- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:36.30-38.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者依照亚里士多德《修辞学》第一卷第七章(1364b30–1365a10),结合具体实例与句法补充,阐释了基于持久性、稳固性、同源词、普遍选择、争辩对手与敌人及裁判者的承认、共有性与稀缺性、受称赞程度以及更大荣誉或损失来判定“更大的善”的诸论题。
ἀγαθὰ οὖν πάντως εἰσίν, ὧν βούλομαι ἐπιτυχῆ γενέσθαι με δι’ ἑαυτοῦ1 ἢ τοῦ οἰκείου πόνου καὶ ὁπόσων τὸν φίλον μου τυχεῖν παρ’ ἐμοῦ θέλω· ὅσων δὲ οὔτ’ ἐμαυτὸν βούλομαι τυχεῖν οὔτε τὸν ἐμὸν φίλον, ταῦτα κακὰ μείζω. [b 30] καὶ τὰ πολυχρονιώτερα μείζω τῶν ὀλιγοχρονιωτέρων, οἷον ὡς ἐν παραδείγματι μεῖζον ἀγαθὸν τὸ ἔχειν ἀγροὺς καὶ κτήματα πολύκαρπα ἢ πλοῦτον διὰ χρημάτων εὐφθάρτων, ὑφασμάτων τυχὸν ἢ καὶ ἄλλων οὕτω ῥευστῶν. [b 31] καὶ τὰ βεβαιότερα τῶν ἀβεβαιοτέρων, οἷον τὸ ἔχειν ἕξιν τῆσδε τῆς ἐπιστήμης κρεῖττον ἢ τὸ διάθεσιν καὶ ἀκούσματα μόνα ψιλὰ κεκτῆσθαι, καὶ τὸ λαβεῖν με δεσποτείαν πράγματός τινος ἤγουν ἀγροῦ ἢ βιβλίων μεῖζον ἀγαθὸν ἢ τὸ ἔχειν με χρῆσιν μόνην. διὰ τί δὲ μείζω τὰ πολυχρονιώτερα καὶ τὰ βεβαιότερα; [b 32] διότι ὑπερέχει τῶν πολυχρονιωτέρων ἡ χρῆσις (μᾶλλον γάρ, ὡς ἔφημεν, διαρκοῦσιν οἱ ἀγροὶ ἢ τὰ ὑφάσματα), τῶν δὲ βεβαιοτέρων ἡ χρῆσις τῇ βουλήσει παρέπεται,2 ἤγουν εἴ τις ἕξιν ἔχει ῥητορικῆς, ἔχει τῇ βουλήσει τὴν δύναμιν σύνδρομον καὶ ἅμα τῇ θελήσει τὴν χρῆσιν ἐφεπομένην καὶ λογογραφεῖ εὐθέως, οὐ μὴν τοιοῦτος ὁ διάθεσιν ἔχων. [b 34] καὶ ἐκ τῶν συστοίχων. εἰ τὸ ἀνδρείως τοῦ σωφρόνως μεῖζον καὶ βέλτιον, καὶ ἀνδρία σωφροσύνης κρείττων καὶ τὸ ἀνδρεῖον εἶναι τόνδε τοῦ σωφρονεῖν ἕτερον κάλλιον. [b 37] καὶ ὃ πάντες αἱροῦνται ὁμοῦ, κρεῖττον τοῦ πράγματος, ὅπερ οὐχ οἱ πάντες αἱροῦνται, οἷον τὸ φῶς ὁρᾶν κρεῖττον τοῦ τέκνα ἔχειν τυχὸν ἤ τινος ἄλλου, ὃ μὴ πάντες αἱροῦνται. [1365 a 1] ἀγαθὸν γάρ ἐστιν, οὗ πάντες ἐφίενται, μεῖζον δέ, οὗ μᾶλλον πάντες ἐφίενται· ὑγείας γὰρ μᾶλλον ἅπαντες ἢ χρημάτων ἐρῶσι. καὶ οἱ ἀμφισβητοῦντες. ἔτι μεῖζόν ἐστιν, ὅπερ καὶ αὐτοὶ οἱ ἀμφισβητοῦντες πρότερον καὶ λέγοντες μὴ εἶναι ἀγαθὸν συνέθεντο ὕστερον, ὅτι ἀγαθόν ἐστιν· οἷον εἰ συνεβούλευον μεῖζον εἶναι ἀγαθὸν τὸ συμμαχῆσαι τοῖς Ὀλυνθίοις, Αἰσχίνης δὲ καί τινες ἄλλοι ἀντέλεγον ἐμοὶ συμβουλεύοντες, ὕστερον δὲ συνέθεντο καὶ αὐτοί, ὅτι κάλλιον τὸ συμμαχῆσαι Ὀλυνθίοις, πάντως μεῖζον ἐκεῖνο. [a 2] ἢ ὅπερ οἱ ἐχθροὶ αὐτοί φασιν ἀγαθὸν εἶναι, μεῖζον ἐκεῖνο, οἷον τὸ θεῖναι πεζικὸν οἷον φρούριόν τι καὶ πρόβλημα καὶ αὐτοὶ οἱ ἐχθροὶ ἐπαινοῦσι καὶ τῶν Ῥωμαίων τὴν ἀρίστην ἱππείαν οἱ Ἰσμαηλῖται ἐπαινοῦσιν. ἢ ὅπερ οἱ κρίνοντες εἴπωσι, μεῖζον· ὃ γὰρ οἱ κριταὶ εἴπωσιν ὡς κύριοι, ἀγαθόν. καὶ ὅπερ αὐτοὶ οἱ κρινόμενοι ἐροῦσιν ἀγαθὸν εἶναι, τοῦτο κάλλιον· ὃ γὰρ ἑαυτοῖς συμφέρειν νομίζουσι, τοῦτο ἐξελέξαντο. [a 3] τὸ μὲν γάρ, ὅπερ οἱ ἀμφισβητοῦντες καὶ οἱ ἐχθροὶ λέξουσιν εἶναι καλόν, τοιοῦτόν ἐστιν, ὥσπερ ἂν εἰ πάντες συνέθεντο· τὸ δέ, ὅπερ οἱ κρίνοντες εἴπωσιν, ἀγαθόν ἐστι μεῖζον, διότι παρὰ τῶν κυρίων καὶ τῶν εἰδότων ἐλέχθη. [a 4] καὶ ὁτὲ μὲν οὗ πάντες μετέχουσι μεῖζον, οἷον τὸ παρρησίας μετέχειν ἐν δημοκρατίᾳ, ἧς (τῆς παρρησίας καὶ ἐλευθερίας) πάντες μεταλαμβάνουσιν· ἀτιμία γὰρ τὸ μὴ μετέχειν· ὁτὲ δὲ ἀγαθόν, οὗ μηδεὶς μετέχει, ὡς ἡ βασιλεία, ὁτὲ δὲ ἀγαθόν, οὗ μετέχουσιν ὀλίγοι, οἷον τιμή, ἧς μετέχουσιν ἐν ἀριστοκρατίᾳ οἱ ἄριστοι, κάλλιον δὲ ὡς σπανιώτερον. [a 6] καὶ τὰ ἐπαινετώτερα· καλλίω γάρ. τὰ τῇ πολιτείᾳ φησὶν ἐπαινετώτερα καλλίω. καὶ εἰ μὲν ὀρθῶς ἔχει καὶ ἀδιαστρόφως ἡ πολιτεία καὶ οὐκ ἀσπάζεται τὸ πλεονεκτεῖν καὶ τὰ χρήματα, ἐπαινετὰ νομίζει τὰ κυρίως καλά, ἀρετήν, γνῶσιν, σοφίαν· εἰ δὲ μὴ οὕτως, ὡς εἴπομεν, ἔχει, ἐπαινετώτερα νομίζει τὰ χείρονα, ὥσπερ νῦν τὴν νομικὴν διὰ τὸ τῆς πλεονεξίας νόσημα τιμῶσιν οἱ πολλοὶ καὶ οἴονται τῶν ἐπαινετῶν καὶ τιμίων αὐτήν. [a 7] καὶ ὧν αἱ τιμαὶ μείζους. πρόσθες τὸ ‘ἐκεῖνα μείζω ἀγαθά’.3 οἷον τὸ ἀριστεύειν κρεῖττον ἢ τὸ τέκτονα εἶναι· ἡ τιμὴ γὰρ τῶν ἀριστέων κρείττων ἢ τῶν τεκτόνων. [a 8] καὶ ὧν αἱ ζημίαι μείζους. συνεννόει πάλιν τὸ ‘ἐκεῖνα μείζω ἀγαθά’· εἰ γὰρ χείρων καὶ μείζων ἡ ζημία τῶν ὀφθαλμῶν ἢ τῶν ποδῶν, κρεῖττον ἀγαθὸν τὸ τῆς ὁράσεως ἢ τὸ βαδίζειν, καὶ εἰ τὸ ἀπολέσαι ὑγείαν μεῖζον τοῦ ἀπολέσαι χρήματα, μεῖζον ἀγαθὸν ἡ ὑγεία.
因此,凡我希望通过我自己或通过我自己的辛劳而使自己获得的事物,以及凡我愿意我的朋友从我这里得到的事物,无论如何皆是善;而凡我既不希望自己亦不希望我的朋友得到的事物,则是更大的恶。[b 30] “而且更长久之物大于不那么长久之物”,例如举例而言,拥有田产和丰产之产业,乃是比通过易毁之物(例如织物或诸如此类流动之物)所获之财富更大的善。[b 31] “而且更稳固之物大于不那么稳固之物”,例如拥有此种知识的状态(hexis),优于仅获得倾向(diathesis)与单纯的听闻;而我获得某物(即田产或书籍)的所有权,乃是比仅拥有使用权更大的善。然而为何更长久之物与更稳固之物更大呢?[b 32] “因为更长久之物的使用占据优势”(因为正如我们所言,田地比织物更持久),“而更稳固之物的使用则随意志而行”;亦即,若有人拥有修辞学的状态,他便拥有与意志并行的能力,且拥有与意向同时随行的使用,并能立即撰写演说词,而拥有倾向者绝非如此。[b 34] “而且由同源词[来推论]”。如果勇敢地行事比节制地行事更大且更优,勇敢亦优于节制,而此人勇敢亦比另一人节制更美。[b 37] “而且凡众人一同选择之物,优于非众人皆选之实事”,例如目睹光明优于(比如)拥有子女或非众人皆选的任何其他事物。[1365 a 1] “因为凡众人所希求者乃是善,而众人更为希求者乃是更大的善”;因为众人都热爱健康胜于财富。“而且争辩者[所承认之物]”。凡先前争辩且声称并非是善、后来却同意其为善的那些争辩者自身所认可的事物,是更大的善;例如,我若建议与奥林托斯人结盟是更大的善,而埃斯基涅斯及其他某些人在建策时反驳我,但后来他们自己亦同意与奥林托斯人结盟更美,则此事无论如何是更大的善。[a 2] “或者敌人自己宣称是善的事物,那是更大的善”,正如敌人自己亦称赞部署步兵犹如某种堡垒和屏障,伊斯玛仪人亦称赞罗马人最优秀的骑兵。“或者凡裁判者所言之事,那是更大的善”;因为裁判者作为具权柄者所言之事乃是善。而且受裁判者自己所言为善的事物,此事更美;因为凡他们认为对自己有益者,他们便选取了此事。[a 3] “因为争辩者与敌人所言为美之事,犹如众人皆已同意一般;而裁判者所言之事,则是更大的善,因其系由具权柄者与知情者所说”。[a 4] “有时凡众人皆有份的事物是更大的善”——例如在民主制中享有言论自由,众人皆分享这种言论自由与自主(因为未能有份乃是耻辱);“而有时无人有份之物乃是善”(如君王之位),“有时则是少数人有份之物乃是善”,例如在贵族制中最优秀者所享有的荣誉,而其因更为稀少故而更美。[a 6] “而且更值得称赞之物;因为它们更美”。他说,对政制而言更值得称赞的事物更美。政制若处于端正且未被扭曲的状态,并不贪图额外利益与财富,它便会将真正美的事物——德性、认识、智慧——视为值得称赞;但它若不处于此种状态,正如我们所言,它便会将较差的事物视为更值得称赞,正如如今众人因贪欲之病弊而推崇法学,并认为它属于值得称赞且可贵之列。[a 7] “而且其荣誉更大之物”。请补上“那些事物是更大的善”。例如成为最杰出的勇士优于成为木匠;因为勇士的荣誉优于木匠的荣誉。[a 8] “而且其损失更大之物”。请再次在心中补上“那些事物是更大的善”;因为眼睛的损失若比脚的损失更坏且更大,视觉的善便优于行走;如果失去健康比失去财富更重大,健康便是更大的善。
- 1.0.7ἀγαθὰ οὖν πάντως εἰσίν, ὧν βούλομαι ἐπιτυχῆ γενέσθαι με δι’ ἑαυτοῦ
关系代词 ὧν 指向前行词 ἀγαθά,并在语法上充当形容词 ἐπιτυχής(“获得……”)所支配的宾格性属格补足语。在从属于 βούλομαι 的带不定式结构(με ... γενέσθαι)中,不定式的逻辑主语宾格 με 被明确写出。
- 1.0.7τῶν δὲ βεβαιοτέρων ἡ χρῆσις τῇ βουλήσει παρέπεται
此处引用并阐发亚里士多德原文(1364b33–34)。属格 τῶν βεβαιοτέρων 作为领属性属格修饰名词 ἡ χρῆσις(“更稳固之物的使用”),与格 τῇ βουλήσει 则作动词 παρέπεται 的补足语(“随意志而行”)。
- 1.0.7πρόσθες τὸ ‘ἐκεῖνα μείζω ἀγαθά’
针对亚里士多德的原句省略(ὧν αἱ τιμαὶ μείζους),注疏者在此向读者指出句法上应补充的主句。引用句 ‘ἐκεῖνα μείζω ἀγαθά’ 由中性定冠词 τό 引出,充当祈使语气动词 πρόσθες(“请加上/补充”)的宾语。其后 [a 8] 中的 συνεννόει πάλιν τὸ ‘ἐκεῖνα μείζω ἀγαθά’ 亦属完全相同的结构。
