- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:45.13-46.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于亚里士多德《修辞学》第一卷第八章,梳理了君主制(王制与僭主制)的定义及各政体的最终目的,并阐明助言者若要有效说服听众,不仅需要依靠论证,还必须展现出契合该政体性格的自身品格(品德演说)。
[b 37] μοναρχία δέ ἐστιν, ἐν ᾗ εἷς ἁπάντων κύριος, ὡς τὸ ὄνομα τοῖς πολίταις δηλοῖ, καθ’ ἃ καὶ αἱ ἄλλαι ὀνομάζονται καὶ ἔχουσιν. εἰ μὲν οὖν κατ’ ἀξίαν ἄρχει τις καὶ κατὰ τάξιν πρέπουσαν, βασιλεία, εἰ δὲ ἀόριστος καὶ ἄτακτος, τυραννίς. [1366 a 2] τὸ δὲ τέλος ἑκάστης πολιτείας οὐ δεῖ λανθάνειν· αἱροῦνται γὰρ πάντες τὸ φέρον πρὸς τὸ τέλος, καὶ εἰ συμβουλεύει τις τὸ φέρον πρὸς τὸ τέλος, ἀκούουσιν ἐκείνου. ἄλλα δὲ ἄλλῃ πολιτείᾳ τέλη· [a 4] τῆς μὲν γὰρ δημοκρατίας ἐλευθερία τέλος, ὀλιγαρχίας δὲ ὁ πλοῦτος, ἀριστοκρατίας δὲ τέλος παιδεία καὶ νόμοι, βασιλείας δὲ τὸ ἐννόμως ἐπιστατεῖν καὶ ὡς πατέρα ἄρχειν τὸν βασιλέα, [a 6] τυραννίδος δὲ τέλος φυλακή. πρὸς ταῦτα οὖν ἀποβλέπων ὁ συμβουλεύων ἀναλόγως τοῖς τέλεσιν ὑποτιθέσθω τὰ πρὸς τὸ τέλος ἑκάστης πολιτείας φέροντα· καὶ ὑποθετέον κατὰ τὰ ἑκάστης ἔθη καὶ νόμιμα καὶ συμφέροντα καὶ αἱρετέον ἐκεῖνα, εἴπερ αἱροῦνται πάντες ἐκεῖνα, ὅσα πρὸς τέλος οἰκεῖον αὐτοῖς φέρουσιν· ἐπειδὴ τότε πείθεταί τις, ὅταν, ὃ λέγει ὁ συμβουλεύων, ἀναφέρῃ αὐτὸς ὁ ἀκροατὴς εἰς τέλος τὸ τῆς ἑαυτοῦ πολιτείας. [a 8] ἐπεὶ δὲ οὐ μόνον αἱ πίστεις γίνονται διὰ τοῦ ἀποδεικτικοῦ λόγου.1 βούλεται εἰπεῖν, ὅτι ὀφείλεις, ὦ συμβουλεύων, ἠθικὸν ἑαυτὸν ποιεῖν ἤτοι εὔνουν, ἀληθῆ, φιλόπολιν· ἀναγκαῖον μὲν γὰρ καὶ τὸ ἐνθυμηματικῶς καὶ ἀποδεικτικῶς κατασκευάζειν τὸ λεγόμενον. λυσιτελεῖ δὲ καὶ τὸ ποιὸν ἑαυτὸν ἀποδεικνύειν· εἰ γὰρ βασιλεία ἐστὶν ἡ πολιτεία, ἐπαινέτην τῆς μοναρχίας ἑαυτὸν φαῖνε καὶ ὑπεραποθνῄσκοντα τοῦ βασιλέως καὶ ἐχθρὸν τῶν ἐναντιουμένων αὐτῷ· καὶ πάλιν, εἰ δημοκρατία ἐστίν, ἑαυτὸν δείκνυε πάντας ἐπ’ ἴσης ἀγαπῶντα καὶ τιμῶντα ἕκαστον καὶ τὸν ἕνα πάντας νομίζοντα καὶ τοὺς πάντας ἕνα. [a 8] ἐπειδὴ οὐ μόνον, φησίν, αἱ πίστεις γίνονται διὰ τοῦ ἀποδεικτικοῦ λόγου ἀλλὰ καὶ διὰ τοῦ ἠθικοῦ λόγου· συναρπάζεται γὰρ ὁ ἀκροατὴς τῷ ἤθει τοῦ λέγοντος, εἰ φιλόπολιν οἴεται καὶ νομίζει μηδέποτε αὐτὸν συμβουλεῦσαι τὸ λυμαῖνον καὶ βλάπτον τὴν πολιτείαν ἐκ τοῦ εἶναι τοιοῦτον, ἀληθῆ, σώφρονα, δίκαιον, καὶ πιστεύει τῷ ποιόν τινα φαίνεσθαι αὐτόν. [a 11] τοῦτο δέ ἐστι, τὸ ποιόν τινα φαίνεσθαι τὸν συμβουλεύοντα, ἂν φαίνηται ἀγαθὸς ἢ εὔνους ἢ ἄμφω. διὰ τοῦτο (ποῖον; τὸ ποιεῖν ἑαυτὸν ἠθικόν) δεῖ εἰδέναι τὰ ἤθη τῶν πολιτειῶν ἑκάστης· πρὸς γὰρ τὰ ἔθη καὶ νόμιμα ἑκάστης ἑαυτόν τινα ποιὸν κατασκευάσει συμβουλεύων. [a 13] τὸ γὰρ ἑκάστης ἔθος πιθανώτατον πρὸς ἑκάστην· ὥστε καὶ ὁ ἔχων τὸ ἔθος ἑκάστης καὶ ποιόν τινα ἑαυτὸν δεικνύων πιθανώτατος ἔσται. ταῦτα δὲ τὰ ἤθη ἑκάστης ληφθήσεται ἐκ τῶν αὐτῶν τῶν τελῶν ἑκάστης πολιτείας· τὰ μὲν γὰρ ἤθη τῆς προαιρέσεως, τῶν πρὸς τὸ τέλος δὲ ἡ προαίρεσις·2 τὰ ἤθη ἄρα τῶν πρὸς τὸ τέλος· ὁ οὖν ἔχων τὰ τέλη ἔχει καὶ τὰ πρὸς τὸ τέλος, τὰ ἤθη τῆς πολιτείας. συμπέρασμα δὲ καὶ τέλος ἐπιθεῖναι βουλόμενος ταῖς πίστεσι καὶ τοῖς τόποις, ἐξ ὧν ὁ συμβουλευτικὸς ὁρμώμενος παραινεῖ, λέγει [a 21] ταῦτα τὰ ἐν τῷ τέλει ῥηθέντα ἠκριβῶσθαι μᾶλλον ἐν τῇ πραγματείᾳ τῶν Πολιτειῶν, ἐνταῦθα δὲ τοσοῦτον ῥηθῆναι περὶ αὐτῶν, ὅσον ἔδει.
[b 37] ‘君主制乃是其中一人对所有人握有主权之政体,正如其名称向公民所表明的那样,其他政体亦是依照各自的名称而被定名并具有其特性的’。因此,若有人依照德能并依照适宜的秩序进行统治,便是王制;若是漫无限制且无秩序的,便是僭主制。[1366 a 2] ‘不可忽视每一政体的最终目的;因为所有人都选择导向最终目的的事物’,且若有人建议导向最终目的的事物,人们便会听从他。不同的政体具有不同的最终目的:[a 4] ‘民主制的最终目的是自由,寡头制是财富,贵族制是教育与法律,王制则是国王依法监管并如父亲般进行统治’,[a 6] ‘僭主制的最终目的则是卫护[自身安全]’。因此,助言者当着眼于这些,按与各最终目的相应的比例提出导向每一政体最终目的的建议;并且应当依照各自的风俗、法律与利益提出建议并选择那些事物,倘若所有人都确实选择凡是导向他们自身固有目的之事物;因为惟当听者自己将助言者所说的话与自身政体的最终目的联系起来时,人才会被劝服。[a 8] ‘然而,既然说服不仅通过论证性的言辞而产生……’他的意思是:助言者啊,你应当使自己展现出道德性格,即展现为心怀善意、真实诚恳且热爱城邦者;因为尽管以省略三段论和论证的方式确立所说之事确有必要,但表明自己具备某种品格亦是有益的。因为政体若是王国,便当展现自己为君主制的赞美者、愿为国王牺牲之人以及反对他之人的仇敌;反之,政体若是民主制,便当表明自己同等热爱所有人、尊重每一个人,并将一人视为全体、将全体视为一人。[a 8] 他说,因为说服不仅通过论证性的言辞产生,而且也通过性格性的言辞产生;因为听者会被言说者的性格所吸引,若听者认为他热爱城邦,并相信由于他是这样一个真实、节制、正义之人,便绝不会建议破坏和损害政体之事,并且听者信赖他显得具备某种品格。[a 11] ‘而助言者显得具备某种品格,乃是指他显得良善,或心怀善意,或二者兼备’。正因如此(因何?因使自己具备道德性格),才必须通晓各政体的性格;因为助言者乃是对照各自的风俗与法律而将自己塑造为某种品格的。[a 13] ‘因为每一政体的性格对该政体而言是最具劝服力的’;是以具有每一政体的性格并表明自己具备某种品格的人,将是最具劝服力的。而每一政体的这些性格将从各政体自身的最终目的中得出;因为性格属于意图抉择,而意图抉择属于导向最终目的之事;因此性格属于导向最终目的之事。故而掌握了最终目的者,亦掌握了导向最终目的之事,即政体的性格。因希望对助言演说者据以提出劝告的论据和论题做出总结与收尾,他说:[a 21] 在末尾所谈及的这些内容,已在《政治学》专论中得到了更为精确的讨论,而此处关于它们所说的,已达到了所必需的程度。
- 1.0.8ἐπεὶ δὲ οὐ μόνον αἱ πίστεις γίνονται διὰ τοῦ ἀποδεικτικοῦ λόγου.
此处直接引用了亚里士多德原文(1366a8)开头的从属从句('ἐπεὶ δὲ...'),因而作为独立句子时缺失主句,形成破格句。注疏者紧接着用'βούλεται εἰπεῖν, ὅτι...'(他的意思是……)来补足其句意并阐释要旨。
- 1.0.8τὰ μὲν γὰρ ἤθη τῆς προαιρέσεως, τῶν πρὸς τὸ τέλος δὲ ἡ προαίρεσις
这两个分句皆为省略了系动词ἐστί的表语属格结构:'ἤθη [ἐστὶ] τῆς προαιρέσεως'(性格属于意图抉择)与'ἡ προαίρεσις [ἐστὶ] τῶν πρὸς τὸ τέλος'(意图抉择属于导向最终目的之事)。这种表所属或关涉的属格构成了随后三段论推论'τὰ ἤθη ἄρα τῶν πρὸς τὸ τέλος'的大小前提。
