← 佚名

亚里士多德《修辞学》佚名评注

§35.12-36.29

依最优秀者的判定及愉悦与崇高比较善的论题

本段注解亚里士多德《修辞学》第一卷第七章(1364b14–27),重新审视“单就自身而言”与“依据明智”做出判定的界定,并详细阐释了最优秀者或众人所判定的事物、属于更优秀者之物、以及更令人愉悦或更美之物皆为更大之善的诸论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.7#6

μήποτε οὖν μᾶλλον τὸ ἁπλῶς λέγεται ἐπὶ τῶν περὶ πᾶν πεπαιδευμένων,1 τὸ δὲ κατὰ φρόνησιν ταὐτόν ἐστι τῷ κατὰ τὴν ἐπιστήμην, ὡς εἶναι τὸ λεγόμενον, ὅτι2 ἢ ἁπλῶς κρίνουσιν ὡς περὶ πᾶν πεπαιδευμένοι ἢ κατὰ τὴν οἰκείαν φρόνησιν ἤγουν κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ἐπιστήμην, περὶ τὴν ῥητορικὴν τυχὸν ἢ γεωμετρικὴν ἢ φυσικὰ μαθήματα· οὕτω γὰρ καὶ ἐν τοῖς Ἠθικοῖς λέγει “ἁπλῶς δὲ ὁ περὶ πᾶν πεπαιδευμένος”, ἐν δὲ τῷ προοιμίῳ τῆς Περὶ ζῴων πραγματείας ὅλως πεπαιδευμένον καὶ κριτικὸν περὶ πάντων λέγει τὸν τοιοῦτον. ἀλλὰ καὶ ἐφεξῆς τοῦτο δηλῶν ἐπάγει [b 16] ὡς ἂν ἡ ἐπιστήμη καὶ ἡ φρόνησις εἴπῃ, ὡς τῆς ἐπιστήμης εἰς ταὐτόν ποτε τῇ φρονήσει συντρεχούσης. ἀλλ’ ὅπερ ἐλέγομεν, ἀγαθόν ἐστιν, ὅπερ οἱ οὕτως ἔχοντες κρίνουσιν ἢ ὡς ἐπιστήμονες ἢ ὡς πεπαιδευμένοι. [b 14] ἔστι δὲ φησὶ τοῦτο τὸ λεγόμενον κοινότατον ἐπὶ πάντων τῶν πραγμάτων καὶ ἐπὶ τῶν ἐπιστημῶν καὶ τῶν τεχνῶν· καὶ γὰρ ἀνάγκη ἐπί τε γραμματικῶν κρεῖττον εἶναι τὸ λεγόμενον ὑπὸ τῶν ἀρίστων καὶ ἐπὶ τῶν ῥητόρων τὸ λεγόμενον ὑπὸ Ἑρμογένους μᾶλλον ἢ τὸ ὑπὸ Μινουκιανοῦ, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων, ἰατρικῶν, λογικῶν, φυσικῶν. κοινότατος οὖν ὁ τόπος· ἐπὶ πᾶσι γάρ, εἴ τι πρᾶγμα κρίνουσιν οἱ ἄριστοι καὶ πεπαιδευμένοι, μέγα τοῦτο ἀγαθόν, οἷον εἰ λέγουσι πολεμῆσαι τῷ Φιλίππῳ ἢ τειχίσαι τὴν πόλιν καὶ ὀχυρῶσαι ἐν ναυσίν, ἢ εἰ λέγουσιν οἱ ἄριστοι ἰατροὶ καὶ οἱ πεπαιδευμένοι συμφέρειν τὸ μὴ τέμνεσθαι τὴν φλέβα τῶν ἐχόντων τὸ στόμα τῆς γαστρὸς ἀσθενές· εἰ κρίνουσιν οὖν τι πρᾶγμα, ἄριστόν ἐστιν· οἷον οἱ στρατηγικοὶ καὶ πολεμισταὶ πάλιν εἰ λέγουσι κάλλιον εἶναι τὸ μετὰ ἀσπίδων καὶ σπαθῶν πολεμῆσαι, καὶ εἰ τὸ ποσὸν τῶν ἀσπίδων καὶ τῶν σπαθῶν λέγουσι καὶ τὸ ποιόν, ὅτι ὁλόκυκλοι μὲν αἱ ἀσπίδες, δίστομοι δὲ αἱ σπάθαι, ἢ εἰ κρίνουσι μέν τι πρᾶγμα, οἷον ὅτι τριήρεις εἰς τὸν διὰ θαλάττης πόλεμον ἑτοιμασθήτωσαν. ποσὸν δέ, εἰ εἴπωσιν, ὅτι πεντήκοντα ἤτωσαν αἱ τριήρεις, ποιὸν δὲ τὸ εἶναι τὰς τριήρεις τοιάσδε κατὰ τὸ ἐμπρόσθιον, τοιάσδε δὲ κατὰ τὰ πλάγια καὶ κατὰ τὰ ὄπισθεν. λέγων δὲ τὴν αἰτίαν τοῦ διὰ τί ἐστιν ὁ τόπος κοινότατος καὶ οἷον ἐπεξηγούμενος τὸ [b 14] ἔστι δὲ κοινὸν τοῦτο καὶ κατὰ τῶν ἄλλων ἐπιφέρει [b 16] ἀλλ’ ἡμεῖς ἐπ’ ἀγαθῶν τῶν μειζόνων ἐξελαβόμεθα τὸν τόπον· ὃ γὰρ κρίνουσιν οἱ ἄριστοι, μεῖζον ἀγαθόν. οὐδὲν δὲ καινὸν κοινὸν καὶ καθ’ ὅλου τόπον ἐκλαμβάνειν καὶ ἐπὶ τῆς δείξεως τῶν μειζόνων ἀγαθῶν· [b 17] ὥρισται γάρ φησιν ἀγαθὸν ἐκεῖνο, ὃ εἰ λάβοιεν ἅπαντα τὰ ὄντα φρόνησιν ἕλοιτ’ ἄν·3 ὥστε ὃ κρίνουσιν ἅπαντες, ἀγαθὸν κατ’ ἐκείνην τὴν ὑποτεθεῖσαν ἀξίωσιν. [b 19] καὶ τὸ τοῖς βελτίοσιν ὑπάρχον κρεῖττον· εἰ γὰρ ὁ ἀνδρεῖος κρείττων τοῦ ἰσχυροῦ, καὶ ἡ ἀνδρία τῆς ἰσχύος. προσέθηκε δὲ τὸ ἁπλῶς ἢ ᾗ βελτίους δηλῶν, ὅτι ἢ ἁπλῶς εἰσι κρείττους τινὲς καὶ βελτίους τῶνδε, ὡς οἱ ἄνδρες τῶν γυναικῶν, ἢ ἁπλῶς μὲν οὐκ εἰσι βελτίους, διὰ τόδε δὲ βελτίους, ἤγουν διὰ ἀνδρίαν ἢ δικαιοσύνην τυχὸν ἢ φρόνησιν. τὸ ὑπάρχον οὖν τοῖς βελτίοσιν εἴτε ἁπλῶς εἴτε διὰ τὶ κρεῖττόν ἐστιν ἐκείνου, ὅπερ ὑπάρχει μέν τισιν, οὐχὶ βελτίοσι δέ. [b 21] καὶ ὃ ἕλοιτ’ ἂν ὁ βελτίων ἁπλῶς, ἄριστον, οἷον ὅπερ ἀνὴρ ἕλοιτο, κρεῖττον ἢ ὃ ἡ γυνή, ἢ ὅπερ ἂν ἕλοιτο ὁ ἐν γραμματικῇ βελτίων ἢ ἐν ῥητορικῇ ἢ ἐν φιλοσοφίᾳ ἢ ὁ ἐν ἀρετῇ βελτίων ἢ ὁ ἐν φρονήσει, βέλτιον καὶ μεῖζον ἀγαθόν, οἷον τὸ ἀδικεῖσθαι κρεῖττον ἢ τὸ ἀδικεῖν· τὸ μὲν γάρ, τὸ ἀδικεῖσθαι λέγω, αἱρεῖται ὁ βελτίων, τὸ δὲ ὁ χείρων, τὸ ἀδικεῖν λέγω. [b 23] καὶ τὸ ἥδιον μᾶλλον κρεῖττον καὶ μεῖζον τοῦ ἧττον ἡδέος, οἷον ἡ μουσικὴ κρείττων τῆς γεωμετρίας· ἡ μὲν γὰρ μουσικὴ ἡδίων, ἡ δὲ ἧττον, καὶ τὸ γυμνάζεσθαι ἐν γυμνασίοις καὶ κυνηγεσίοις μεῖζον καλὸν ἢ τὸ ἀναπαύεσθαι ἐν ἑνὶ τόπῳ. [b 26] καὶ τὸ κάλλιον τοῦ ἧττον καλοῦ ὁμολογουμένως μεῖζον, ὡς φρόνησις εὐτεκνίας ἢ ἰσχὺς τοῦ κάλλους κρείττων. καὶ ὅσων αὐτοὶ ἑαυτοῖς βούλονταί τινες αἴτιον εἶναι4 ἢ φίλοις, ταῦτα μείζω ἀγαθά, ἤγουν καὶ ἐκεῖνά εἰσιν ἀγαθά, ὅσων βούλομαι ἐμαυτῷ γενέσθαι αἴτιος.

因此,“单就自身而言”或许更是指在一切方面受过教育者,而“依据明智”与“依据知识”相同,其所言之意乃是:他们要么作为在一切方面受过教育者而单就自身而言进行判定,要么依据自身特有的明智,即依据其内在的知识进行判定——比如关于修辞学、几何学或自然学诸课业。因为在《伦理学》中他亦如此说道:“而单就自身而言[进行判定者]乃是在一切方面受过教育者”,在《动物论》的序言中,他亦将此等人称为“在一切方面全然受过教育且具备判定力者”。但他亦紧接着表明此点而补充道:[b 16] “正如知识与明智所言”,这是因为知识有时与明智汇合于同一事物。但正如我们所说,处于此种状态者无论作为具备专门知识者还是受过教育者所判定的事物,皆为善。[b 14]他说,这一说法在一切事物以及诸知识和技艺中皆是最共通的。因为在语法学家中,由最优秀者所言之事必然更优;在修辞学家中,由赫尔墨戈涅斯所言之事亦必然优于由米努基阿诺斯所言之事;在其他医学、逻辑学、自然学的事物中亦同样如此。因此该论题是最共通的;因为在一切事物中,最优秀者与受过教育者若判定某事,此事便是极大的善。例如他们若主张对腓力开战,或修筑城墙并以船队坚固城邦;又如最优秀的医生和受过教育者若主张对胃的入口脆弱者而言不切开静脉是有益的;因此他们若判定某事,此事便是最好的。又如将帅与战士们若再次主张用盾牌与剑作战更美,且若说明盾牌与剑的数量与品质——盾牌是全圆的,剑是双刃的;或者他们若判定某一实事,例如为海战准备三列桨战船;至于数量,他们若说三列桨战船应当是五十艘,至于品质,则是三列桨战船在前方应是如此这般,在侧翼与后方应是如此这般。但在说明为何该论题是最共通的原因,并且仿佛在解释[b 14] “此事对其他事物亦是共通的”这一短语时,他接着说道:[b 16] “但我们是在更大的善之事例上采用了该论题”;因为最优秀者所判定的,是更大的善。将共通且普遍的论题亦用于证明更大的善,并无任何奇特之处。[b 17]因为他说,“善已被定义为:若一切存在者获得明智便会选择的事物”。故而凡众人所判定者,依据那条被设定的公理,皆为善。[b 19] “而且属于更优秀者之物亦更优”。因为勇敢者若优于强壮者,勇敢亦优于力量。他补充了“单就自身而言,或就他们是更优秀者而言”,表明有些人要么单就自身而言便高于且优于这些人(正如男人优于女人),要么单就自身而言并非更优,而是因某事而更优,即比如因勇敢、正义或明智而更优。因此,无论是单就自身而言还是因某事而属于更优秀者之物,皆优于虽属于某些人却不属于更优秀者之物。[b 21] “而且更优秀者单就自身而言会选择的事物,乃是最好的”,例如男人会选择的事物优于女人所[选择的事物];或者在语法、修辞学、哲学中更优秀者,或在德性中更优秀者,或在明智中更优秀者会选择的事物,是更优且更大的善。例如遭受不公优于行不公;因为前者——我指的是遭受不公——乃是更优秀者所选,而后者——我指的是行不公——乃是较差者所选。[b 23] “而且更令人愉悦之物相比不那么令人愉悦之物更为优越且更大”,例如音乐优于几何学;因为音乐更令人愉悦,而几何学不那么令人愉悦;在运动场与狩猎中锻炼,比在一个地方歇息是更大的美事。[b 26] “而且更美之物公认大于不那么美之物”,正如明智优于子嗣优良,力量优于容貌俊美。 “而且凡人们自己希望为自己或为朋友成为其原因的事物,皆是更大的善”;亦即,凡我希望为我自己成为其原因之事物,亦是善。

语法注4 条
  1. 1.0.7μήποτε οὖν μᾶλλον τὸ ἁπλῶς λέγεται ἐπὶ τῶν περὶ πᾶν πεπαιδευμένων

    μήποτε 此处作为副词性惯用表达,引出审慎的推测或提议(“或许……并非”,“难道不是……”)。它针对前一语块中“单纯地=具备专门知识者,依据明智=受过教育者”的划分,提出了相反的对应方案(即“单纯地=受过教育者,依据明智=具备专门知识者”)。

  2. 1.0.7ὡς εἶναι τὸ λεγόμενον, ὅτι

    ὡς 搭配不定词(εἶναι)构成说明或结果句式(“以至于所言之意乃是……”),其后的 ὅτι 从句具体阐明其解释内容。

  3. 1.0.7ὥρισται γάρ φησιν ἀγαθὸν ἐκεῖνο, ὃ εἰ λάβοιεν ἅπαντα τὰ ὄντα φρόνησιν ἕλοιτ’ ἄν

    这是一个嵌套结构,条件从句(εἰ λάβοιεν ἅπαντα τὰ ὄντα φρόνησιν)被嵌入在关系从句(ὃ ... ἕλοιτ’ ἄν)之中。关系代词 ὃ 指向前行词 ἐκεῖνο,并在从句中作潜势希求法动词 ἕλοιτο 的直接宾语(“即一切存在者若获得明智便会选择的那种事物”)。

  4. 1.0.7ὅσων αὐτοὶ ἑαυτοῖς βούλονταί τινες αἴτιον εἶναι

    关系代名词 ὅσων 作为目的格/补充语属格受 αἴτιον 支配。τινες 为 βούλονται 的主语,αὐτοὶ ἑαυτοῖς 则是强化与反身与格(“他们自己对自己”)。在随后注解者的转述中,αἴτιον 转为了与第一人称单数主语一致的主格表语 αἴτιος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:35.12-36.29