← 佚名

亚里士多德《修辞学》佚名评注

§42.30-44.6

论效用的广泛性与相加所显诸善优劣

注解者依次阐释亚里士多德《修辞学》1364b7–19中比较诸善大小优劣的论题,包括对更多事物有用的善、兼具无痛与快乐的善、相加使整体更大的善、临在而不避人耳目的善以及因独一而为人珍爱的善等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.7#11

ἐλέγομεν δὲ ἐν τῷ ἀνωτέρω τόπῳ τὰ πρὸς ἀλήθειαν εἶναι κρείττω καὶ μείζω, τὰ δὲ πρὸς δόξαν ἐλάττω· καὶ μᾶλλον ἔχειν βούλεταί τις πλοῦτον ἢ δοκεῖν, εἰ καὶ τισὶ δοκεῖ τὸ ἀντίστροφον· καὶ τὸ ὑγιαίνειν μεῖζον ἐκ πάλιν τούτου τοῦ τόπου καὶ κρεῖττον δικαιοσύνης καὶ ἐλευθεριότητος καὶ μεγαλοπρεπείας· δοκεῖν μὲν γὰρ βούλεταί τις ἢ εἶναι ἐλευθέριος,1 καὶ δίκαιος δοκεῖν ἢ εἶναι, καὶ μεγαλοπρεπὴς δοκεῖν μᾶλλον ἢ εἶναι, ὑγιαίνειν δὲ δοκεῖν οὐ βούλεταί τις, ἀλλ’ εἶναι μᾶλλον ὑγιὴς θέλει. [b 8] καὶ τὸ πρὸς τὰ πολλὰ χρησιμώτερον μεῖζον ἀγαθόν, ὡς αὐτὸς ὁ Ἀριστοτέλης ἐναργὲς παράδειγμα τίθησι τὸν πλοῦτον καὶ τὴν ὑγείαν· ταῦτα γὰρ χρησιμεύουσι πρὸς πλείω καὶ μέγιστα ἀγαθά, πρὸς τὸ ζῆν, πρὸς τὸ εὖ ζῆν, πρὸς τὴν ἡδονήν, πρὸς τὸ πράττειν τὰ καλά. καὶ τὰ γυμνάσια καὶ κυνηγέσια πρὸς πολλὰ χρήσιμα, πρὸς ὑγείαν, πρὸς ἡδονήν, πρὸς ἀλυπίαν· κρείττω ἄρα καὶ μείζω. [b 11] καὶ τὸ ἀλυπότερον καὶ τὸ μεθ’ ἡδονῆς, συνεπινόησον ὁμοίως ‘μεῖζον ἀγαθὸν μᾶλλον τοῦ ἔχοντος τὸ ἀλυπότερον μόνον ἢ τὸ μεθ’ ἡδονῆς μόνον’, ὥσπερ ἡ ἐλευθεριότης καὶ τὸ ἄλυπον ἔχει καὶ τὸ μεθ’ ἡδονῆς καὶ ἡ μεγαλοπρέπεια· ἡ δὲ ἀνδρία ἐν πολέμοις τὸ μεθ’ ἡδονῆς οὐκ ἔχει· ἀγαπητὸν οὖν, εἰ καὶ τὸ ἀλύπως ἔχει καὶ τὸ οὐκ ἄνευ ἡδονῆς. εἰ οὖν τὸ ἓν ἀγαθὸν μέγα πολλάκις, τὸ ἔχον δύο μεῖζον· ὅπερ οὖν ἔχει τὸ ἄλυπον καὶ τὸ μεθ’ ἡδονῆς, μέγα ὡς ἔχον δύο ἀγαθά, ὁποῖα καὶ τὰ ἱππηλάσια καὶ γυμνάσια. ῥητέον δὲ καὶ τὰ τῶν πεπαιδευμένων παίγνια· παίζουσι γὰρ οἱ πεπαιδευμένοι πολλάκις, ἵνα σπουδάζωσιν, ὅτι μηδὲ δεῖ συντονωτέρᾳ χρῆσθαι τῇ σπουδῇ ἀεί· κρείττων οὖν ἡ ἐλευθεριότης τῆς ἐγκρατείας· ἡ δ’ εὐφροσύνη καὶ ἡδονὴ τάχα διὰ τὸν παρόντα τόπον κρείττων ἔσται τῆς ἀρετῆς καὶ ὁ πλοῦτος τῆς πενίας· ὁ μὲν γὰρ τὸ μεθ’ ἡδονῆς καὶ τὸ ἄλυπον ἔχει, ἡ δὲ οὐδέτερον· καὶ ἡ ἀλυπία δὲ ἀγαθόν, εἰ ἡ ἡδονὴ μέγα ἀγαθόν. [b 13] καὶ δυοῖν, ὃ τῷ αὐτῷ προστιθέμενον μεῖζον τὸ ὅλον ποιεῖ·2 εἰ γὰρ ἡ φρόνησις μεῖζον ποιεῖ προστιθεμένη τῇ ἰσχύϊ ἤπερ τὸ κάλλος, μείζων ἡ φρόνησις τοῦ κάλλους. [b 14] καὶ ἃ μὴ λανθάνει παρόντα ἢ ἃ λανθάνει. κρείττω φησὶν ἀγαθά, ἃ παρόντα οὐ λανθάνει, οἷον ἡ εὐτεκνία καὶ τὸ ἔχειν τέκνα ἀγαθὰ καὶ πολλὰ κρεῖττον ἢ τὸ ῥώμην ἔχειν· τὸ μὲν γὰρ ἔχειν τέκνα παρὸν οὐ λανθάνει, τὸ δὲ ῥώμην ἔχειν λανθάνει. καὶ τὸ ἐγκωμιάζειν ῥητορικῶς καὶ ἐπιστέλλειν κρεῖττον τοῦ μόνον ἔχειν τέχνην ῥητορικὴν καὶ ἕξιν, οὐ μὴν καὶ ἐνέργειαν· τὸ μὲν γὰρ λανθάνει, ἡ ἕξις φημὶ ἐνοῦσα, τὸ δέ, ἡ ἐνέργεια, οὐδαμοῦ. καὶ τὸ πλουτεῖν καὶ φαίνεσθαι μεῖζον τοῦ πλουτεῖν καὶ μὴ φαίνεσθαι· εἰ γὰρ δύο τινῶν ὄντων ὁ μὲν φαίνεται πλουτῶν, ὁ δὲ πλουτεῖ μέν, ἄπορος δὲ δοκεῖ, μᾶλλον ὑπερέχει ὁ τὸν πλοῦτον ἔχων φαινόμενον ἢ ὁ κρυπτόμενον· τὸ γὰρ φαινόμενον κρεῖττον τοῦ λανθάνοντος καὶ ἀφανοῦς. καὶ εἰ ὁ μὲν ἐπαγγέλλεται σοφὸς εἶναι, ὁ δὲ δεικνύει τὴν ἐνέργειαν, κρείττων ὁ ἐνεργῶν καὶ δεικνύων ἢ ὁ ἐπαγγελλόμενος. [b 16] καὶ τὸ ἀγαπητὸν τοῖς μὲν μόνον, τοῖς δὲ μετ’ ἄλλων. κρεῖττόν φησι τὸ ἀγαπητόν, ὅταν ᾖ μοναδικόν, ἢ μετ’ ἄλλων ἤγουν πεπληθυσμένον· ὡς γὰρ ὁ μονογενὴς παῖς ἀγαπᾶται πλέον ἢ ὁ ἐν πολλοῖς ἀδελφοῖς θεωρούμενος, οὕτω καὶ πᾶν ἀγαθὸν μεμονωμένον παρ’ ὃ μετ’ ἄλλων ἀγαθῶν δεικνύμενον μεῖζον.3 [b 17] αὐτίκα εἴ τις κατά τινα περίστασιν ὀφθαλμὸν ἔχει ἕνα, μᾶλλον ἀσπάζεται αὐτὸν τῶν ἐχόντων δύο ὀφθαλμούς· διό, ἄν τις αὐτὸν τυφλώσῃ, ζημίαν μείζονα πεποίηκε, παρ’ ὃ εἰ ἄλλου τινὸς δύο ἔχοντος τὸν ἕνα ἀφῄρηκεν, ἐπειδὴ τούτῳ μόνος ὢν ὁ ὀφθαλμὸς μᾶλλον ἦν ἀγαπητὸς καὶ ἀσπαστὸς ὁλοσχερῶς. καὶ εἰ ὁ μὲν δύο ἔχει ἀγρούς, ὁ δὲ ἕνα, καὶ ὁ μὲν πολλοὺς θησαυρούς, ὁ δὲ ἕνα, κρεῖττον τὸ ἓν τῷ ἔχοντι τὸ ἕν, ὅταν τις ἔχῃ ὡς πένης ἕν τι ἀγαθόν, ἐφ’ ᾧ πέποιθεν, ἤ τις ὢν ἐν στειρώσει πάλαι ὀψὲ πατὴρ ἑνὸς τέκνου γεγένηται. [b 19] ταῦτα μὲν οὖν εἰσιν, ἐξ ὧν ἄν τις προτρέπων καὶ ἀποτρέπων ἀποδείξῃ τι μέγα ἀγαθὸν εἶναι, εἰς ὃ προτρέπει, καὶ μέγα κακόν, ἀφ’ οὗ ἀποτρέπει.

我们在上述论题中曾说,顺乎真实之事更优且更大,而顺乎名声之事则较小;而且任何人皆更愿拥有财富而非看似拥有(纵然对某些人而言看似相反)。根据这同一论题,健康亦大于且优于公正、慷慨与豪爽;因为人们宁愿显得慷慨而非实际如此,宁愿显得公正而非实际如此,宁愿显得豪爽而非实际如此,但没有人愿意显得健康,反而更愿实际健康。 [b 8] ‘而且对诸多事物更为有用者是更大的善’,正如亚里士多德本人将财富与健康立为显明的事例;因为这些对更多且最大的善有用:对生存有用,对过美好的生活有用,对快乐有用,对行崇高之事有用。体操与狩猎亦对诸多事物有用:对健康、对快乐、对免于痛苦皆有用;是以它们更优且更大。 [b 11] ‘以及更免于痛苦者和伴随快乐者’;同样在心中补出‘比仅具有免于痛苦者或仅具有伴随快乐者是更大的善’;正如慷慨既具有免于痛苦亦具有伴随快乐,豪爽亦是如此。然而战争中的勇敢并不具有伴随快乐;因此,若它兼具免于痛苦与并非没有快乐,乃是令人满意之事。如果单件善事常常是重大的,那么兼具两件者则更大;因此,兼具免于痛苦与伴随快乐者,作为兼具两桩善事者乃是重大的,骑术与体操亦属于此类。还应当提及受教者的嬉戏;因为受教者常常为了能认真致力于事物而嬉戏,因为不应始终处于更为高度紧绷的严肃之中;因此慷慨优于自制。而喜悦与快乐由于当前的论题,或许将优于德性,财富亦优于贫困;因为前者兼具伴随快乐与免于痛苦,而后者二者皆无;若快乐是重大的善,则免于痛苦亦是善。 [b 13] ‘以及二者之中,加于同一物而使整体更大者[是更大的善]’;因为明智若加于力量之上比美貌使整体变得更大,则明智便大于美貌。 [b 14] ‘以及临在于前而不避人耳目者胜于避人耳目者[是更大的善]’。他说,临在于前而不避人耳目之善更为优越;例如育子有方,即拥有良好且众多的子女,优于拥有体力;因为拥有子女临在于前而不避人耳目,而拥有体力则是避人耳目的。以修辞之术赞颂与寄送信函,优于仅仅拥有修辞技能与秉性却绝无现实活动;因为前者避人耳目——我指的是内在的秉性——而后者即现实活动则绝不隐蔽。富裕且显露于外,大于富裕而不显露于外;因为若有两人,一人显得富裕,另一人虽富裕却看似困厄,则显露财富者比隐藏财富者更胜一筹;因为显露者优于避人耳目与不显露者。若一人自命为智者,另一人展现其现实活动,则行动并展现者优于空口自命者。 [b 16] ‘以及对某些人而言仅属独有,对其他人而言则与其他事物相伴随而为人珍爱者[是更大的善]’。他说,为人珍爱之物,当其为独有之时,优于与其他事物相伴随即多数化之时;因为正如独生子比在众多兄弟中被看待之子更受关爱,任何孤立的善与同其他善一同显现者相比亦更大。 [b 17] ‘例如若某人因某种境遇仅有一只眼睛’,他比拥有两只眼睛的人更为珍惜它;‘因此,若有人使其眼盲,便造成了更大的损害’,相比于从拥有两只眼睛的他人身上夺去一只而言,因为对他而言,单存的一只眼睛全然更为珍贵与受人顾惜。若一人有两块田地而另一人有一块,一人有诸多宝藏而另一人仅有一处,则对仅有一者而言此单件更为宝贵,正如穷人拥有某件赖以托付的单一善物,或长久不育者暮年成为独子之父时那样。 [b 19] ‘因此,这些便是劝勉者与劝阻者据以论证其所劝勉之物乃重大的善、其所劝阻之物乃重大之恶的论据’。

语法注3 条
  1. 1.0.7δοκεῖν μὲν γὰρ βούλεταί τις ἢ εἶναι ἐλευθέριος

    在 δοκεῖν 与 εἶναι 的对比中,此处省略了 μᾶλλον,仅以 ἤ 引导比较结构(紧接着的句中则明确给出了 μᾶλλον:καὶ μεγαλοπρεπὴς δοκεῖν μᾶλλον ἢ εἶναι)。表语形容词 ἐλευθέριος 既作 εἶναι 的补足语,亦兼作 δοκεῖν 的补足语。

  2. 1.0.7καὶ δυοῖν, ὃ τῷ αὐτῷ προστιθέμενον μεῖζον τὸ ὅλον ποιεῖ

    引自亚里士多德原文(1364b13)。属格 δυοῖν 为部分属格或比较属格,意为“二者之中”。关系代词 ὃ 指代其中之一,句中省去了谓语 μεῖζον ἐστίν,整体骨架为:“二者之中,加于同一物而使整体更大者[是更大的善]”。

  3. 1.0.7παρ’ ὃ μετ’ ἄλλων ἀγαθῶν δεικνύμενον μεῖζον

    介词 παρά 统辖宾格关系代词 ὅ,与比较级 μεῖζον 呼应,表示比较的基准(“与……相比”;后文的 παρ’ ὃ εἰ ... 亦同此用法)。μεῖζον 的主语为前述的 πᾶν ἀγαθὸν μεμονωμένον,而 δεικνύμενον 为修饰从属句中先行词或隐含义项的修饰分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:42.30-44.6