ ἐπαινετόν ἐστι καὶ ἡδὺ ἡ ἀρετή, ὅτι καὶ ἀγαθόν· οὕτω μὲν οὖν ἡ ἀρετὴ καλόν, ἐπειδὴ δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ἀγαθὸν καὶ ἐπαινετόν. [a 36] ἀρετὴ δέ ἐστι μὲν δύναμις, ὡς δοκεῖ πᾶσι, ποριστικὴ ἀγαθῶν καὶ φυλακτικὴ καὶ δύναμις εὐεργετικὴ πολλῶν ἐπὶ μεγάλοις πράγμασι καὶ πάντων περὶ πάντα· εὐεργετικὴ γάρ ἐστι δύναμις οὐχὶ τινῶν μὲν τινῶν δὲ οὔ, ἀλλὰ πάντων εὐεργέτις ἐστί, καὶ οὐχὶ περὶ τινὰ μὲν εὐεργετεῖ περὶ δὲ τινὰ οὔ, φθονοῦσα μεταδοῦναι τῶν αὑτῆς καλῶν, ἀλλ’ ἐν πᾶσιν εὐεργετεῖ. [b 1] μέρη δὲ αὐτῆς δικαιοσύνη, ἀνδρία, σωφροσύνη, μεγαλοπρέπεια, μεγαλοψυχία, ἐλευθεριότης, πραότης, φρόνησις, σοφία. ἀνάγκη δὲ μεγίστας εἶναι ἀρετὰς τὰς τοῖς ἄλλοις χρησιμωτάτας, ὁποία ἡ δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ ἀνδρία· ὁ μὲν γὰρ σώφρων ἑαυτῷ μόνῳ σώφρων καὶ ὁ ἐγκρατὴς καὶ πρᾶος ἑαυτῷ μόνῳ, ἡ δὲ δικαιοσύνη καὶ ἡ ἀνδρία κοινῇ τῇ πόλει χρήσιμα καὶ πολυωφελῆ ἀγαθά. ἐπάγει δέ, διὰ τί μεγίστη ἀρετὴ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρία· διότι, φησίν, ὑπεθέμεθα ὅρον ἀρετῆς τὸ εἶναι αὐτὴν δύναμιν εὐεργετικὴν πολλῶν περὶ πάντα· τοιοῦτον δ’ ἡ ἀνδρία καὶ ἡ δικαιοσύνη· μέγισται ἄρα. [b 4] ἐπεὶ δὲ. ἔστι κάλλιον ἀντὶ τοῦ δὲ κεῖσθαι τὸ γάρ, ἵν’ ᾖ κατασκευαστικὸν τῶν ἄνω λεγομένων·1 ἐπεὶ γάρ ἐστιν ἡ ἀρετὴ δύναμις εὐεργετική, διὰ τοῦτο τοὺς δικαίους καὶ ἀνδρείους μάλιστα ἐπαινοῦμεν καὶ τιμῶμεν· ἡ μὲν γὰρ ἀνδρία ἐν πολέμῳ μεγάλα λυσιτελεῖ κοινῶς, ἡ δὲ δικαιοσύνη καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ χρησιμωτάτη. [b 7] εἶτα μεγίστη μετ’ αὐτὰς ἡ ἐλευθεριότης· προΐενταί τε γὰρ τὰ ἑαυτῶν οἱ ἐλευθέριοι καὶ οὐκ ἀγωνίζονται περὶ τῶν χρημάτων. [b 9] ἔστι δὲ ἡ δικαιοσύνη, δι’ ἣν τὰ ἑαυτῶν ἔχουσιν ἕκαστοι, ὡς νόμος προστάσσει, οἷον ἀπὸ εὐλόγων πόρων καὶ πόνων οἰκείων καὶ πατρῴου κλήρου, ἀδικία δέ, δι’ ἣν τὰ ἀλλότρια κατέχει τις, οὐχ ὡς ὁ νόμος κελεύει.2 [b 11] ἡ δὲ ἀνδρία ἐστί, δι’ ἣν ἐσμὲν πρακτικοὶ τῶν καλῶν ἔργων ἐν τοῖς κινδύνοις, ἐν οἷς ὁ νόμος. κελεύει τὸν ἀνδρεῖον τὴν οἰκείαν δεικνύειν ἐνέργειαν, ὑπὲρ ἐλευθερίας πατρίδος, ὑπὲρ εὐσεβείας πατροπαραδότου, ὑπὲρ ἀρετῆς καὶ τῶν ἀγαθῶν πραγμάτων· ἐν τοῖς τοιούτοις προκινδυνεύσει ὁ ἀνδρεῖος. [b 13] ἀνδρεῖοι δὲ καὶ οἱ ὑπηρετικοὶ τῷ νόμῳ· εἶπε γὰρ καὶ ἐν τοῖς Ἠθικοῖς εἶδος ἀνδρίας εἶναι τὸ προκινδυνεύειν ὑπὲρ τοῦ νόμου καὶ τῶν συμφερόντων τῇ πόλει· ἀνδρεῖοι οὖν οἱ πεπαιδευμένοι πολῖται καὶ τὰ τοῦ νόμου φυλάττοντες καὶ προκινδυνεύειν ἐθέλοντες ὑπὲρ τῶν πραγμάτων τῆς πόλεως διὰ τιμήν. [b 13] ἡ δὲ δειλία τἀναντία τούτων ἔχει. τὰ δὲ περὶ σωφροσύνης καὶ ἀκρασίας καὶ ἐλευθεριότητος καὶ ἀνελευθεριότητος προχειρότατα, ὡς καὶ τὰ ἀνωτέρω δηλωθέντα· κατὰ σπουδὴν γὰρ τάχα τὰ καιριώτερα παρασημειούμεθα. [b 17] μεγαλοψυχία δέ ἐστιν ἀρετὴ ἐν ποιήσει μᾶλλον ἢ δόσει φαινομένη μεσότης· ἔστι γὰρ μεγάλων εὐεργετημάτων ποιητική, νίκης, λυτρώσεως αἰχμαλώτων, οἰκισμοῦ πόλεως, τιμῆς καὶ μόνης ἀξίως ὀρεγομένη, ναῶν, θεάτρων, οἰκιῶν, ἀγαλμάτων καὶ ἄλλων. [b 18] μικροψυχία δὲ τοὐναντίον. μεγαλοπρέπεια δὲ ἀρετὴ ἐν δόσει καὶ δαπανήμασι μᾶλλον· ἐν γὰρ ἑορταῖς καὶ συνεισφοραῖς καὶ στραταρχίαις καὶ τριηραρχίαις καὶ θεάτροις καὶ ταῖς ἄλλαις δόσεσίν ἐστι μεγέθους ποιητική.

因此,在助言、劝阻与劝勉者同赞美与谴责者之间,存在着相同的说服手段和大致相同的论题,且论证的各个形式并非不同门类,这绝非任何奇事。因为在彼处〔助言演说〕中,我们曾说所有人都对幸福怀有渴求,并因此区分并充分考察了幸福的诸组成部分;而在此处,我们既将受赞美的事物作为在德性方面处于良好状态而加以颂扬,又将受谴责的事物作为达于恶德极致而予以揭示,合理地传授关于德性及其诸部分的教说。 [a 33] ‘因此,高尚乃是因其自身之故而值得选择且值得赞美之物,以及作为善且因其为善而是快乐之物’。若高尚是这般事物,那么德性必然亦是高尚的;因为德性作为善,既是值得赞美的,且因其为善亦是快乐的。因此,既然德性因其自身之故而值得选择,且是善与值得赞美的,德性便是高尚。 [a 36] ‘而在所有人看来,德性乃是一种既能获得善物又能保全善物的能力,且是一种在重大事务中惠及众人、在一切事务中惠及所有人的能力’。因为德性并非对某些人施惠而对另一些人不施惠的能力,而是对所有人的施惠者;它亦非在某些事务上施惠而在另一些事务上不施惠、吝啬于分享自身的高尚善物,而是在一切事务中施惠。 [b 1] ‘而德性的诸部分为正义、勇敢、节制、豪迈、器宇宏大、慷慨、温和、明智、智慧’。对他人最有益的德性必然是最大的德性,正如正义、慷慨与勇敢。因为节制者仅仅对自己而言是节制的,自制者与温和者亦仅仅对自己而言如此;但正义与勇敢对于城邦公共体而言乃是有用且极具裨益的善物。接着他又补充说明为何正义与勇敢是最大的德性:他指出,这是因为我们曾假定德性的界说乃是在一切事务中惠及众人的能力;而勇敢与正义正是这类事物;因此它们是最大的德性。 [b 4] ‘然而既然……’此处若将 γάρ 置于 δέ 之处则更为恰当,以便对上文所述起到立论支持的作用。因为既然德性是施惠的能力,我们便因此最赞美且尊崇正义者与勇敢者;勇猛在战争中为公共带来极大利益,而正义无论在战时还是在平时都是最有益的。 [b 7] ‘继它们之后,最大的是慷慨’。因为慷慨者舍弃自身的财物,且不为金钱而争夺。 [b 9] ‘正义是人据以如法律所规定那样各自保有自身之物的德性’——例如从合理的资财、自身的辛劳和祖传的继承份额中保有——‘非义则是人据以不按法律命令而占有他人之物的恶德’。 [b 11] ‘勇敢则是我们在法律[所命令]的危险中据以践行高尚行为的德性’。法律命令勇敢者为了祖国的自由、为了祖传的虔敬、为了德性与善行而显现其固有的现实活动;在这些事情中,勇敢者将挺身涉险。 [b 13] ‘服从法律之人亦是勇敢的’。因为他在《伦理学》中亦曾说过,为法律和城邦的利益挺身涉险乃是勇敢的一种形式。因此,受过教化、恪守法律规定且为了荣誉而甘愿就城邦事务挺身涉险的公民,皆是勇敢的。 [b 13] ‘怯懦则具有与这些相反的性质’。关于节制与放荡,以及关于慷慨与吝啬的内容,正如上文所阐明的那样,乃是显而易见的;因为我们大概匆忙地记述更为关键的内容。 [b 17] ‘器宇宏大乃是在作为中而非在给予中显现为中道的一项德性’;因为它能行极大的恩惠——胜利、赎回战俘、建立城邦——且配得当地唯独渴求荣誉,并建造庙宇、剧场、房屋、雕像及其他事物。 [b 18] ‘气局狭隘则与此相反’。豪迈毋宁是在给予和花费中的德性;因为在节庆、公共捐纳、军职任领、三列桨战船造充、剧场演出以及其余给予之中,它都能成就宏伟伟大。

语法注2 条
  1. 1.0.9ἐπεὶ δὲ. ἔστι κάλλιον ἀντὶ τοῦ δὲ κεῖσθαι τὸ γάρ, ἵν’ ᾖ κατασκευαστικὸν τῶν ἄνω λεγομένων

    注疏者对引文中连词 δέ 的语篇语法评注。他指出此处应当读作表示原因的 γάρ 而非 δέ,以便该从句能够对前文关于正义与勇敢为最大德性的主张起到确立与证实(κατασκευαστικόν)的作用。

  2. 1.0.9ἐν οἷς ὁ νόμος. κελεύει

    针对亚里士多德原文中未完结的关系从句 ἐν οἷς ὁ νόμος,注疏者根据上下文补充了谓语动词 κελεύει(命令),以明确句子的结构框架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:47.36-49.20