← 佚名

亚里士多德《修辞学》佚名评注

§38.12-39.37

关于部分拆分与情境条件衡量大小的论式

本节注解针对亚里士多德《修辞学》第一卷第七章(1365a8–24),阐述了将事物分解为各个部分或层层累加(合成)如何能彰显事物的重大性,并探讨了时机、年龄、地点、时间、能力以及与同辈相比等情境条件如何决定善(以及相反的恶)的宏大性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.7#8

[a 8] καὶ τὰ τῶν ὁμολογουμένων ἢ φαινομένων μεγάλων ἀγαθῶν μείζω καὶ αὐτά εἰσι μείζω πάντως καὶ κρείττω· οἷον φαινόμενον ἀγαθόν ἐστιν ἥδε ἡ ἀρχή, Κύπρου τυχὸν ἢ Φοινίκης, ἢ ὁμολογούμενον ἀγαθὸν τὸ ἄρξαι Ἀντιοχέων, ἀλλὰ τούτων κρεῖττον τὸ καίσαρα εἶναι τυχὸν ἢ βασιλέα· μείζω ἄρα τὰ καὶ τῶν ὁμολογουμένων ἀγαθῶν ἢ φαινομένων ὑπερκείμενα. [a 10] καὶ διαιρούμενα δὲ εἰς τὰ μέρη ταὐτὰ μείζω φαίνεται· οἷον εἰ λέγω ‘δεῖ βοηθῆσαι τοῖς Ὀλυνθίοις’, εἶτα διαίρεσιν ποιήσομαι τῶν αὐτοῦ μερῶν ‘εἰ γὰρ βοηθήσαντες ἐκείνοις πολεμήσομεν Φιλίππῳ, ἔσται δόξα τῇ πόλει, λαμπρότης, ἐλευθερία, τὰ παρόντα ἀγαθὰ μενοῦσι, τὰ οὐκ ὄντα δὲ προσκτησόμεθα’, οὕτω διαιρεθὲν τὸ ἀγαθὸν μεῖζον ἐφάνη, ὥσπερ μεῖζον κακὸν δείκνυται τὸ διαιρούμενον· ὥσπερ ὁ Δημοσθένης ἐποίησε θέλων ἀπελέγξαι μέγα τὸ τοῦ Αἰσχίνου τῆς παραπρεσβείας ἔγκλημα, καὶ ὅπως ὁ Φίλιππος πόλιν τινὰ τῶν Ἀθηναίων οὖσαν ἐπόρθησεν, οὕτω λέγει ‘ἡνίκα γὰρ ἐπορευόμεθα εἰς Δελφούς, ἦν ὁρᾶν τὰ τείχη μὲν οὕτως ἔχοντα, ὡς διηγεῖται, τοὺς δὲ ἄνδρας ἐλεεινούς, αἰχμαλώτους, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας οἰκτρούς’. [a 11] πλειόνων γὰρ ὑπερέχειν δοκεῖ τὸ διαιρούμενον, ὥσπερ καὶ ὁ ποιητὴς εἰσάγει τινὰ δεόμενον τῆς γυναικὸς τοῦ Μελεάγρου, ἵνα πείσῃ τὸν ἄνδρα ἐξελθεῖν πρὸς τὸν πόλεμον. δέεται δὲ τῆς γυναικὸς εἰς πειθὼ τοῦ ἀνδρὸς διηγήσασθαι τὰ μέρη τῆς ἁλώσεως,1 ἵνα μεῖζον κακὸν φανῇ ἡ ἅλωσις καὶ ἐντεῦθεν πεισθῇ ὁ Μελέαγρος διαναστῆναι πρὸς τὸν πόλεμον. Ὅμηρος ἐν τῷ ἰῶτα τῆς Ἰλιάδος εἰσάγει τὴν Κλεοπάτραν δεομένην τοῦ Μελεάγρου, ἵν’ ἐξέλθῃ πρὸς τὸν πόλεμον. [a 16] καὶ τὸ συντιθέναι δὲ καὶ τὸ ἐποικοδομεῖν μέγα ποιεῖ φαίνεσθαι τὸ πρᾶγμα, ὅπερ ἐποίει καὶ ὁ Ἐπίχαρμος. ‘ἐφόνευσα τὸν τύραννον, οὐ μόνον δὲ τὸν τύραννον, ἀλλὰ καὶ τὸν τύραννον καὶ τὴν γυναῖκα, οὐδὲ τὸν τύραννον μόνον καὶ τὴν γυναῖκα, ἀλλὰ τὸν τύραννον, τὴν γυναῖκα καὶ τοὺς παῖδας’ καὶ ἐφεξῆς τοὺς πέντε ἢ ἓξ τυχὸν μέχρι τῶν τριάκοντα ἠρίθμει· τὸ συντιθέναι οὖν μέγα τὸ πρᾶγμα ἐποίει, ὥσπερ καὶ ἡ διαίρεσις. [a 17] ἡ σύνθεσις γὰρ ὑπεροχὴν δίδωσι τῷ πράγματι, ὥσπερ καὶ ὅτε λέγομεν ‘εἰ πολεμήσομεν τῷ Φιλίππῳ, προσέσται τῇ πόλει κλέος, ἄδεια τοῖς πολίταις, φόβος τοῖς λοιποῖς ἐναντίοις, τῶν νῦν προσόντων ἀγαθῶν αὔξησις, τῶν κακῶν μείωσις· ἀλλὰ καὶ μεγάλα ἡμῖν ἀγαθὰ προσγενήσεται’. [a 19] ἐπεὶ δὲ τὸ χαλεπώτερον, ὡς εἴρηται ἄνωθεν καὶ τὸ σπανιώτερον μεῖζον ἀγαθόν, ποιήσουσιν αὐτὸ μέγα ἀγαθὸν οἱ καιροί, οἷον εἰ ἐν καιρῷ πολιορκίας ἢ ἀνελθών τις εἰς τὸ τεῖχος ἠρίστευσεν ἢ στρατόπεδον λαβὼν καὶ ῥήξας τὰς πύλας ἐνίκησε. καὶ αἱ ἡλικίαι μέγα τὸ πρᾶγμα κηρύττουσιν, εἰ παρ’ ἡλικίαν τις ἠρίστευσεν, οἷον γέρων ἢ δεκαετής. [a 20] καὶ οἱ τόποι· εἰ γὰρ ἐν τῷ τόπῳ τις ἐκείνῳ, ἐν ᾧ σπάνις σίτου καθέστηκεν, εὐεργετήσει τις ἢ τὴν πόλιν ἢ τόνδε τὸν πολίτην σίτου ἀφθονίαν δούς, μέγα ἀγαθόν. καὶ οἱ χρόνοι μέγα τὸ πρᾶγμα ποιοῦσιν, οἷον εἰ πολλάκις εὐεργέτησε τὴν πόλιν ἀριστεύων καὶ ἐν χρόνοις πολλοῖς καὶ νῦν ἐν χρόνῳ ἀνάγκης καὶ πολιορκίας ἠρίστευσε. [a 21] καὶ αἱ δυνάμεις, εἰ μικρὰ δυνάμενός τις μεγάλα τὴν πόλιν ὠφέλησε καὶ μικρὰν στρατιῶτιν δύναμιν ἔχων πολλὰς πολεμίων χιλιάδας ἐτρέψατο. ταῦτα κατασκευάζων ἐπήγαγε τὸ εἰ γὰρ παρὰ τὴν δύναμιν τὴν οἰκείαν ἐποίησέ τις κατόρθωμα μόνος,2 ἐν πολλοῖς πολεμίοις τυχὸν περιπλακείς, ἢ σῖτον δέδωκε τῇ πόλει πολὺν εἰς διατροφὴν πλείονα τῆς ἑαυτοῦ δυνάμεως, τοῦτο μέγα ἀγαθόν, οἷον δυνάμενος δοῦναι χιλιάδας δύο τέσσαρας δέδωκε. [a 22] καὶ εἰ παρ’ ἡλικίαν ἐποίησέ τι δεκαετὴς ἀριστεύσας ἢ γέρων, μεῖζον τὸ κατόρθωμα. καὶ εἰ παρὰ τοὺς ὁμοίους ποιεῖ τι, μεῖζον τὸ κατόρθωμα, οἷον εἰ πάντες μὲν οἱ νέοι ἐξ Ἄργους εἰς Τεγέαν διὰ τριῶν ἡμερῶν βαδίζουσιν ἄλλος δὲ διὰ μιᾶς, μεῖζον τὸ ἀγαθόν. εἰ οὖν παρὰ τοὺς ὁμοίους ποιεῖ τι, ἢ οὕτως ἤγουν ἁπλῶς, ὡς τὸ πορεύεσθαι διὰ μιᾶς ἡμέρας τὸ διάστημα τῶν τριῶν ἡμερῶν, ἢ ἐνταῦθα ἤτοι ἐν τόπῳ δυσβάτῳ καὶ τραχεῖ καὶ ἀδιεξιτήτῳ πεπόρευται, ἢ τότε ἤγουν εἰ ἐν χρόνῳ χρειώδει ἀνάγκης κατεπειγούσης τὸ διάστημα ἤνυσε.3 καὶ ἐπ’ ἄλλων ὁποίων βούλει παραδειγμάτων τὸν λόγον ἐξέταζε· πάντως ἀγαθὸν ἐκεῖνο μέγα καὶ μέγεθος ἕξει τὸ τοιοῦτον ὑπερέχον καὶ τῶν ἀγαθῶν καὶ τῶν καλῶν καὶ τῶν δικαίων. [a 24] τὸ δὲ καὶ τῶν ἐναντίων τί βούλεται τῷ Ἀριστοτέλει προσκείμενον; ἢ πάντως, ὅτι καὶ ἀντιστρόφως ἐκεῖνο μέγα κακόν καὶ μέγεθος ἔχει ὑπερέχον τῶν ἀδίκων καὶ τῶν κακῶν καὶ τῶν φαύλων, ὅπερ οὔτε ἐν καιρῷ γέγονεν οὔτε ἐν χρόνῳ οὔτε ἐν ἡλικίᾳ οὔτε ἐν δυνάμει.

[a 8] 而且凡大于公认或显明之大善者,其本身亦无论如何更大且更优;例如此种统治权,诸如塞浦路斯或腓尼基的统治权,乃是显明的善,或者统治安条克人乃是公认的善,但优于这些的是成为皇帝或君王;因此,凡凌驾于公认或显明之善的事物,乃是更大的。 [a 10] 而且同样的事物被分解为各部分时,显得更大;例如我若说‘应当援助奥林托斯人’,随后对其各部分进行分解:‘因为我们若援助他们而与腓力作战,城邦将获得荣耀、光彩、自由,现有的善将留存,我们还将额外获得尚未拥有的善’;如此被分解的善显得更大,正如被分解的恶被表明是更大的一样;正如德摩斯梯尼在意图揭露埃斯基涅斯背叛使节使命之罪状何其重大时所做的那样,又如他在谈及腓力如何洗劫属于雅典人的某座城邦时所言:‘因为当我们前往德尔斐时,可以看见城墙处于正如他所描述的那种状态,男人们可怜地成为俘虏,妇女与幼儿寥寥无几,老人们凄惨不堪’。 [a 11] 因为被分解之物显得凌驾于更多事物之上,正如诗人亦引入某人请求墨勒阿革洛斯的妻子去劝说丈夫出征作战一样。而[那人]为了劝说其丈夫,请求其妻子叙述陷落的各个部分,以便陷落显得是更大的恶,从而使墨勒阿革洛斯被劝服奋起参战。荷马在《伊利亚特》第九卷(Iota)中引入克利奥帕特拉请求墨勒阿革洛斯出征参战。[a 16] 而且组合与层层递进亦使事情显得宏大,厄庇卡摩斯亦曾如此做:‘我杀死了僭主;不仅杀死了僭主,而且杀死了僭主与妻子;亦不仅杀死了僭主与妻子,而且杀死了僭主、妻子与孩子们’,并依次数出五人或六人,乃至多达三十人;因此,组合使事情显得宏大,正如分解一样。 [a 17] 因为合成赋予事物以卓越性,正如我们所说:‘我们若与腓力作战,声誉将增添给城邦,无虞将增添给公民,恐惧将增添给其余敌手,现存之善将增长,恶将减少;甚至巨大的善亦将降临于我们’。 [a 19] 既然如上文所言,更艰难之物与更稀少之物是更大的善,那么时机亦将使之成为大善;例如在被围困的时机,某人登上城墙建功立业,或者率领军队冲破城门而获胜。年龄亦宣告事情的重大,若某人超越其年龄建功立业,例如作为老人或十岁孩童。 [a 20] 地点亦然:因为若在谷物匮乏的那个地点,某人通过供给丰足的谷物而恩惠城邦或此位公民,这便是大善。时间亦使事情显得重大;例如某人建功立业而多次并在漫长时间中恩惠城邦,且如今在危急与围困之时建功立业。 [a 21] 能力亦然:若某人能力微小却大大有益于城邦,或仅拥有一支弱小军队却击溃了数千敌人。在确立这些观点时,他附加上:若某人超越自身能力独自建立功勋(例如在陷身于众多敌军之中时),或者超越自身能力为城邦提供大量谷物作为口粮,这便是大善,正如能提供两千却提供了四千一样。 [a 22] 而且某人若超越年龄有所作为,作为十岁孩童或老人建功立业,其功勋便更大。若某人超越同辈有所作为,其功勋亦更大;例如所有青年皆以三天时间从阿尔戈斯步行至忒革亚,而另一人以一天走完,这便是更大的善。因此,某人若超越同辈有所作为,要么如此,即单纯地以一天走完三天的路程,要么‘在此处’,即在难以通行、崎岖坎坷且无法穿越之地行进,要么‘在彼时’,即在情势紧迫的必需之时走完了路程。你亦可在随你心愿的其他任何例子中检验此项论述;无论如何,此类事物乃是大善,且将拥有凌驾于善事、美事与正义之事之上的卓越宏大性。 [a 24] 至于亚里士多德所附加的‘以及关于相反之事’究竟意谓为何?它无论如何意谓着:反过来,那项既非在时机中、亦非在时间中、亦非在年龄中、亦非在能力中发生之事,乃是巨大的恶,且拥有凌驾于不正义、邪恶与卑劣之上的卓越宏大性。

语法注3 条
  1. 1.0.7δέεται δὲ τῆς γυναικὸς εἰς πειθὼ τοῦ ἀνδρὸς διηγήσασθαι τὰ μέρη τῆς ἁλώσεως

    动词 δέεται 支配属格宾语 τῆς γυναικός,并接不定式 διηγήσασθαι(“请求妻子叙述……”)。其主语承接前句的 τινά(某人,指劝说墨勒阿革洛斯的请愿者/使者,而非墨勒阿革洛斯本人)。介词短语 εἰς πειθὼ τοῦ ἀνδρός 表示目的:“为了劝说其丈夫”。

  2. 1.0.7ταῦτα κατασκευάζων ἐπήγαγε τὸ εἰ γὰρ παρὰ τὴν δύναμιν τὴν οἰκείαν ἐποίησέ τις κατόρθωμα μόνος

    主动词 ἐπήγαγε(“他附加上”,指亚里士多德)接在分词短语 ταῦτα κατασκευάζων(“在确立这些观点时”)之后。中性定冠词 τό 将其后整个条件句(εἰ γὰρ ... μόνος)实质性地名词化,作为 ἐπήγαγε 的直接宾语。

  3. 1.0.7ἢ οὕτως ἤγουν ἁπλῶς, ὡς τὸ πορεύεσθαι διὰ μιᾶς ἡμέρας τὸ διάστημα τῶν τριῶν ἡμερῶν, ἢ ἐνταῦθα ἤτοι ἐν τόπῳ δυσβάτῳ καὶ τραχεῖ καὶ ἀδιεξιτήτῳ πεπόρευται, ἢ τότε ἤγουν εἰ ἐν χρόνῳ χρειώδει ἀνάγκης κατεπειγούσης τὸ διάστημα ἤνυσε

    连词序列 ἢ ... ἢ ... ἢ ...(“要么……要么……要么……”)并列了超越同辈行事的三种方式:单纯的能力/速度、地点的艰难(“在此处”)以及时间的紧迫(“在彼时”)。尽管三个分句的句法形式有所转换(冠词不定式 ὡς τὸ πορεύεσθαι、带直陈式完成时 πεπόρευται 的从句、以及条件句 εἰ ... ἤνυσε),它们皆作为同位性补充,具体说明前述假设(εἰ οὖν παρὰ τοὺς ὁμοίους ποιεῖ τι)的实现方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:38.12-39.37