- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:33.31-35.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于亚里士多德《修辞学》第一卷第七章(1364a35–b19),阐释了依据原因与结果、单纯之善与卓越之处、渴望的美好程度以及知识的高下而判定“更大者”的标准,并梳理了由明智者、专门家以及通识受教育者做出判定的诸论题。
εἰ μὲν οὖν μείζονες αἱ ἀρχαί, καὶ τὰ ἐξ αὐτῶν, καὶ εἰ τὰ ἐξ αὐτῶν, καὶ αἱ ἀρχαί· εἰ γὰρ κάλλιον τὸ ἔργον τῆσδε τῆς ἀρετῆς πρὸς ἑτέραν καὶ μεῖζον, καλλίων κἀκείνη καὶ μείζων, καὶ εἰ καλλίων ἡ ἀρετὴ αὕτη καὶ μείζων πρὸς ταύτην, καὶ τὰ ἔργα πάντως αὐτῆς καλλίω καὶ μείζω (ἀνδρίας γὰρ τὰ ἔργα καλλίω εἰσὶ πρὸς τὰ τῆς σωφροσύνης), καὶ εἰ τὰ αἴτια μείζω τῶνδε τῶν αἰτίων καὶ ἀγαθά, μείζω καὶ τὰ ἐξ αὐτῶν καὶ ἀγαθά, ἐπειδή, εἰ τὸ ὑγιεινὸν μεῖζον τοῦ ἡδέος, καὶ ἡ ὑγεία μείζων τῆς ἡδονῆς, καὶ εἰ ὑγεία μείζων τῆς ἡδονῆς, καὶ τὸ αἴτιον πάντως (τὸ ὑγιεινὸν λέγω) μεῖζον τοῦ ἡδέος. [a 37] καὶ ὧν πραγμάτων αἱ ὑπεροχαὶ αἱρετώτεραι καὶ καλλίονες, καὶ αὐτὰ ἁπλῶς χωρὶς ὑπεροχῆς αἱρετώτερα καὶ καλλίω, ὡς ἐφ’ ὧν παραδειγμάτων προτεθείκαμεν ἔστιν ἰδεῖν τοῦ ὁρᾶν καὶ ὀσφραίνεσθαι, καὶ ἀντιστρόφως, εἰ τὰ ἁπλῶς κρείττω, καὶ αἱ ὑπερβολαὶ καλλίους· ἄνω μὲν γὰρ ἐκ τοῦ εἶναι τὰς ὑπεροχὰς βελτίους καὶ τὰ ἁπλῶς κρείττω ἐδεικνύομεν, νῦν δὲ ἐκ τοῦ τὰ ἁπλῶς κρείττω φαίνεσθαι κρείττονας τὰς ὑπεροχὰς συλλογιζόμεθα. [b 4] καὶ ὧν αἱ ἐπιθυμίαι καλλίους, ἐκεῖνα καλλίω· εἰ γὰρ ὁ σοφὸς μᾶλλον ἐπιθυμεῖ ἡσυχίας καὶ τοῦ ἀπερισπάστου ἢ τοῦ ἔχειν πλοῦτον, ὅς ἐστι πολλῶν περισπασμῶν αἴτιος, κρείττων ἂν εἴη πενία, ἧς ἡσυχία τὸ κάλλιστον, ἢ πλοῦτος, οὗ τὸ πολυμέριμνον καὶ πολυόχλητον ἴδιον· πάλιν τῷ φιλοχρημάτῳ μᾶλλον ἐπιθυμία χρημάτων ἢ δόξης, ὥστε παρ’ ἐκείνῳ κρείττω τὰ χρήματα τῆς δόξης· ἡ ἐπιθυμία τῆς ὑγείας μᾶλλον πᾶσιν ἢ χρημάτων, κρείττων οὖν ἡ ὑγεία τῶν χρημάτων. καὶ ἀνάπαλιν, εἰ ἐκεῖνα βέλτιστα, ὧν μᾶλλον ἐπιθυμοῦμεν, καὶ αἱ τῶν τοιούτων καλλιόνων ἐπιθυμίαι μείζονες τῶν ἐπιθυμιῶν, ἃς ἔχομεν ἐπὶ τοῖς ἐλάττοσιν ἀγαθοῖς. [b 7] καὶ ὧν αἱ ἐπιστῆμαι καλλίους καὶ σπουδαιότεραι, καὶ τὰ πράγματα καλλίω καὶ σπουδαιότερα· εἰ γὰρ ἡ φιλοσοφία ἐπιστήμη ἐπιστημῶν καὶ ὑπέρκειται, κρείττω ταύτης τὰ ἔργα καὶ τὰ πράγματα ἢ τὰ τῆς νομικῆς. [b 9] ὡς γὰρ ἔχει ἡ ἐπιστήμη, οὕτω καὶ τὸ ἐν ταύτῃ ἀληθές· ἔχει δὲ ἡ φιλοσοφία ἀποδεικτικῶς καὶ ἐξ ἀληθῶν καὶ πρώτων εὑρίσκει τὰ πράγματα· κρείττω οὖν τὰ ταύτης πράγματα τῶν τῆς νομικῆς, ἢ σοφιστική τίς ἐστιν ἐφ’ ἑκάτερα βοηθοῦσα.1 σπουδαιότεραι δὲ ἁπλῶς αἱ λογικώτεραι τέχναι τῶν πρακτικῶν καὶ βαναύσων. τῶν οὖν σπουδαιοτέρων καὶ τὰ ἔργα κρείσσω. ἀναλόγως δὲ καὶ τοῦδε τοῦ σπουδαιοτέρου ἀνδρὸς ἡ ἐπιστήμη κρείττων τῶν ἐπιστημῶν ἐκείνων, ἃς ἔχουσιν οἱ μὴ σπουδαιότεροι· οἱ γὰρ σπουδαιότεροι τὰς κρείττους ἐκλέγονται ἐπιστήμας, οἱ δὲ ῥᾳθυμότεροι τὰς χείρονας. [b 11] καὶ ὃ κρίναιεν ἂν ἢ κεκρίκασιν οἱ φρόνιμοι, μεῖζόν ἐστι τοῦ παρὰ μὴ τοιούτων κριθέντος· καὶ ὃ οἱ πάντες κρίνουσι, μεῖζον ἐκείνου, ὅπερ οὐχ οἱ πάντες κρίνουσι· καὶ ὃ οἱ πολλοὶ κρίνουσι, μεῖζον ἐκείνου, ὅπερ οὐχ οἱ πολλοὶ κρίνουσι· καὶ ὅπερ οἱ πλείους ἔκριναν, μεῖζον τοῦ παρ’ ὀλίγοις κριθέντος. πιθανοὶ δὲ οἱ τόποι καὶ εὐανάτρεπτοι. καὶ ὅπερ οἱ κράτιστοι ἔκριναν, ἀγαθὸν μεῖζον. [b 13] οἱ δὲ κρίνοντες ἢ ἁπλῶς κρίνουσιν ἤτοι ἐπιστήμονες ὄντες·2 ὁ μὲν γὰρ στρατηγὸς κρίνει τόδε κατὰ τὴν ἐνοῦσαν αὐτῷ περὶ τὰ πολεμικὰ ἐμπειρίαν, ὁ δὲ ῥήτωρ κρίνει τόδε κατὰ τὴν ἐνοῦσαν αὐτῷ ἐπιστήμην καὶ γνῶσιν καὶ δύναμιν. [b 14] ἤγουν οὕτω κρίνουσιν ἢ κατὰ φρόνησιν· ἤτοι ὅπερ κρίνουσί τινες πεπαιδευμένοι ὄντες περὶ πᾶν· εἰσὶ γάρ τινες ἐκ τῆς οἰκείας φρονήσεως οἷον γνώσεις τινὰς ἔχοντες ἐν ἑαυτοῖς καὶ γεωμετρικῶν θεωρημάτων καὶ φυσικῶν καὶ ἀστρονομικῶν καὶ ῥητορικῶν καὶ τῶν ἄλλων· οὗτοι δὲ καὶ δύνανται κρίνειν, εἰ ὅδε διαλέγεται καλῶς, ὅδε δὲ οὔ, καὶ εἰ ὅδε φυσικῶς ἀποδείκνυσιν ἄριστα τόδε ἢ μή, καὶ εἰ ῥήτωρ γενναῖος οὗτος, ὁ δὲ μή· οὗτοι λέγονται περὶ πᾶν πεπαιδευμένοι ὡς ἔχοντες οἷον πάντων ἀρχὰς καὶ ἀκούσματα, οὐ μέντοι ἀκριβῆ ἕξιν· ὁ γὰρ ἔχων ἀκριβῆ κατάληψιν ἐπιστήμων κυρίως λέγεται, οἱ μέντοι διαθέσεις τινὰς ἔχοντες καὶ μετρίαν γνῶσιν καὶ ἀρχάς τινας καὶ ἀκούσματα μόνον ἐν πᾶσι καὶ δυνάμενοι κρίνειν πεπαιδευμένοι καὶ κριταὶ λέγονται.
因此,诸本原若更大,出自它们的结果亦更大;出自它们的结果若[更大],诸本原亦[更大]。因为某德性的成果若相比另一德性更美且更大,前者德性亦比后者更美且更大;而此一德性若相比那一德性更美且更大,其成果亦必然更美且更大(因为勇敢的成果相比节制的成果是更美的)。而且诸原因若相比这些原因更大且为善,出自它们的结果亦更大且为善;因为有助于健康之事若大于令人愉悦之事,健康亦大于快乐;健康若大于快乐,其原因亦必然(我指的是有助于健康之事)大于令人愉悦之事。 [a 37] “而且其卓越之处更值得欲求且更美之事物,其自身即使离开卓越之处而单就其自身而言,亦是更值得欲求且更美的”,正如在我们此前所提出的视觉与嗅觉的例子中所能见到的;反之,若单就自身而言者更优,其卓越之处亦更美。因为此前我们是通过卓越之处更优来证明单就自身而言者亦更优,而现在我们则是通过单就自身而言者显得更优,来推论出其卓越之处更优。 [b 4] “而且对其渴望更美之事物,那些事物本身亦更美。”因为智者若更渴望宁静与不被纷扰,而非拥有财富——后者是诸多纷扰的原因——,那么以宁静为最美之物的贫困,便优于以多虑和烦忧为特性的财富。另一方面,对于爱财者而言,对金钱的渴望大于对声誉的渴望,因此在他看来金钱优于声誉;而对健康的渴望在所有人身上都大于对金钱的渴望,所以健康优于金钱。反之,我们越是渴望之事物若为最善,对这类更美之物的渴望亦大于我们对较小之善所持有的诸渴望。 [b 7] “而且其知识更美且更严肃之事物,其实事亦更美且更严肃。”因为哲学若为知识中的知识且居于上位,其成果与实事便优于法术的成果与实事。 [b 9] “因为知识如何,其中的真理亦如何”;而哲学以论证的方式存在,并从真实且第一的诸原理出发探寻诸事物;因此其诸实事优于法术之实事——或者说这是一种为双方辩护的诡辩术。简而言之,较为讲求理性的技艺比实践的、粗劣的技艺更为严肃。因此,更严肃者的成果亦更优。相应地,此一更严肃者的知识亦优于不那么严肃者所拥有的知识;因为更严肃者挑选更优的诸知识,而更为怠惰者挑选较差的诸知识。 [b 11] “而且明智者可能会判定或已判定的事物,大于由非此等人所判定的事物。”所有人判定的事物,大于并非所有人判定的事物;多数人判定的事物,大于并非多数人判定的事物;而且更多人判定的事物,大于在少数人看来被判定的事物。但这些论题虽具说服力,却容易被推翻。“而且最卓越者所判定的事物是更大的善。” [b 13]做出判定的人,要么是单纯地即作为具有专门知识者进行判定——因为将军依据其内在关于军事的经验判定此事,而修辞家依据其内在的知识、认识与能力判定此事——,[b 14]他们要么以此种方式判定,要么依据明智进行判定;即某些在一切方面受过教育者所判定的事物。因为有些人出于自身的明智,在自己内部仿佛对几何定理、自然学、天文学、修辞学及其他事物拥有某种认识;而这些人亦能判定此人是否谈吐良好而彼人不然,此人是否以自然学的方式把此事论证得尽善尽美或并非如此,以及此人是否为杰出的修辞家而彼人不然。这些人被称为在一切方面受过教育者,因为他们仿佛对一切事物拥有诸本原和基础听讲,但并无精确的品质;因为拥有精确把握者才被严格称为具备专门知识者,然而在一切事物中仅拥有某种倾向、适度的认识以及某些本原与基础听讲并能做出判定的人,则被称为受过教育者与审判者。
- 1.0.7ἢ σοφιστική τίς ἐστιν ἐφ’ ἑκάτερα βοηθοῦσα
传抄文本在连词 ἢ(“或者”)与关系代名词 ἥ(“这/其”)之间存在分歧。此处将其作为连词 ἢ 解读,引出一个插入式的贬损说明(“或者说这是一种为双方辩护的诡辩术”),以突显法术相对于哲学的劣势。将其读作修饰 νομικῆς 的关系代名词 ἥ(“即作为一种为双方辩护的诡辩术的法术”)同样能够成立,两者的基本意涵一致。
- 1.0.7οἱ δὲ κρίνοντες ἢ ἁπλῶς κρίνουσιν ἤτοι ἐπιστήμονες ὄντες
此句转述了亚里士多德原文(1364b13–14:ἢ ἁπλῶς ἢ ᾗ ἐπιστήμονές εἰσιν ἢ κατὰ φρόνησιν)。注解者将 ἢ ἁπλῶς 等同于 ἤτοι ἐπιστήμονες ὄντες(“单纯地,即作为专门知识者”),并将其与后文的 ἤγουν οὕτω κρίνουσιν ἢ κατὰ φρόνησιν(“或者以此种方式判定,或者依据明智判定”)相对置,构建了一个将判断者区分为专业技术人员与通识受教育者(明智者)的两分法结构。
