- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:1.1-3.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《修辞术》第一卷第二章(1356b34–1357a22)有关修辞术对象、听众特性及修辞推论结构的注释。注疏者阐明了熟议的对象以及适应听众理解力而进行简练推论的必要性,并将自己的见解与前代解释者(“那位哲学家”)的观点进行了对比。
ed. Neobarii [1356b34] καὶ ἡ διαλεκτικὴ οὐ σκοπεῖ τὸ δοκοῦν τῷ καθεκάστῳ, ἀλλὰ τὸ δοκοῦν τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. οὐ τοίνυν συλλογίζεται ἐξ ὧν ἔτυχε· δοκοῦσι γάρ τινα καὶ τοῖς παραληροῦσιν ἔνδοξα· ἀλλ’ ἐκείνη μὲν συλλογίζεται ἐκ τῶν λόγου δεομένων ἤγουν τῶν λόγου ἀξίων τῶν δοκούντων τοῖς ἐλλογίμοις, ἡ δὲ ῥητορικὴ ἐκ τῶν ἤδη βουλεύεσθαι εἰωθότων ἤτοι τῶν βουλευτῶν. [1357a1] ἔστι δὲ τὸ ἔργον αὐτῆς περί τε τοιούτων, περὶ ὧν βουλευόμεθα καὶ μὴ ἔχομεν τέχνας,1 ὥσπερ καὶ ἐν τοῖς Ἠθικοῖς εἶπε, περὶ τίνων ἐστὶν ἡ βούλευσις, ὅτι οὔτε περὶ τῶν ἀναγκαίων, εἰ κινηθῇ ὁ ἥλιος ἢ ἀνατελεῖ, οὔτε περὶ τῶν ἀδυνάτων, εἰ σύμμετρος ἡ διάμετρος, οὔτε περὶ ὧν ἔστι τέχνη καὶ ἐπιστήμη, οἷον εἰ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· ἀεὶ γὰρ οὕτως ἔχει, κἂν μὴ βουλευσώμεθα, τὰ ἀναγκαῖα· καὶ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι οὐκ ἀπὸ βουλῆς ἀλλ’ ἐπιστήμῃ διδάσκονται. τοίνυν βουλευόμεθα περὶ τούτων, ὧν οὐκ ἔχομεν τέχνας, [a 3] καὶ ἐν τοιούτοις ἀκροαταῖς, οἳ οὔκ εἰσι προειλημμένοι· τοῦτο γὰρ βούλεται λέγειν ἐκ τοῦ εἰπεῖν οἳ οὐ δύνανται διὰ πολλῶν συνορᾶν τὰ λεγόμενα ἐκ τοῦ μὴ προειλῆφθαι·2 ἡνίκα γὰρ οὐκ ἔστι προειλημμένος, ἀκολουθεῖ ταῖς πίστεσι τοῦ λέγοντος κατὰ μικρὸν καὶ συμπεραίνει ἠρέμα προσέχων ἑκάστῳ τῶν λεγομένων καὶ διανύων ‘ἡσύχῳ ποδὶ’ τὸ τοῦ λόγου τὴν εἰς γνῶσιν τῶν λεγομένων ἄγουσαν ὁδόν, οὐ μέντοι πόρρωθεν συλλογιζόμενος ὡς προειδὼς τὸ λεγόμενον. καὶ ἐν ἀκροαταῖς. ἤ, ὡς ἔφθην ὑφηγησάμενος, ἢ οὕτως ‘οὐ δεινοῖς διαλεκτικοῖς οὐδὲ συλλογιζομένοις καὶ σοφισταῖς· πεζὸς γὰρ καὶ καταλογάδην ὁ λόγος· οἱ δ’ ἀκροαταὶ οὐ δύνανται διὰ πολλῶν τεθέντων παρὰ τοῖς ῥήτορσι συνορᾶν καὶ θεωρεῖν τὸ ἐκ τῶν πολλῶν συναγόμενον, οὐδὲ συλλογίζεσθαι πόρρωθεν δύναται καὶ λέγειν, ὅτι ὅδε ὁ ῥήτωρ ἐκ τῆς ὁμωνυμίας ταύτης ἢ τούτου τοῦ νῦν τεθέντος λόγου μέλλει πιθανολογεῖν τε καὶ ψεύδεσθαι, εἰ καὶ πολλὰ παρεμπλέκει μεταξύ. [a 4] βουλευόμεθα δὲ περὶ τῶν ἐνδεχομένων γίνεσθαι ἀμφοτέρως ἔχειν, ἤγουν βουλευτέον περὶ τῶν ἐπαμφοτεριζόντων, οἷον ‘εἰ μὲν πλεύσω καὶ ἐμπορεύσομαι, πλουτήσω, εἰ δ’ ἡσυχάσω καὶ μελέτῃ λόγων προσέξω, θεωρητικὸς γενήσομαι’. [a 5] περὶ γὰρ τῶν ἀδυνάτων ἄλλως ἔχειν οὐδεὶς ὡς εἴπομεν βουλεύεται· ἀεὶ γάρ εἰσιν ἀδύνατα, ὡς τὰ ἀναγκαῖα ἀεὶ ὄντα. [a 7] ἐνδέχεται δὲ συλλογίζεσθαι καὶ ἀποδεικνύειν τὰ μὲν ἐξ ἀποδεδειγμένων πρότερον, οἷον ‘συλλογίσασθαι βούλομαι τὰ κατηγορημένα· ἀπέδειξα τὸν Φίλιππον μηδὲν ἀπηγγελκότα ἀληθές’ καὶ τὰ ἑξῆς, τὰ δὲ ἐξ ἀσυλλογίστων μὲν δεομένων δὲ συλλογισμοῦ διὰ τὸ μὴ εἶναι ἔνδοξα, οἷον 〈ὁ〉 θάπτων νεοσφαγὲς σῶμα· ‘εἰ μὲν μὴ παρίστασο μηδὲ ἔθαπτες, εἰ μὴ ἦν τὸ σῶμα νεοσφαγές, οὐκ ἂν ὑποψίαν δέδωκας’· ταῦτα λέγει δεόμενα συλλογισμοῦ καὶ ἀποδείξεως διὰ τὸ μὴ εἶναι ἔνδοξα. [a 10] ἀνάγκη δὲ τούτων τῶν λεγομένων τὰ μὲν μὴ εἶναι εὐπαρακολούθητα διὰ τὸ εἶναι πολλά, τὸν δὲ ἀκροατὴν μὴ προειλημμένον, τὰ δὲ μὴ πιθανὰ εἶναι διὰ τὸ μὴ εἶναι αὐτόπιστα μηδὲ ὁμολογούμενα. [a 13] ὥστε ἀναγκαῖον ἐντεῦθεν εἶναι 〈τό τε ἐνθύμημα〉 καὶ τὸ παράδειγμα, ἵνα καὶ πιθανὸς ὁ λόγος ᾖ καὶ ἀγωνιστικὸς καὶ ἀναγκαστικὸς ἐκ τῶν προτάσεων τοῦ ἐνθυμήματος καὶ τῆς ἐπαγωγῆς καὶ ἵνα εὐσύνοπτος ᾖ καὶ συντετμημένος καὶ εὐεπακολούθητος. [a 16] δεῖ δὲ καὶ ἐξ ὀλίγων λέγειν καὶ κατασκευάζειν τὸ λεγόμενον καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ συλλογισμός· τοῦ γὰρ συλλογισμοῦ ὄντος ἐκ δύο προτάσεων τὸ ἐνθύμημα ἔχει μίαν. ὃ γοῦν λέγει, τοιοῦτόν ἐστιν ὅτι ‘συντομίας φροντίζων καὶ βραχυλογίας ἐκ μιᾶς προτάσεως συμπέραινε τὸ λεγόμενον· τὸ γὰρ ἄλλο συνεννοεῖται τῷ ἀκροατῇ· ἐὰν γὰρ ᾖ γνώριμον, οὐδὲν δεῖ προστιθέναι’. [a 19] καὶ ἐπιφέρει τὸ παράδειγμα, οἷον ‘ὅδε ὁ Δωριεὺς Ὀλύμπιον ἀγῶνα νενίκηκε’· συμπέραινε οὖν ‘στεφανίτης ἄρα, τὴν δὲ μείζονα τὴν λέγουσαν, ὅτι πᾶς ὁ Ὀλύμπια νικῶν στεφανίτης, ἔασον· νοεῖται γὰρ καὶ μὴ προστεθεῖσα. οὕτω μὲν ἡ ἀλήθεια κατ’ ἐμὲ διαφαίνεται. ὁ μέντοι φιλόσοφος οὕτως ἐξηγήσατο τὸ ῥητὸν τὸ λέγον, ὅτι [a 16] καὶ ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ πρῶτος συλλογισμός·3 ἔφη γάρ, ὅτι πρῶτον μὲν ἀποδεῖξαι δεῖ τὸ πρᾶγμα διὰ λόγων μακροτέρων, εἶτα συλλογίσασθαι ἐκεῖνο διὰ λόγων ἐλαττόνων· ὡς καὶ ὁ Δημοσθένης ‘συλλογίσασθαι βούλομαι τὰ κατηγορηθέντα· ἀπέδειξα τὸν Φίλιππον μηδὲν ἀληθὲς ἀπηγγελκότα’ καὶ τὰ ἑξῆς. δεῖ γοῦν ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ὕστερον συλλογίζεσθαι ἢ ἐκ τοσούτων καὶ τοσαῦτα λέγειν, ἐξ ὧν ὁ πρῶτος συλλογισμὸς ἤγουν ἡ τοῦ πράγματος διὰ μακροῦ ἀφήγησις.
尼奥巴里乌斯编 [1356b34] 辩证术并不考察对个别人显得如此的事物,而是考察对大多数人或对智者显得如此的事物。因此,它并不是从随随便便的事物中进行推论;因为某些事物甚至对胡言乱语的人来说也是显得可信的;但辩证术是从需要理性证明的事物、即配得上理性证明且对有名望的人显得如此的事物中进行推论,而修辞术则是从人们已经习惯于熟议的事物、即从可加熟议的事物中进行推论。[1357a1] 它的功能在于关涉这样一些我们进行熟议而对其并不拥有技术的事物,正如他在《伦理学》中谈到熟议是关涉哪些事物时所说的那样:既不关涉必然的事物,例如太阳是否运转或升起;也不关涉不可能的事物,例如对角线是否可通约;亦不关涉那些已有技术与科学的事物,例如三角形的三内角是否等于两直角;因为必然的事物即便我们不加熟议也始终如此,而三角形的三内角不是通过熟议、而是通过科学被传授的。因此,我们对这些我们并不拥有技术的事物进行熟议,[a 3] 并且是在未抱有成见的听众面前;因为他所说的“不能通过许多环节总览所说之物的人”,意指因未预先理解而导致的状况;因为当人未抱成见时,他会一步一步地顺从说话者的说服凭据,并在静静留意每一句所说之物的同时得出结论,用俗话所说的“平静的脚步”走完通向认识所说之物的道路,而决不是像预先知晓所说之物那样从远处进行推论。“并且是在听众面前”。或者如我方才引导的那样,或者这样解释:“是在那些并非熟练的辩证家、也非推论者和智术师的人面前;因为演说是散文体和日常语言式的;而听众无法通过演说家们设立的许多前提,总览并考察从众多前提中推导出的结论,也不能从远处进行推论并指出,这位演说家正打算利用这一同名异义或利用现在设立的这番言辞来进行巧辩与欺骗,哪怕他在其间穿插了许多内容”。[a 4] “我们对可能具有两种状态的事物进行熟议”,即必须对具有两可性质的事物进行熟议,例如“如果我航海经商,我将致富;但如果我安守平静并致力于言辞的研习,我将成为长于沉思之人”。[a 5] 正如我们所说,对于不能处于其他状态的事物,没有任何人会进行熟议;因为它们始终是不可能的,正如必然的事物始终存在一样。[a 7] “推论和证明,有的可能出自先前已得到证明的事物”,例如“我愿对被指控的事项进行推论;我已证明腓力未通报任何真实之事”等等;“有的则出自未被推论、但因不可信而需要推论的事物”,例如埋葬刚被杀戮之尸体的人:“如果你没有在场也没有埋葬,如果尸体不是刚被杀戮的,你就不会引起怀疑”;他说这些事物因不可信而需要推论和证明。[a 10] “必然的是,在这些所说的事物中,有的因环节众多且听众未抱成见而难以跟进理解,有的则因非自明亦非大家公认而缺乏说服力”。[a 13] “因此必然的是,由这些因素产生出修辞推论与例证,以便言辞既有说服力,又通过修辞推论的前提和归纳而具有辩驳力与必然性,并且便于总览、简练且易于跟进”。[a 16] “并且还必须用少数前提、往往比三段论由之构成的那些前提更少的前提来表述和确立所说之物”;因为三段论由两个前提构成,而修辞推论只有一个。无论如何,他所说的是这样的意思:“顾及简练与简短,从单一前提得出所说之物的结论;因为另一前提已被听众一同领会;因为如果是为人熟知的,就根本无需赘加”。[a 19] 他接着举出例证,例如“这个多里厄斯在奥林匹亚竞赛中获胜了”;因此请得出结论:“所以他当受冠冕”,而舍去那条说“凡在奥林匹亚获胜者皆受冠冕”的大前提;因为即使不加上它,它也是被领会的。依我之见,真理正是这样显现的。然而那位哲学家对于说[a 16]“并且出自少数前提、往往比第一推论由之构成的那些前提更少的前提”这句原文,作了如下解释:因为他说,首先必须通过较长的言辞来证明该事物,然后通过较少的言辞对该事物进行推论;正如德摩斯梯尼也说“我愿对被指控的事项进行推论;我已证明腓力未通报任何真实之事”等等。无论如何,比起从第一推论(即对事物的长篇叙述)由之构成的那么多前提并说出那么多话来,此后必须从少数、且往往更少的前提进行推论。
- 1.0.0περὶ τοιούτων, περὶ ὧν βουλευόμεθα καὶ μὴ ἔχομεν τέχνας
关系代词 ὧν 指向前行词 τοιούτων,并在从句中同时支配动词 βουλευόμεθα(介词 περί 在从句中重复:περὶ ὧν)和句结构 μὴ ἔχομεν τέχνας(ὧν 作为宾格性属格依存于 τέχνας,“关于……的技术”)。
- 1.0.0τοῦτο γὰρ βούλεται λέγειν ἐκ τοῦ εἰπεῖν οἳ οὐ δύνανται διὰ πολλῶν συνορᾶν τὰ λεγόμενα ἐκ τοῦ μὴ προειλῆφθαι
主动词 βούλεται λέγειν 的主语是亚里士多德。第一个介词短语 ἐκ τοῦ εἰπεῖν... 表示引述的手段或依据(“通过说……”),末尾的 ἐκ τοῦ μὴ προειλῆφθαι 则表达所阐释现象的原因或内容(“即出自未被预先理解”)。两个带冠词不定词短语前后夹住引文部分。
- 1.0.0καὶ ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ πρῶτος συλλογισμός
在比较结构 ἐλαττόνων ἢ ἐξ ὧν... 中,比较级 ἐλαττόνων 承前共享介词 ἐκ,连词 ἤ 之后则重复了对等的介词短语 ἐξ ὧν。在关系从句内部省略了诸如 ἐστίν 或 συνίσταται 的谓语动词(“少于第一推论由之构成的[那些前提]”)。注疏者借此语法对比来比较自己对前提省略的解释与“那位哲学家”关于长篇预备证明与简短总结推论的解释。
