- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:44.7-45.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《修辞学》第一卷第八章开头,阐述在助言修辞中通晓四种政体(民主制、寡头制、贵族制、君主制)之性格、风俗、利益及主权决断者的必要性,并指出助言者须使言辞顺应具体政体的特质。
8. Μέγιστον δὲ πρὸς τὸ δύνασθαι καὶ πείθειν καὶ συμβουλεύειν τὸ εἰδέναι τὰς πολιτείας πάσας καὶ λαμβάνειν ἐν ταῖς συμβουλαῖς καὶ χρησιμώτατον τῷ συμβουλευτικῷ τὸ διελεῖν τὰ ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα· ἄλλα γὰρ ἀριστοκρατίας ἔθη καὶ νόμιμα, ἄλλα δὲ δημοκρατίας καὶ ἕτερα συμφέροντα ἄλλῃ πολιτείᾳ καὶ ἄλλα ἄλλῃ. [b 25] πάντες μὲν γὰρ τῷ συμφέροντι πείθονται· συμφέρει δὲ τὸ σῷζον τὴν πολιτείαν. ἔτι δὲ ἐν τοῖς συμβουλεύουσι κυρία ἐστὶν ἡ τοῦ κυρίου ἀπόφασις· ὁ γὰρ ἄρχων ἑκάστης πολιτείας ἀποφαίνεται τήνδε μὲν εἶναι κυρίαν τὴν βουλήν, τήνδε δὲ μή. ἄλλος δὲ ἐν ἄλλῃ πολιτείᾳ ἄρχων καὶ ἄλλος ἐν ἄλλῃ, ἐν μὲν μοναρχίᾳ βασιλεὺς καὶ τύραννος, ἐν δὲ ἀριστοκρατίᾳ οἱ ἄριστοι κατὰ τὴν ὑπὸ νόμου κειμένην,1 ἐν δὲ δημοκρατίᾳ οἱ τῷ κλήρῳ τὰς ἀρχὰς ἔχοντες, ἐν ὀλιγαρχίᾳ δὲ οἱ ἀπὸ τιμημάτων· τὰ κύρια οὖν καὶ οἱ ἄρχοντες διῄρηνται κατὰ τὰς πολιτείας. [a 3] δεῖ τοίνυν καὶ τὸ συμφέρον τῇ πολιτείᾳ σκοπεῖν καὶ τὰ τέλη ἑκάστης καὶ τὰ τῶν ἀρχόντων ἔθη καὶ τὰ σῴζοντα ἐκείνους καὶ ἀφορᾶν ὡς εἰς σκοπόν τινα τὸν ἄρχοντα καὶ οὕτω ποιεῖσθαι τὰς συμβουλάς. δεῖ δὲ καὶ τῇ πολιτείᾳ συνεξομοιοῦν ἑαυτὸν τὸν συμβουλεύοντα· οἷον εἰ δημοκρατία ἐστίν, ὀφείλει λέγειν ὁ συμβουλεύων ‘ἐγὼ ἑκάστου τῶν πολιτῶν κήδομαι καὶ ἐπ’ ἴσης τιμῶ πάντας καὶ βούλομαι καὶ παραινῶ πάντας ἐλευθερίας μετέχειν’· εἰ δὲ βασιλεία ἐστί, δεῖ κατὰ τῶν βασιλειώντων ἀγανακτεῖν2 καὶ λέγειν ὡς ‘ἀγαθὸν ἡ μοναρχία καὶ ἄφρονες οἱ ἐπανιστάμενοι καὶ δεῖ διδόναι δίκας αὐτοὺς καὶ ἐπὶ τούτοις ἀξιοῦν αὐτοὺς ὀργῆς καὶ κολάσεως’· ἢ λέγει ‘τίς οὐκ ἀγανακτεῖ κατ’ αὐτῶν; τίς οὐ χαλεπαίνει;’ ἀλλ’ ὅπερ ἐλέγομεν, βουλὴ † κρίσις κυρία ἐστὶν ἐν ταῖς συμβουλαῖς ἡ ἀπόφασις τοῦ ἄρχοντος.3 [b 27] τὰ δὲ κύρια διῄρηται κατὰ τὰς πολιτείας· τοσοῦτοι γὰρ οἱ ἄρχοντες, ὁπόσαι καὶ αἱ πολιτεῖαι. [b 29] εἰσὶ δὲ πολιτεῖαι τέσσαρες, δημοκρατία, ὀλιγαρχία, ἀριστοκρατία, μοναρχία, ὥστε καὶ τὸ κύριον καὶ τὸ κρῖνον ἐν συμβουλαῖς καὶ δίκαις (ἀλλὰ νῦν περὶ συμβουλῆς ἡμῖν πρόκειται) τούτων τι ἂν εἴη· εἰ γὰρ ἄρχων εἴη τῆς μοναρχίας, βασιλεύς, ἢ εἰ δημοκρατία ἐστὶν ἡ πολιτεία, ἔσται τὸ κύριον καὶ κρῖνον ἢ πάντες οἱ κλήρῳ λαχόντες τὴν ἀρχὴν ἢ οὐχὶ πάντες ἀλλ’ οἱ πλείους ἢ μόριον τούτων τὸ τρίτον τυχὸν ἢ τὸ τέταρτον οἱ τῆς συμβουλῆς ἀκούοντες καὶ κρίνοντες. [b 31] ἔστι δὲ δημοκρατία μέν, ἐν ᾗ κλήρῳ διανέμονται τὰς ἀρχάς· ἐπειδὴ γὰρ πάντες ἰσονομίαν ἔχουσι καὶ τῆς αὐτῆς ἐλευθερίας μετέχουσι, καὶ ἰσότιμοι διανέμονται τὰς ἀρχὰς ἐν τῷ κλήρῳ, ἵν’ ὁποίου προδράμῃ τὸ λάχος, οὗτος ἄρξῃ εἰς τὰς τριήρεις τυχὸν ἢ εἰς στρατηγίαν ἢ εἰς ἑορτὴν ἕνα χρόνον· καὶ πάλιν ἐπετίθετο πᾶσι κλῆρος καὶ ὁ λαχὼν ἦρχεν ἐνιαυτόν· καὶ οὕτως ἀεὶ τὸ τῆς ἀρχῆς διενέμετο ὑπὸ τοῦ λάχους ἑκάστοις. [b 33] ὀλιγαρχία δέ, ἐν ᾗ ἄρχουσιν οἱ ἀπὸ τιμημάτων ἤτοι οἱ πλουσιώτεροι. ἀριστοκρατία δέ, ἐν ᾗ ἄρχουσιν οἱ νόμῳ καὶ παιδείᾳ ἐντραφέντες καὶ ἐνεθισθέντες καὶ γένει καὶ βίῳ καὶ γνώσει τῶν ἄλλων ὑπερέχοντες.
8. ‘对于能够劝说与助言而言,最重大的事乃是通晓一切政体并在助言中加以把握,而对助言者最为有用的,则是辨明各政体的性格、风俗与利益’;因为贵族制的习俗与风俗不同于民主制,且对某一政体有利之事与对另一政体有利之事亦各不相同。 [b 25] ‘因为所有人皆为利益所劝服’;而保全政体者便是有利的。 ‘此外,在助言者之中,握有主权者的决断具有权威’;因为各政体的统治者判定这一决议有效,那一决议无效。在不同的政体中统治者亦各不相同:在君主制中是国王与僭主,在贵族制中是依照法律所确立的[教育]而定的最优秀者,在民主制中是以抽签而掌职权者,在寡头制中则是基于财产估定者;因此,主权权威与统治者乃是依照政体而划分的。 [a 3] 因此,必须审视政体的利益、各自的最终目的、统治者的性格以及保全他们的事物,并将统治者视若某种靶心而予以关注,如此提出助言。助言者还必须使自己与政体相适应;例如若是民主制,助言者便应当说:‘我关怀每一位公民,平等地尊重所有人,并且希望并劝导所有人分享自由’;若为王国,则应当对企图谋取王位者表示愤慨,并说:‘君主制乃是一桩善事,起而反叛者愚不可及,他们应当受罚,并鉴于此理当招致愤怒与惩治’;或者说:‘谁不对他们感到愤慨?谁不对此恼怒?’然而正如我们所言,在助言中具有权威的判定乃是统治者的决断。 [b 27] ‘而主权权威乃是依照政体而划分的’;因为统治者的种类与政体的数量恰好相当。 [b 29] ‘而政体有四种:民主制、寡头制、贵族制、君主制,是以在助言与审判中具有主权与裁决权之要素(然而眼下我们探讨的是助言)亦当为这其中之一’;因为若为君主制的统治者,便是国王;或者政体若是民主制,具有主权与裁决权者或是所有凭抽签取得职权的人,或者不是所有人,而是多数人,或者是他们之中的三分之一或四分之一等聆听助言并作出裁决的群体。 [b 31] ‘民主制是人们以抽签分配职权的政体’;因为既然所有人都享有平等的权利并分享同等的自由,他们亦作为地位平等者以抽签分配职权,以便无论谁的签最先抽出,此人便可在三列桨战船、或将军职务、或节庆事务上统治一个时期;随后又再次对所有人抽签,中签者便统治一年;统治之权便是如此始终凭抽签分配给各人。 [b 33] ‘寡头制是基于财产估定者、即更为富裕者统治的政体。贵族制则是’在法律与教育中受到哺育与熏陶、并在门第、生活方式与知识上‘优于其他人者统治的政体’。
- 1.0.8κατὰ τὴν ὑπὸ νόμου κειμένην
阴性单数宾格冠词 τὴν 之后省去了名词;参照后文对贵族制定义中出现的 παιδείᾳ(教育)以及亚里士多德原文(1365b34)的 κατὰ τὴν παιδείαν τὴν ὑπὸ τοῦ νόμου κειμένην,此处补出 παιδείαν。
- 1.0.8κατὰ τῶν βασιλειώντων ἀγανακτεῖν
动词 βασιλειάω 表示渴望王位或觊觎王权(属于愿望动词)。结合下文呼应的 ἐπανιστάμενοι(‘叛乱者’),此处并非指在位君主,而是指‘企图篡夺王位者’或‘图谋统治之人’。
- 1.0.8βουλὴ † κρίσις κυρία ἐστὶν ἐν ταῖς συμβουλαῖς ἡ ἀπόφασις τοῦ ἄρχοντος
传抄文本在 βουλὴ κρίσις 处存有残损(标记有短剑符),名词直接并置。就句法骨架而言,ἡ ἀπόφασις τοῦ ἄρχοντος(‘统治者的决断’)为主语,κυρία 为述语形容词,全句重申前文所论:在助言修辞中,统治者的决定才是最具权威的裁决。
