- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:41.19-42.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《修辞术》第一卷第七章(1365a35–b5)的注解,探讨了关于内在善与相对善的两种异文阐释、可能与不可能的比较、生命终点的善,以及顺乎真实之善与顺乎名声之善的优劣及其判定标准。
καὶ τὴν μὲν πρώτην γραφὴν οὕτως ὁ φιλόσοφος ἐξηγήσατο· καὶ τὸ αὑτό τε ὂν τέλος καὶ ἁπλῶς1 ἤγουν πρὸς ἄλλο τέλος ἀπονεύον κρεῖττον καὶ μεῖζον τοῦ πρὸς ἄλλο μόνον συντελοῦντος καὶ μόνον πρὸς τέλος ἄγοντός τι, οὐ μὴν καὶ τέλους ὄντος, ὥσπερ ἡ μὲν στρατηγικὴ πρὸς τὴν νίκην ὡς τέλος τι ἀφορᾷ, ἡ δὲ νίκη τέλος οὖσα τῆς ἱππικῆς παρασκευῆς ἀφορᾷ καὶ πρὸς τὴν εὐδαιμονίαν· οὐκ εὐδαίμων γὰρ κυρίως ὁ ἡττώμενος, ὡς ὁ Κροῖσος· ἡ μὲν οὖν νίκη καὶ τέλος καὶ πρὸς τέλος ἄγει κρεῖττον, ἡ δὲ ἱππικὴ ἁπλῶς πρὸς ἄλλο μόνον λυσιτελεῖ· μεῖζον οὖν τὸ αὐτὸ ὂν τέλος ἄλλου καὶ ἁπλῶς ἤτοι πρὸς ἄλλο λυσιτελοῦν καὶ φέρον πρὸς ἐκεῖνο ἢ τὸ μόνον πρὸς ἄλλο φέρον, ὁποῖον ἡ ἱππική. τῆς δὲ δευτέρας γραφῆς ἡ ἐξήγησις αὕτη· καὶ τὸ αὑτῷ λυσιτελοῦν καὶ χρησιμεῦον ἤτοι ἐμοὶ μεῖζον ἢ τὸ ἁπλῶς ἤγουν τὸ ἄλλοις τισὶ χρησιμεῦον, ὡς εἶναι τὸ λεγόμενον, ὅτι τὸ ἐμοὶ ὠφέλιμον μεῖζον τοῦ ὠφελίμου ἄλλοις ἢ τὸ τινὶ ὠφέλιμον κρεῖττον τοῦ ἄλλοις ὠφελίμου· μεῖζον γὰρ τὸ αὑτὸν ὠφελοῦν ἢ τὸ ἄλλους. [a 35] καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου μεῖζον, ὡς τὸ γενέσθαι με γραμματικὸν δυνατὸν μᾶλλον ἢ τὸ μαθεῖν με ἀστρονομίαν καὶ κατοπτρικὴν καὶ Χαλδαϊκὴν φιλοσοφίαν· κρεῖττον οὖν καὶ μεῖζον τὸ δυνατόν. [a 36] τὸ μὲν γὰρ αὐτῷ ἤγουν ἐπ’ ἐμοὶ κεῖται,2 τὸ δὲ οὔ· εἰ γὰρ ἀδύνατον, οὐκ ἐπ’ ἐμοί· τὸ γὰρ πτερωθῆναί με τυχὸν ἢ τὸ ἀθάνατον γενέσθαι με ἐν σώματι ἀδύνατον· καίτοι μέγα ἡ ἀθανασία, ἀλλ’ ἀδύνατον· κάλλιον οὖν ἐμοὶ τῆς ἀθανασίας τὸ ζῆσαι μέχρι ἐτῶν ἑβδομήκοντα. [a 36] καὶ τὰ ἐν τέλει τοῦ βίου ἀγαθὰ μείζω· τὸ γὰρ ἀναπαύεσθαι ἐν τῷ γήρει μᾶλλον καλὸν καὶ τὸ τιμᾶσθαι ἐν γήρᾳ ἐπαινετὸν μᾶλλον. τότε ἐπιδιωρθώσατο τὸν λόγον, ἐπεὶ ὁ θάνατος μᾶλλόν ἐστι τέλος, καὶ εἶπε [a 37] τέλη γὰρ μᾶλλόν εἰσι τὰ πρὸς τῷ τέλει τοῦ βίου ἀγαθά. διὰ τοῦτο παραινοῦμεν πονεῖν ἐν νεότητι, διότι μεγάλα τὰ ἐν τῷ γήρᾳ καλά, ἅπερ εὑρίσκει ὁ πονῶν ἐν τῷ καιρῷ τῆς νεότητος. [a 37] καὶ τὰ πρὸς ἀλήθειαν τῶν πρὸς δόξαν μείζω, ὡς τὸ ὑγιαίνειν πρὸς ἀλήθειαν ἀγαθόν, τὸ δὲ οἰκίαν ἔχειν λαμπρὰν καὶ ἐφεπομένους καὶ προπομπεύοντας φαινόμενα καὶ πρὸς δόξαν· καὶ τῆς τιμῆς κρεῖττον τὸ ὁρᾶν· τὸ μὲν γὰρ πρὸς δόξαν ἤτοι φαινόμενον ἀγαθὸν οὐκ ἀληθές, τὸ δὲ ὁρᾶν ἀληθὲς ἀγαθὸν καὶ μεῖζον. διὰ τοῦτο καὶ τὸ εὖ ποιεῖν τοῦ δοκεῖν δίκαιον κρεῖττον· τὸ γὰρ πρὸς δόξαν καὶ οὐκ ἀληθὲς ἀγαθὸν διὰ τὸ φανῆναί τισι ποιοῦμεν. [b 1] ὅρος γὰρ τοῦ πρὸς δόξαν τὸ μὴ λαθεῖν· λανθάνων γάρ τις τὸν πολλῶν ὀφθαλμὸν οὐκ ἂν ἕλοιτο λαμπροφορεῖν καὶ χρυσῷ κοσμεῖν τὸν ἵππον, ἃ πρὸς δόξαν τείνει καὶ φανητιασμόν. [b 2] ἀπὸ τούτου δὲ τοῦ τόπου καὶ τὸ εὖ πάσχειν δόξειεν ἀληθέστερον εἶναι καὶ κρεῖττον τοῦ εὖ ποιεῖν·3 τὸ μὲν γὰρ εὖ ποιεῖν οὐκ ἂν λαθεῖν τις αἱρήσεται· τοιοῦτος δὲ τοῦ πρὸς δόξαν ὅρος· ὥστε τὸ εὖ ποιεῖν πρὸς δόξαν· τὸ δὲ πρὸς δόξαν οὐ μέγα ἀγαθόν. τὸ δὲ εὖ πάσχειν λανθάνειν αἱρεῖται· ὃ δὲ ἔχων τις λανθάνειν αἱρεῖται, μέγα ἀγαθόν· εὖ δὲ πάσχων βούλεται λανθάνειν· κρεῖττον οὖν τὸ εὖ πάσχειν ἔχον τὸν ὅρον τὸν πρὸς ἀλήθειαν ἀγαθόν. ἦσαν δὲ ταῦτα πρὸς ἀλήθειαν, ἅ, κἂν λανθάνωσιν, ἔχειν φιλεῖ τις, πρὸς δόξαν δέ, ἅπερ οὐ λανθάνεσθαι βούλεταί τις· τοιοῦτον δὲ τὸ εὖ ποιεῖν· κρεῖττον οὖν τὸ εὖ πάσχειν τοῦ εὖ ποιεῖν. [b 5] καὶ ὅσα εἶναι μᾶλλον ἢ δοκεῖν μᾶλλον βούλεται, ‘μείζω ἀγαθά’ συνεπινόει ἐκτός· τὸ γὰρ εἶναι τινα σοφὸν κρεῖττον ἢ τὸ δοκεῖν· μείζων οὖν ἡ οὖσα σοφία ἢ ἡ δοκοῦσα· πρὸς ἀλήθειαν γὰρ ἡ οὖσα μᾶλλόν ἐστι, πρὸς δόξαν δὲ ἡ δοκοῦσα.
哲学家[亚里士多德]对第一种文本读法作了如下阐释:自身既为目的且绝对如此者——即亦朝向另一目的者——优于且大于仅对另一事物有所助益、仅引向某种目的而绝非自身亦为目的者。例如,统帅术将胜利视为某种目的,而胜利作为骑兵筹备的目的,亦朝向幸福;因为战败者严格而言并不幸福,正如克罗伊斯那样。因此胜利既是目的又引向目的,是更优越的,而骑术则绝对地仅对另一事物有用。因此,自身既为另一事物的目的且绝对如此者——即对另一事物有用并引向它者——大于仅引向另一事物者,骑术便是如此之类。而对第二种文本读法的阐释则是这样:对自己有用且有助益者,即对我而言者,大于绝对如此者,即对某些其他人有用者;其言下之意是,对我有利之物大于对他人有利之物,或者对某人有利之物优于对其他人有利之物;因为使自身受益之物大于使他人受益之物。 [a 35] ‘而且可能之事大于不可能之事’,例如我成为文法学者比我学习天文学、反射光学和迦勒底哲学更为可能;因此可能之事更优且更大。 [a 36] ‘因为前者取决于自身’,即取决于我,‘而后者则不然’;因为若是不可能的,便不取决于我。例如我长出翅膀,或者我在肉体中变得不朽,乃是不可能的;不朽虽是伟大之事,却是不可企及的;因此对我而言,活到七十岁优于不朽。 [a 36] ‘而且在生命终点时的善是更大的’;因为在老年得以安歇更为美好,在老年受到尊重更值得称赞。随后他修正了此论述,因为死亡更是终点,于是说道: [a 37] ‘因为临近生命终点的善更是目的’。为此我们劝告人在青年时劳作,因为老年中的美善事物是重大的,劳作于青年时期者必将觅得它们。[a 37] ‘而且顺乎真实之物大于顺乎名声之物’,例如保持健康是顺乎真实的善,而拥有华丽的宅邸以及前呼后拥的随从则是表象且顺乎名声;拥有视力亦优于荣誉;因为顺乎名声的善即表象之善并非真实的,而拥有视力则是真实的善且更大。正因如此,行善亦优于显得公正;因为顺乎名声且非真实的善,我们之所以践行乃是为了在某些人面前显现如此。 [b 1] ‘因为顺乎名声者的定义乃是不避人耳目’;因为若避开大众的目光,某人绝不会选择身着华服并用黄金装饰骏马,这些都是趋向名声与炫耀之事。 [b 2] ‘而且根据这一论题,蒙受恩惠亦似乎比施予恩惠更为真实且更优’;因为某人行善绝不会选择避人耳目;而这正是顺乎名声者的定义;是以行善乃顺乎名声;而顺乎名声者并非重大的善。然而〔某人〕蒙受恩惠则选择避人耳目;而某人拥有却选择避人耳目之物乃是重大的善;当蒙受恩惠时他希望避人耳目;因此,具有顺乎真实之善的定义的蒙受恩惠乃是更优的。顺乎真实之物乃是那些纵然避人耳目某人亦乐意拥有者,而顺乎名声之物则是某人不愿避人耳目者;行善便属于此类;因此蒙受恩惠优于施予恩惠。 [b 5] ‘以及凡人更愿其实际具有而非看似具有者[皆是更大的善]’;请从外部在心中补出‘是更大的善’;因为某人实际具有智慧优于看似具有;因此实际具有的智慧大于看似具有的智慧;因为实际具有的智慧更顺乎真实,而看似具有的智慧则顺乎名声。
- 1.0.7καὶ τὸ αὑτό τε ὂν τέλος καὶ ἁπλῶς
注解者对异文 καὶ τὸ αὐτὸ καὶ ἁπλῶς 的阐释脉络。注解者将 ἁπλῶς 释为“径直朝向另一目的”(πρὸς ἄλλο τέλος ἀπονεύον),以此论证兼具双重属性(自身为目的同时亦服务于更高目的)之善大于纯粹作为手段之善。
- 1.0.7τὸ μὲν γὰρ αὐτῷ ἤγουν ἐπ’ ἐμοὶ κεῖται
对亚里士多德原文 τὸ μὲν γὰρ αὑτῷ(前者取决于自身)的解读。注解者将与格 αὑτῷ 理解为“在某人能力范围之内”,并以 ἐπ' ἐμοί(取决于我)加以转述,在句法上理解为主体权能的支配。
- 1.0.7ἀπὸ τούτου δὲ τοῦ τόπου καὶ τὸ εὖ πάσχειν δόξειεν ἀληθέστερον εἶναι καὶ κρεῖττον τοῦ εὖ ποιεῖν
主句使用潜在希求法 δόξειεν(省略 ἄν)引出推论。该句展示了以顺乎名声的定义(不避人耳目)与顺乎真实的定义(避人耳目亦愿拥有)为前提的三段论结构,推导出看似悖谬的结论:蒙受恩惠优于施予恩惠。
