- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:46.21-47.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》第一卷第九章(1366a23起),论述祝祭演说(赞颂演说)的最终目的是高尚与可耻,其论据为德性与恶德。阐明了演说者如何通过赞美之辞确立自身的道德品格这一附带效应,并说明了助言演说与祝祭演说之间论题的相互转换关系。
9. Μετὰ δὲ ταῦτα, φησί, λέγωμεν περὶ ἀρετῆς καὶ κακίας καὶ αἰσχροῦ καὶ καλοῦ· οὗτοι γὰρ σκοποὶ καὶ τέλη τοῖς πανηγυρίζουσι. [a 25] συμβήσεται δὲ λέγοντας ἡμᾶς τόπους καὶ πίστεις, ἐξ ὧν ὁ ἐπαινῶν καὶ ψέγων ἐπιχειρῶν φανεῖται, παραδοῦναι κἀκεῖνα,1 ἐξ ὧν ποιός τις φανήσεται ὁ ἐπαινῶν ἢ ψέγων· πόρισμα γὰρ οἷον κάλλιστον ἀκολουθήσει τὸ καὶ ποιὸν γενέσθαι τὸν πανηγυρίζοντα2 ἐκ τῶν πίστεων, ἐξ ὧν ἐγκωμιάζων ἐπιχειρήσει τόδε μὲν ἐπαινεῖν, τόδε δὲ ψέγειν· εἰ γὰρ ἐξαίρω τοῦδε τὰ κατορθώματα καὶ δεικνύω τυχὸν ἀνδρεῖον καὶ σώφρονα ἐκ τῶν τοιῶνδε λόγων καὶ πίστεων καὶ δίκαιον ἀπὸ λόγων ἀκριβῶν καὶ τεκμηρίων, ἃ χαρακτηρίζουσι τὸν δίκαιον, ἀνάγκη κἀμὲ δίκαιον ὑπολαμβάνεσθαι καὶ σώφρονα, ὅτι μηδ’ ἔστιν εἰκὸς ἐκθειάζειν με πάνυ τεχνικῶς τάδε τῶν ἀγαθῶν, ἀνδρείαν καὶ φρόνησιν, μὴ εἰδέναι δέ, τίνα εἰσὶ τὰ ἐπαινούμενα καὶ ἐξαιρόμενα· ἐπεὶ οὔτε τὸ μέλι θαυμάσει τις, εἰ μὴ τῆς γλυκύτητος ἀπογεύσαιτο, οὔτε τὸ πῦρ ὡς θερμὸν καὶ ζωογόνον ἐγκωμιάσει μὴ εἰδὼς ὅπερ ἐστίν, οὔτ’ ἀρετῆς ἐπαινέτης ἔσται μὴ ζηλωτὴς ὢν αὐτῆς καὶ θερμὸς ἐραστής, οὔτε σωφροσύνης ἔργα καὶ δικαιοσύνης ἐξᾶραι θελήσειεν, εἰ μὴ τὴν πεῖραν ἐξ ἔργων ἔχει, ποῖαί δή τινες καθεστήκασιν. εἰκότως δὲ τὸ ἠθικὸν καὶ ποιόν τινα φαίνεσθαι δευτέραν λέγει πίστιν· [a 27] πρώτη γὰρ ἡ διὰ τῶν πίστεων καὶ τῶν ἐνθυμημάτων ἀπόδειξις. [a 28] ἐπεὶ δὲ συμβαίνει καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν. βούλεται εἰπεῖν, ὅτι ὁ μετὰ σπουδῆς καὶ πόθου ἐνδιαθέτου ἐπαινῶν τοῖς ἀληθέσι καὶ ὁμολογουμένοις χρώμενος φαίνεται καὶ ἀποδεικτικῶς οἷον καὶ πιθανῶς κατασκευάζει, ὁ δὲ χωρὶς σπουδῆς ἐπαινῶν τοῖς φαινομένοις πιθανοῖς καὶ ἐνδόξοις καὶ οὐκ ἀληθέσι πλέκει τὸν ἔπαινον, ἐπειδή, φησί, συμβαίνει καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν πολλάκις. ἔχεις δὲ καὶ τοῦ μετὰ σπουδῆς ἐπαινεῖν παράδειγμα τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον ἐπιτάφιον οἷον εἰς τὸν ἱεροφάντην καὶ μέγαν Βασίλειον πλέξαντα. ἐπαινεῖ δέ τις ἢ ἄνθρωπον ἢ θεὸν (ὑμνεῖν δὲ μᾶλλον δεῖ κυρίως λέγειν) ἢ ἄψυχα (τόπον, χρόνον, λιμένα) ἢ ζῷα ἄλογα, φυτά. [a 31] τὸν αὐτὸν τρόπον ληπτέον καὶ περὶ τούτων τὰς προτάσεις καὶ τοὺς τόπους * * προτάσεις. αἱ προτάσεις δὲ πάντως ἢ ἀληθεῖς ἢ φαινόμεναι. καὶ πρῶτον μὲν ὑποθετέον, τίνα εἰσίν, ἅπερ ὡς πίστεις καὶ ἐνθυμήματα ἕξει ὁ ἐγκωμιάζων, καὶ τίνα ὡς ἀρχετύπους εἰκόνας ὁρῶν ἐγκωμιάζειν ἐπιχειρεῖ· ὡς γὰρ τῷ συμβουλευτικῷ τέλος μὲν ἦν τὸ συμφέρον καὶ βλαβερόν (περὶ δὲ ὧν συνεβούλευε, πέντε τινὰ τὸν ἀριθμόν, πόρος χρημάτων, πόλεμος καὶ εἰρήνη, φυλακὴ χώρας, τὰ εἰσαγόμενα καὶ ἐξαγόμενα καὶ τελευταῖον καὶ πέμπτον νομοθεσία· αἱ δὲ πίστεις, ἐξ ὧν προέτρεπε καὶ ἀπέτρεπεν, ἦσαν εὐδαιμονία καὶ τὰ μέρη ταύτης καὶ τὰ ἐναντία, εἶτα καὶ τόποι, ἐξ ὧν ἢ μέγα τι ἀγαθὸν δειχθήσεται ἢ μέγα κακόν), οὕτω δὴ κἀνταῦθα ἐπὶ τῶν πανηγυριζόντων τέλος μὲν τὸ καλὸν καὶ τὸ αἰσχρόν, ὑποκείμενα δὲ πρὸς ἔπαινον καὶ ψόγον ἔμψυχα καὶ ἄψυχα, αἰσθητικὰ καὶ ἀναίσθητα, λογικά τε καὶ ἄλογα, πίστεις δέ, ἐξ ὧν τόδε καλὸν ἀποδείξομεν καὶ ἐγκωμιάσομεν ἢ ψέξομεν, αἱ ἀρεταὶ καὶ αἱ κακίαι· καὶ γὰρ τά, ἐξ ὧν τι ὡς φαῦλον καὶ αἰσχρὸν ψέξομεν, αἱ κακίαι εἰσίν. ἀρκτέον οὖν τούτων, ὧν καταστοχαζόμενος ὁ ἐγκωμιάζων ἐπαινεῖ ἢ ψέγει.3 ὡρίσθω δὲ πρῶτον, τί ἐστι τὸ καλόν, ὃ τέλος τῷ ἐγκωμιάζοντι, εἶτα θεωρητέον τὴν ἀρετὴν καὶ τὰ μέρη αὐτῆς. εἰ δ’ ἐρεῖ τις, ὅπως καὶ τῷ συμβουλεύοντί εἰσι πίστεις καὶ τόποι εἰς προτροπὴν καὶ ἀποτροπὴν αἱ ἀρεταὶ καὶ αἱ κακίαι καὶ τὰ μέρη αὐτῶν, καὶ τοῖς πανηγυρίζουσιν ὁμοίως σκοπὸς αἱ ἀρεταί, ἀκουέτω, ὅτι, ἅπερ ὑποτίθησί τις παραινῶν, ταῦτα καὶ ἐν ἐπαίνου μοίρᾳ παραλήψεται εὐφυῶς καὶ αὐτά, ἐξ ὧν ἐγκωμιάζει τις, ὡς καὶ Ἀριστοτέλης ἐρεῖ προϊών, καὶ τῷ συμβουλεύοντι λυσιτελεῖ· εἰ γὰρ συνεβούλευέ τις, ὅτι οὐ δεῖ μέγα φρονεῖν, ἐπαινῶν εἰπὲ ‘οὐκ ἐφρόνει μέγα ὁ πρὸς ἔπαινον ἡμῖν προκείμενος’· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
9. ‘在此之后’,他说,‘让我们讨论德性与恶德、可耻与高尚;因为这些乃是作祝祭演说之人的目标与最终目的’。 [a 25] ‘并且,当我们陈述赞美者与谴责者据以展开论述的论题与论据时,亦将随之传授赞美者或谴责者据以显得具备某种品格的内容’。因为从赞扬者在作颂词时据以赞美此者、谴责彼者的论据中,将带来一个极佳的推论,即祝祭演说者自身亦成为某种品格之人。因为如果我颂扬此人的成就,并从这类言辞与论据中例如显明他勇敢与节制,又从刻画正义者特征的精确言辞与明证中显明他是正义的,那么我自己必然亦被认定为正义与节制之人;因为绝不可能发生这样的事:我极其纯熟地颂扬这些善物(即勇敢与明智),却不知被赞美与被颂扬的事物究竟为何。因为若不品尝其甜美,便无人会赞赏蜂蜜;若不知火究竟为何,便不会颂扬火为温热且赋予生命之物;若非德性的热切追求者与笃爱者,便不会成为德性的赞美者;若未曾从行动中体验节制与正义究竟是何等样的事物,亦绝不愿颂扬它们的事迹。而他将具备道德品格和显得具有某种品格称为第二种说服,这是合情合理的;[a 27] 因为第一种说服乃是通过论据与省略三段论的论证。 [a 28] ‘然而,既然赞美既可出于非严肃的态度,亦可出于严肃的态度……’他的意思是:怀着严肃与由衷渴望进行赞美的人,显出使用真实且公认的事物,并以论证且令人信服的方式建立论说;而没有严肃态度进行赞美的人,则使用表面上令人信服的、符合通行的声誉但非真实的事物来编织赞辞,‘因为’,他说,‘人们往往既在非严肃时亦在严肃时进行赞美’。而严肃赞美的范例,便有在神学上极为伟大的格列高利,他为伟大的圣秘传授者巴西尔谱写了葬礼颂词这般的作品。人们赞美或者针对人,或者针对神(不过严格说来更当称为歌颂),或者针对无生命之物(地点、时间、港口),或者针对无理性的动物与植物。 [a 31] ‘以同样的方式,关于这些亦当把握前提命题与论题[……]前提命题’。而前提命题在任何情况下要么是真实的,要么是表面的。首先必须假定,颂扬者将把哪些事物作为论据与省略三段论来掌握,以及目睹哪些事物作为原型意象而试图展开颂扬。正如对于助言演说者而言,最终目的乃是有利与有害(他所助言之事在数量上共有五项:筹集资财、战争与和平、国土保卫、进出口物资,以及最后第五项立法;而他据以劝勉与劝阻的论据,乃是幸福及其诸部分与对立面,此外还有据以显明某事为大善或大恶的论题),照样,在此祝祭演说者亦是如此,最终目的是高尚与可耻,作为赞美与谴责的受词基底乃是有生命与无生命、有感知与无感知、理性与无理性的事物,而我们据以论证并将此物颂扬为高尚或加以谴责的论据,乃是德性与恶德;因为我们据以将某事谴责为卑劣可耻的论据,正是恶德。因此必须从颂扬者据以确立目标而赞美或谴责的这些事物开始。首先应当界定,作为颂扬者的最终目的的高尚究竟为何,继而必须考察德性及其诸部分。如果有人问,何以对于助言者而言德性与恶德及其诸部分亦是劝勉与劝阻的论据和论题,且对于祝祭演说者而言德性同样也是目标,那么就让他听听这个道理:人在劝告中所提出建议的那些事物,巧妙地亦可在赞美的名义下被采纳;而人据以作颂词的事物本身,正如亚里士多德在下文所将说的那样,对助言者亦是有益的。因为如果有人曾建议说‘不可自傲’,在赞美时便说‘我们所提议赞美的这个人未曾自傲’;其余情况亦同此理。
- 1.0.9συμβήσεται δὲ λέγοντας ἡμᾶς τόπους καὶ πίστεις, ἐξ ὧν ὁ ἐπαινῶν καὶ ψέγων ἐπιχειρῶν φανεῖται, παραδοῦναι κἀκεῖνα
非人称动词 συμβήσεται 的真正主语是不定式 παραδοῦναι,而 λέγοντας ἡμᾶς 充当该不定式在逻辑上的宾格主语。句子骨架为:当我们陈述……之时,将伴随产生传授那些事物的结果。
- 1.0.9πόρισμα γὰρ οἷον κάλλιστον ἀκολουθήσει τὸ καὶ ποιὸν γενέσθαι τὸν πανηγυρίζοντα
动词 ἀκολουθήσει 的主语是带冠词不定式短语 τὸ καὶ ποιὸν γενέσθαι τὸν πανηγυρίζοντα(祝祭演说者自身亦具备某种品格),而 πόρισμα οἷον κάλλιστον 作为表语名词前置(作为极佳的推论/副产物而随之产生)。
- 1.0.9ἀρκτέον οὖν τούτων, ὧν καταστοχαζόμενος ὁ ἐγκωμιάζων ἐπαινεῖ ἢ ψέγει
形容词 ἀρκτέον 为动词性形容词中性单数作非人称使用,仿照 ἄρχομαι 的用法支配属格 τούτων(应当从这些事物开始)。关系代词 ὧν 呈现属格是由于动词 καταστοχάζομαι 支配属格补足语。
