← 佚名

亚里士多德《修辞学》佚名评注

§3.11-4.35

盖然之事、兆头与确证的逻辑

注解者阐释了亚里士多德《修辞术》1357a22–b5,结合实例探讨了构成修辞论证的必然与可能事项的比例、盖然之事(eikos)与兆头(sēmeion)的定义,以及确证(tekmērion)与可驳斥兆头之间的逻辑关系(普遍与特殊)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.0#2

κάλλιστον μὲν οὖν τὸ νόημα καὶ τῆς ἐκείνου συνέσεως καὶ μεγαλονοίας ἄξιον. δεῖ δὲ καὶ ἡμᾶς οἴκοθεν προσεπεξευρίσκειν τινά.1 [a 22] ἐπεὶ δέ ἐστιν ὀλίγα μὲν τὰ ἀναγκαῖα. βούλεται διὰ τούτων εἰπεῖν ὡς, ἐπειδὴ τινὰ μὲν τῶν πραγμάτων, περὶ ἃ καταγίνονται οἱ ῥήτορες, ἀναγκαῖα, τινὰ δὲ ἐνδεχόμενα, πλείω δὲ τὰ ἐνδεχόμενα τῶν ἀναγκαίων, ἔσται καὶ τὰ ἐνθυμήματα τινὰ μὲν ἀναγκαῖα, τινὰ δὲ ἐοικότα καὶ ἐνδεχόμενα. ἐπεὶ δὲ ἔστι φησὶν ὀλίγα μὲν τὰ ἀναγκαῖα, ἐξ ὧν οἱ ῥητορικοὶ συλλογισμοί, εἶτα λέγει καί, διὰ τί ὀλίγα. [a 25] πράξουσιν † ἐπὶ μέτρον· σκοπεῖ γάρ τις περὶ ὧν πράξει. ταῦτα δὲ πάντα ἐνδεχομένης φύσεως. [a 27] καὶ ἐπεὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ’ ἐνδεχόμενα, καὶ σχεδὸν ὀλίγα τὰ ἀναγκαῖα, τὰ πλείω δὲ ἐνδεχόμενα, τὰ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐνδεχόμενα ἐκ τοιούτων προτάσεων συλλογίζονται ἐνδεχομένων, ὡς καὶ τὰ ἀναγκαῖα ἐξ ἀναγκαίων (τοῦτο δὲ δῆλον ἐκ τῶν Ἀναλυτικῶν), φανερὸν ὅτι αἱ προτάσεις,2 ἐξ ὧν τὰ ἐνθυμήματα, αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ ὡς ἐπὶ τὸ πολύ, τὰ δὲ ἐνθυμήματα ἐξ εἰκότων καὶ σημείων εἰσὶ καὶ τὰ μὲν εἰκότα ὡς ἐπὶ τὸ πολύ, τὰ 〈δὲ〉 σημεῖα ἀναγκαῖα, εἰ καὶ μὴ πάντα, ἀλλὰ τὰ τεκμηριώδη. [a 33] ὥστε ἀνάγκη τούτων ἑκάτερον ταὐτὸ εἶναι ἐκείνοις, τὸ μὲν εἰκὸς τοῖς ἐνδεχομένοις πράγμασι, τὸ δὲ σημεῖον τὸ τεκμηριῶδες τοῖς ἀναγκαίοις. λέγει τοίνυν ἐφεξῆς, τί τὸ σημεῖον καὶ τί τὸ εἰκός, καὶ πῶς τοῦ σημείου τὸ μὲν ἀναγκαῖον καὶ τεκμήριον, τὸ δὲ ἀνώνυμον ὁμωνυμοῦν τῷ σημείῳ τῷ γένει, ἐνδεχόμενον δέ. [a 34] εἰκὸς οὖν ἐστι τὸ ὡς ἐπὶ τὸ πολὺ γινόμενον, οἷον ὁ καλλωπιζόμενος ὡς ἐπὶ τὸ πολὺ πόρνος καὶ ὁ νύκτωρ πλανώμενος ὡς ἐπὶ τὸ πολὺ κλέπτης, οὐ πᾶς δέ, καὶ ὁ πυκνὸν ἀναπνέων πυρέττει, οὐχ ἁπλῶς δὲ 〈οὐδὲ〉 ἐπὶ τὸ πολὺ ἀλλὰ καὶ ἐπ’ ἔλαττον· τοῦτο γὰρ τῆς φύσεως τὸ ποτὲ διαμαρτάνειν· εἰκὸς γὰρ τὸν ἔχοντα πανοπλίας τυραννῆσαι καὶ τὸν ὀρύττοντα θησαυρῷ ἐντυχεῖν καὶ τὸν ἐπὶ βαλανεῖον πορευόμενον φίλῳ ἐντυχεῖν ἀνδρὶ ἢ βιβλίῳ χρησίμῳ ἢ ἄλλῳ χρειωδεστάτῳ. [a 36] οὕτω δὲ ἔχει τὸ εἰκὸς 〈πρὸς ἐκεῖνο, πρὸς ὃ εἰκός〉, ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος,3 ἀποδεικνύμενον καὶ κατασκευαζόμενον· οἷον ‘ὁ δεῖνα νύκτωρ πλανᾶται· κλέπτης ἄρα.’ παρέλειψα τὸ ‘πᾶς νύκτωρ πλανώμενος κλέπτης’ καὶ κατεσκεύασα διὰ τῆς ἐλάττονος καὶ μερικῆς προτάσεως τὸ λεγόμενον. ἐνταῦθα οὖν ἡ μὲν ἐλάττων μερική, ἡ δὲ μείζων, ἣν παραλιμπάνει, ψευδής, τὸ ‘πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης’, καὶ τὸ συμπέρασμα ψεῦδος. εἰ δ’ εἴπῃ ‘τὶς νύκτωρ πλανώμενος κλέπτης’, αἱ δύο μερικαὶ προτάσεις εὑρίσκονται. τοιοῦτον μὲν τὸ εἰκός. καὶ οὕτω δὴ ἔχει τοῦτο τὸ εἰκὸς τὸ καὶ ἐπὶ πλέον καὶ ἐπ’ ἔλαττον πρὸς ἐκεῖνο, ὃ εἰκὸς μὲν ἐπὶ πολὺ δέ, ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος· ὃ γὰρ περιέχει καὶ τὸ ἐπὶ πολὺ καὶ τὸ ἐπ’ ἔλαττον, πῶς οὐκ ἐπὶ πλέον καὶ καθολικώτερον τοῦ εἰκότος ἐκείνου,4 ὅπερ ἐστὶ μόνον ὡς ἐπὶ τὸ πολύ; τοῦ δὲ σημείου τὸ μὲν τεκμήριον, ὃ καὶ ἀναγκαῖόν ἐστι, τὸ δὲ ὁμώνυμον τῷ σημείῳ τῷ γένει, αὐτὸ ἀνώνυμον ὄν, ὃ καὶ λυτὸν καὶ οὐκ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ ἀσυλλόγιστον. [b 2] ἔστι δὲ τούτων τὸ μὲν ὡς τὸ καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου, λυτὸν δέ, ὡς τὸ [b 12] οἱ σοφοὶ δίκαιοι συμπέρασμα· Σωκράτης γὰρ σοφὸς ἦν καὶ δίκαιος. [b 3] τὸ δὲ ὡς τῶν καθ’ ὅλου τι πρὸς τὸ κατὰ μέρος· τούτου δὲ τὸ μὲν ἀναγκαῖον καὶ τεκμήριον, τὸ δὲ οὐκ 〈ἀναγκαῖον〉 ἀνώνυμον καὶ οὐκ ἀληθές. ῥητέον δὲ καὶ τὰ παραδείγματα τοῦ τεκμηρίου οὕτως· ‘ἥδε ἡ γυνὴ γάλα ἔχει· τέτοκεν ἄρα.’ ‘ὅδε πυρέττει· νοσεῖ ἄρα.’ ταῦτα ἀναγκαῖα σημεῖα καὶ ἄλυτα· τεκμήρια γάρ. ῥητέον δὲ καὶ τὸ λυόμενον· ‘ὅδε πυκνὸν ἀναπνεῖ· νοσεῖ ἄρα.’ ψεῦδος· οὐ γὰρ πᾶς ὁ πυκνὸν ἀναπνέων νοσεῖ, ἐπεὶ ὁ πνευστιῶν πυκνὸν μὲν ἀναπνεῖ, οὐ νοσεῖ δέ. ἴδωμεν δὲ καὶ τὴν λέξιν. [b 1] τῶν σημείων φησὶ τὸ μὲν οὕτως ἔχει, ὡς τὸ καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου (θήσει δὲ τούτου καὶ τῶν ἑξῆς παραδείγματα), τὸ δέ, ὡς τῶν καθ’ ὅλου τι πρὸς τὸ κατὰ μέρος. τούτου δ’ ἐλέγομεν τὸ μὲν τεκμήριον, τὸ δ’ ἀνώνυμον καὶ εἰκός. [b 5] ἀναγκαῖα μὲν οὖν εἰσιν, ἐξ ὧν γίνεται συλλογισμὸς ἐν πρώτῳ σχήματι.

这番见解确实极其精妙,且配得上他的敏锐洞察与博大胸怀。然而我们也必须从自身出发,进一步探索一些内容。 [a 22] “但是,由于必然的事物是少数”。他想借此表明:既然演说家们所从事的事物,有的必然,有的可能,而可能的事物多于必然的事物,那么修辞推论也将有的必然,有的盖然且可能。他说“但是,由于修辞学三段论由之构成的必然事物是少数”,接着他也说明了为什么是少数。 [a 25] “他们将行事……适度”;因为人所考察的是自己将要做的事。而这些全都是具有可能本性的事物。 [a 27] 并且,既然事物有的必然,有的可能,而必然的事物大抵只是少数,多数是可能的,又既然大致如此和可能的事物是从这样可能的前提推论出来的,正如必然的事物是从必然的前提推论出来的一样(这一点从《分析篇》中显而易见),那么显而易见,修辞推论由之构成的诸前提,有的必然,有的则是大致如此的;并且修辞推论出自盖然之事与兆头,盖然之事是大致如此的,而兆头纵然并非全部,但那些作为确证的兆头是必然的。 [a 33] “所以必然的是,这些[前提]中的每一者与那些事物相同”,即盖然之事与可能的事物相同,而确证性的兆头与必然的事物相同。因此他接下来论述何为兆头、何为盖然之事,以及兆头之中,何以有的是必然的且为确证,有的则没有专属名称、在名称上与作为属的兆头同名,却是可能性的。 [a 34] 因此,盖然之事就是大致如此发生的事,例如注重修饰打扮者大致上是淫乱者,夜间游荡者大致上是盗贼,但并非所有人都是;又如呼吸急促者在发烧,但这既非无条件如此,亦非大致如此,而是以较少的频率发生;因为有时出现差错是自然的本性。因为拥有全副武装者成为僭主、挖掘者偶得宝藏、前往公共浴场者巧遇朋友或有益之书或其他极需之物,都是盖然的。 [a 36] “而在被证明和确立时,盖然之事对它作为其盖然之事的那种事物的关系,就像普遍对特殊的关系一样”;例如“某人夜间游荡,因此是盗贼”。我省略了“凡夜间游荡者皆为盗贼”这一前提,并通过小前提亦即特称前提确立了所说之话。因此,在这里小前提是特称的,而他所省略的大前提——即“凡夜间游荡者皆为盗贼”——是假的,结论也是假的。但若说“某个夜间游荡者是盗贼”,则会发现两个特称前提。盖然之事便是如此。而这既涵盖出现频率较高又涵盖出现频率较低情况的盖然之事,对那仅仅是大致如此的盖然之事的关系,正如普遍对特殊的关系;因为兼摄大致如此和较少发生之事的概念,怎能不比那仅仅是大致如此的盖然之事更为宽广、更为普遍呢?另一方面,兆头之中,有的是确证,这也就是必然的;有的则与属概念的兆头同名,其自身并无专属名称,且是可驳斥的、非必然的,也是不成三段论的。 [b 2] 在这些之中,有一种是像个别特殊事物对普遍事物的关系,但这是可驳斥的,正如[b 12] “知者皆公正”这一结论;因为苏格拉底既是知者又是公正者。 [b 3] 另一种则是像普遍事物中的某一者对特殊事物的关系;在这当中,有的是必然的且为确证,有的则非必然、无专属名称且不真实。确证的例子也当如下表述:“这妇人有奶水,因此生过孩子”;“这个人发烧,因此生病了”。这些都是必然的兆头且不可驳斥;因为它们是确证。也当表述被驳斥的兆头:“这个人呼吸急促,因此生病了”。这是假的;因为并非所有呼吸急促者都生病,既然喘息者虽呼吸急促,却未生病。我们再来看看原文词句。 [b 1] 他说,兆头之中“有一种的关系,如同个别特殊事物对普遍事物的关系”(他将给出这个以及后续情况的例子),“另一种则如同普遍事物中的某一者对特殊事物的关系”。而在这当中,我们刚才说过,一种是确证,另一种则没有专属名称且为盖然之事。 [b 5] “因此,凡在第一格中形成三段论的那些,乃是必然的”。

语法注4 条
  1. 1.0.0δεῖ δὲ καὶ ἡμᾶς οἴκοθεν προσεπεξευρίσκειν τινά.

    副词 οἴκοθεν(字面义为“从家中”)在此引申为“从自身出发”、“凭借自身的资源”。τινά 是不定代词的中性复数宾格,作三重复合动词 προσεπεξευρίσκω(进一步添加探求/发明)的直接宾语。

  2. 1.0.0καὶ ἐπεὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ’ ἐνδεχόμενα... φανερὸν ὅτι αἱ προτάσεις

    整个句子的主干是由表原因的连词 ἐπεὶ 引导的一系列并列从句(τὰ μὲν ἀναγκαῖα... καὶ σχεδὸν ὀλίγα... τὰ δὲ ὡς ἐπὶ τὸ πολὺ... συλλογίζονται... ὡς καὶ τὰ ἀναγκαῖα ἐξ ἀναγκαίων),随后由主句谓语 φανερὸν ὅτι(“显而易见……”)承接。中间的 τοῦτο δὲ δῆλον ἐκ τῶν Ἀναλυτικῶν 起插入语的作用。

  3. 1.0.0οὕτω δὲ ἔχει τὸ εἰκὸς 〈πρὸς ἐκεῖνο, πρὸς ὃ εἰκός〉, ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος

    该句遵循相关比较句式 οὕτως... ὡς...(“……对……的关系,正如……对……的关系一样”)。尖括号中的补文 〈πρὸς ἐκεῖνο, πρὸς ὃ εἰκός〉 取自亚里士多德原文(1357a36),与后文的 ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος(“正如普遍对特殊”)在比例结构上形成严整对应。

  4. 1.0.0ὃ γὰρ περιέχει καὶ τὸ ἐπὶ πολὺ καὶ τὸ ἐπ’ ἔλαττον, πῶς οὐκ ἐπὶ πλέον καὶ καθολικώτερον τοῦ εἰκότος ἐκείνου

    中性单数关系代词 ὃ 引导主语从句(“兼摄大致如此和较少发生之事的概念”),作为修辞反问句 πῶς οὐκ...(“怎能不……”=“必然如此”)的主语。τοῦ εἰκότος ἐκείνου 是比较级的属格,受比较级形容词/短语 ἐπὶ πλέον 和 καθολικώτερον 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:3.11-4.35