← 佚名

亚里士多德《修辞学》佚名评注

§40.1-41.19

超越同辈的善与善恶的比较准则

注解亚里士多德《修辞学》1365a24–35,阐明违背能力或年龄的不作为构成更大的恶,澄清奥林匹亚获胜者与伊菲克拉特斯超越同辈的例证之争,并解说天赋之物、伟大整体的最大部分、更大需要中的有用性以及切近终极目的等比较准则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.7#9

οἷον τί λέγω; δύναμιν ἔχων εὖ ποιῆσαί τις οὐκ ἐποίησε, καιρὸν ἔχων οὐκ ὠφέλησεν, ἡλικίας εὖ ἔχων1 οὐκ ἠρίστευσεν· ἢ ἔδρασε μέν τι, ἀνάξιον δὲ καὶ τῆς ἑαυτοῦ δυνάμεως καὶ τῆς ἡλικίας· μεῖζον οὖν τοῦτο κακόν. [a 24] τὸ δὲ ὅθεν καὶ τὸ ἐπίγραμμα τῷ ὀλυμπιονίκῃ παράδειγμά ἐστι τοῦ ἀγαθοῦ, ὅπερ ποιεῖ τις παρὰ τοὺς ὁμοίους, ὁποῖον καὶ τοῦτο συνέβη τῷ ὀλυμπιονίκῃ· φαίνεται γὰρ καὶ ἐν τῷ Ὀλυμπιακῷ ἀγῶνι νικήσας ἐκ τῆς ἐπωνυμίας τοῦ ὀλυμπιονίκου· τί δὲ τὸ ἐπίγραμμα, ὁ ὀλυμπιονίκης εἰσάγεται λέγων ταῦτα “πρόσθε μὲν ἀμφ’ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν”, ἤτοι πρόσθεν ἔχων ἐν τοῖς ὤμοισιν τραχεῖαν ἄσιλλαν, τουτέστιν ἄγγος ἰχθύων τραχύ, ὃ καὶ σκάφην λέγουσιν, “ἰχθῦς ἐκ τοῦ Ἄργους εἰς Τεγέαν ἔφερον”. ἰσχυροῦ δὲ ἀνδρὸς καὶ ῥωμαλέου τὸ κατόρθωμα. τὸ δὲ ἐφεξῆς τὸ [a 28] καὶ ὁ Ἰφικράτης αὐτὸν ἐνεκωμίαζε λέγων ὁ μὲν φιλόσοφος διὰ τὸν ὀλυμπιονίκην εἶπεν, ὡς εἶναι τὸ δηλούμενον, ὅτι καὶ ὁ Ἰφικράτης ἐνεκωμίαζε τὸν ὀλυμπιονίκην λέγων, ἐξ οἵων εἰς οἷα μετέβαλλεν. ἕτερος δὲ λόγος ἀληθέστερος πείθει πάλιν ἕτερον ἐννοεῖν τὸ τοῦ Ἰφικράτους, ὡς εἶναι καὶ αὐτὸ παράδειγμα εἰς τὸ παρὰ τοὺς ὁμοίους, ὅτι καὶ ὁ Ἰφικράτης αὐτὸν ἐνεκωμίαζε λέγων, ἐξ ὧν ὑπῆρξε ταῦτα, ἤγουν ἀπὸ κόπων καὶ ἱδρώτων πολλῶν ὑπῆρξε τοιοῦτος· φασὶ γάρ, ὅτι ὁ Ἰφικράτης δοκῶν εἶναι γονέων εὐτελῶν καὶ ἀσήμων υἱὸς (σκυτέα γὰρ ἔλεγον τὸν αὐτοῦ πατέρα τινές) ἐντεῦθεν κατεφρονεῖτο, ἡνίκα δὲ πολέμιον ἄνδρα συναρπάσας ζῶντα μετὰ τῶν ὅπλων εἰς τὴν ἑαυτοῦ τριήρη κατήνεγκε, τότε δόξαν ἐκαρπώσατο συγκρύπτουσαν τὸ δυσγενὲς καὶ περιφανὲς εὕρηκε τὸ κλέος. ὅτι δὲ οὐ μάτην ἐπερραψῴδησα ταῦτα οὐδ’ ἀντιλέγω τοῖς τοῦ φιλοσόφου ῥήμασιν εἰκῇ, αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης μαρτυρείτω τῷ λόγῳ λέγων ἐν τοῖς τόποις, οὓς τῷ πανηγυρικῷ παραδίδωσιν, οὕτω “τοιοῦτον δὲ καὶ τὸ τοῦ Ἰφικράτους, ἐξ οἵων εἰς οἷα”· ἐφεξῆς δὲ τούτῳ τῷ ῥητῷ φησι “καὶ τὸ τοῦ ὀλυμπιονίκου πρόσθε μὲν ἀμφ’ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν”. ὁρᾷς, πῶς ἕτερον τὸ τοῦ ὀλυμπιονίκου καὶ ἕτερον τὸ τοῦ Ἰφικράτους, ἐξ ὧν εἶπε “καὶ τὸ τοῦ ὀλυμπιονίκου” ὡς ἕτερον ὂν παρὰ τὸ τοῦ Ἰφικράτους. εἰ δέ τις ἐρεῖ, ὅτι φησὶν ὁ Ἰφικράτης ‘νῦν δὲ κράτος φέρομαι ὀλυμπιονίκαις μετὰ πᾶσιν’, ἀκούσεται, ὡς οὐδὲν ἀπεικὸς καὶ τὸν τοιοῦτον ἐν Ὀλυμπίοις νικῆσαι· πολλοὶ γὰρ ἐκράτησαν τὸν Ὀλυμπιακὸν ἀγῶνα κατ’ ἔτος ἀγωνιζόμενοι. [a 29] καὶ τὸ αὐτοφυὲς τοῦ ἐπικτήτου μεῖζον ἀγαθόν, ὥσπερ ὁ Περικλῆς καὶ ὁ Θεμιστοκλῆς ῥητορικαῖς χάρισιν ἐκόσμουν τὸν λόγον καὶ λογοειδῶς ἀφηγοῦντο τὰ τῆς πολιτείας, μήπω τῆς ῥητορικῆς τεχνωθείσης· αὐτοφυῶς οὖν παρ’ ἐκείνοις ἡ ῥητορική. μεῖζον δὲ τὸ αὐτοφυὲς καὶ οἰκεῖον τοῦ ἐπικτήτου· χαλεπώτερον γάρ· [a 30] ὅθεν καί τις ποιητής φησιν “αὐτοδίδακτος δ’ εἰμί”. καὶ τὸ τοῦ μεγάλου μέγιστον μέρος, συνεπινόει δὲ τὸ ‘μεῖζον ἀγαθόν’·2 οἷον μέγα μὲν ἡ πόλις, μέρος δὲ μέγα ταύτης ἡ νεότης· λέγει οὖν ὁ Περικλῆς ‘ἡ νεότης ἐκ τῆς πόλεως ἀνῄρηται’· ἐπιτάφιον δὲ ἐποίει τῇ νεότητι τῆς πόλεως πεσούσῃ λέγων ταῦτα ‘ἡ νεότης ἐκ τῆς πόλεως ἀνῄρηται, ὥσπερ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ εἰ ἐξαιρεθείη’. [a 33] καὶ τὰ ἐν χρείᾳ μείζονι χρήσιμα μείζω, οἷον τὰ ἐν γήρᾳ καὶ νόσοις καλὰ μείζω ἀγαθά, οἷον ἡ εὐγηρία ἐν τῷ τέλει οὖσα τοῦ βίου καὶ ἐν χρείᾳ μείζονι κρατίστη, καὶ τὸ διδόναι τινὶ μεῖζον ἐν γήρει καὶ τυφλότητι, καὶ τὸ ἐν αἰχμαλωσίᾳ ὄντα τραφῆναι παρά τινος μεῖζον, καὶ τὸ ἐν κινδύνῳ μεγάλῳ βοηθηθῆναι μεῖζον ἢ τὸ ἐν ἐλάττονι. [a 34] καὶ δυοῖν τὸ ἐγγύτερον τοῦ τέλους· οἷον πρόκειται πλοῦτος καὶ ἀρετή, τέλος δὲ ἡ εὐδαιμονία, ἐγγύτερον δὲ ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν ἢ ὁ πλοῦτος· κρείττων οὖν καὶ μείζων ἡ ἀρετὴ τοῦ πλούτου ὡς ἐγγυτέρα τῷ τέλει ἤγουν τῇ εὐδαιμονίᾳ. πολλάκις δὲ εἶπον, ὡς οὐκ ἀκριβολογούμεθα νῦν ἐν τοῖς παραδείγμασι. [a 35] καὶ τὸ αὐτὸ καὶ ἁπλῶς.3 οὕτω μὲν ὁ φιλόσοφος γράφεσθαι βούλεται τὸ ῥητόν· γράφεται δὲ καὶ οὕτως καὶ τὸ αὐτῷ ἢ ἁπλῶς.

例如我所言为何?若某人拥有行善的能力却没有行善,拥有时机却没有带来益处,正当其龄却没有建功立业;或者虽有所作为,却既配不上自身的能力亦配不上年龄;因此这是更大的恶。 [a 24] 而‘由此亦有对奥林匹亚获胜者的铭文’这句,乃是某人超越同辈所成就之善的例证,正如此事亦发生在此位奥林匹亚获胜者身上;因为从‘奥林匹亚获胜者’这一称谓来看,他显然亦在奥林匹亚竞技中获胜。至于铭文是什么,此位奥林匹亚获胜者被引入而说出这番话:“从前两肩挑着粗砺的扁担” ——即先前两肩担着粗砺的扁担,亦即人们也称为水槽的粗糙鱼篓——“我将鱼从阿尔戈斯运往忒革亚”。而这项壮举属于健壮而孔武有力的男子。至于接续的 [a 28] ‘伊菲克拉特斯亦赞扬他道’这句,哲学家[亚里士多德]乃是因奥林匹亚获胜者而说的,其意涵在于,伊菲克拉特斯亦曾赞扬该奥林匹亚获胜者,述其从何种境地转变至何种境地。然而另一条更为真实的解释则促使我们再次以另一种方式理解伊菲克拉特斯的例子,使之本身亦是超越同辈的例证:即伊菲克拉特斯亦赞扬自己,言及这些成就是从何而来的,即通过许多辛劳与汗水他自身才成为这样的人。因为他们说,伊菲克拉特斯被认为是卑微无名父母之子(有些人称其父亲为鞋匠),故而受人轻视;但在他将一个全副武装的敌人士兵生俘并拖入自己的三列桨座战船时,他便收获了掩盖其出身卑微的名声,获得了昭彰的荣耀。而我并非徒然敷衍此论,亦非随意反驳哲学家的言辞,让神圣的亚里士多德本人在此论述中作证,他在为赞誉演说传授的论题中如此说道:“伊菲克拉特斯之事亦是如此:‘从何种境地到何种境地’”;且接在此段文句之后他说道:“以及奥林匹亚获胜者所言:‘从前两肩挑着粗砺的扁担’”。你看到了吗,奥林匹亚获胜者之事是一回事,而伊菲克拉特斯之事是另一回事,这是从他说了“以及奥林匹亚获胜者所言”看出来的,显示它与伊菲克拉特斯之事不同。若有人说,伊菲克拉特斯曾言‘如今我与所有奥林匹亚获胜者一同执掌权能’,那么他将得知,这样的人在奥林匹亚竞技中获胜亦绝非不合情理;因为许多人每年参赛而在奥林匹亚竞技中夺魁。 [a 29] ‘而且天赋之物是比后天习得之物更大的善’,正如伯里克利与地米斯托克利在修辞术尚未形成体系技艺时,便以修辞的优美润色其言辞,并雄辩地处理国政;因此在他们那里修辞术乃是天赋的。而天赋且固有之物大于后天习得之物;因为它更为难得; [a 30] ‘由此某位诗人亦言:“我是自学而成的”’。‘且伟大之物的最大部分[亦是更大的善]’,请在心中补出‘是更大的善’;例如城邦是伟大的,而其重大的一部分乃是青年;因此伯里克利说道:‘青年已从城邦中被夺走’;他在为城邦阵亡的青年作悼亡演说时说了这番话:‘青年已从城邦中被夺走,犹如春天若从一年中被除去一般’。 [a 33] ‘而且在更大需要中有用之物更大’,例如在老年与疾病中的美善事物是更大的善;例如良好的晚年处于生命之终点且处于更大需要中,乃是至善的;在老年与目盲时给予某人是更大的,在身为俘虏时为人所抚育是更大的,在巨大危险中获得救助大于在较小危险中。 [a 34] ‘且两者之中更切近终极目的者[更大]’;例如摆在我们面前的有财富与德性,终极目的是幸福,而德性比财富更切近幸福;因此德性优于且大于财富,因为它更切近终极目的即幸福。我曾屡次说过,我们在这些例证中现在并不追求严谨精确。 [a 35] ‘以及本身且绝对[为善之物]’。哲学家希望这段文句如此书写;但它亦被书写为:‘以及对其自身或绝对[为善之物]’。

语法注3 条
  1. 1.0.7ἡλικίας εὖ ἔχων

    动词 ἔχω 搭配副词 εὖ 支配表示范围或属性的属格(ἡλικίας),为惯用句式,意为“处于正当年/年龄适宜的状态”。

  2. 1.0.7συνεπινόει δὲ τὸ ‘μεῖζον ἀγαθόν’

    插入式的祈使句,提示读者在亚里士多德省略述语的原句(καὶ τὸ τοῦ μεγάλου μέγιστον μέρος)中心理补足“是更大的善”(μεῖζον ἀγαθόν)。

  3. 1.0.7καὶ τὸ αὐτὸ καὶ ἁπλῶς

    针对亚里士多德《修辞学》1365a35文本的校勘说明。注解者对比了采用中性代词的读法 αὐτό(“本身且绝对”)与采用与格代词的异文 αὐτῷ ἢ ἁπλῶς(“对其自身或绝对”)两种写本流传。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:40.1-41.19