- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:29.8-30.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者依据亚里士多德《修辞学》第一卷第七章(1363b21–38),阐释了从最大者比较推及无条件比较的论题、基于伴随与内在关系的优劣、超出同一基准幅度更大者的优劣,以及产生者与其产物之间的互推优劣等若干论题。
ἐπεὶ δ’ εἴπομεν ἀρχῆθεν ἐν τοῖς ὑποτεθεῖσι λήμμασιν, ὅτι καὶ μέγα ἔχομεν τὸ ὑπερέχον τοῦ μικροῦ, δεύτερος ἔστω τόπος οὗτος· [b 21] εἰ τὸ μέγιστον ἔν τισι πράγμασι θεωρούμενον ὑπερέχει τοῦ μεγίστου τοῦδε, καὶ αὐτὰ ἁπλῶς τὰ πράγματα ἐκείνων, οἷον εἰ ὁ μέγιστος ἀνὴρ ὑπερέχει τῆς μείζονος γυναικός, καὶ οἱ ἄνδρες ἁπλῶς τῶν γυναικῶν. καὶ ἀντιστρέψας αὖθις εἶπε, εἰ ἁπλῶς τάδε τῶνδε κρείττω, καὶ τὰ μέγιστα τῶν μεγίστων κρείττω· εἰ γὰρ οἱ ἁπλῶς ἄνδρες κρείττονες τῶν ἁπλῶς γυναικῶν, καὶ οἱ μέγιστοι τῶν μεγίστων, καὶ εἰ οἱ ἄνθρακες τῶν μαργαριτῶν μείζους, καὶ ὁ μείζων ἄνθραξ τοῦ μείζονος μαργαρίτου μείζων, καὶ εἰ ὁ μείζων ῥήτωρ τοῦ μείζονος γραμματικοῦ καὶ νομικοῦ κρείττων, καὶ ὁ ἁπλῶς ῥήτωρ τοῦ ἁπλῶς γραμματικοῦ καὶ νομικοῦ κρείττων· πᾶς γὰρ ῥήτωρ καὶ γραμματικὸς κείσθω·1 ἡ ἀναλογία γὰρ οὕτως ἔχει ‘εἰ τὰ ἁπλῶς τῶν ἁπλῶς, καὶ τὰ μείζω τῶν μειζόνων, καὶ εἰ τὰ μείζω τῶν μειζόνων κρείττω, καὶ τὰ ἁπλῶς τῶν ἁπλῶς κρείττω’. [b 27] καὶ ὅταν τόδε μὲν τῷδε ἕπηται, ἐκεῖνο δὲ μὴ τούτῳ ἕπηται, πάντως ἀγαθὸν ἐκεῖνο τὸ ἡγούμενον καὶ συνεισφέρον ἕτερον ἀγαθόν, οὐ μὴν τὸ ἑπόμενον τὸ μὴ συνεισφέρον, οἷον ἡ ὑγεία συνεισφέρει τὸ ζῆν ἑπόμενον αὐτῇ καὶ τὴν ἐπιστήμην εἰσφέρει τὸ μεμαθηκέναι καὶ ὁ ἄνθρωπος τὸ ζῷον· κρείττω ἄρα τὰ συνεισφέροντα· ἔνεισι γὰρ αὐτοῖς κἀκεῖνα. [b 29] λέγει δὲ τὰ ἑπόμενα ἢ ἅμα εἶναι τῷ συνεισφέροντι ἀγαθῷ, ὡς τὸ ζῆν τῇ ὑγείᾳ, ἢ ἐφεξῆς, ὡς ἡ ἐπιστήμη τῷ μανθάνειν ἐφεξῆς· εἰσφέρεται γὰρ τῷ μανθάνειν ὕστερον τὸ ἐπίστασθαι· ὃς μὲν γὰρ μανθάνει, ἐπίσταται, οὐ μήν, ὃς ἐπίσταται, μανθάνει· ἐπίσταται γὰρ καὶ αὐτοφυῶς, ὡς αἱ ψυχαὶ κατὰ Πλάτωνα ἀναμιμνησκόμεναι, ἀλλὰ καὶ ἀπὸ ζητήσεως καὶ εὑρέσεως· οὐκ ἀντιστρέφει ἄρα. ὥστε ἐπὶ πλέον τὸ ἐπίστασθαι τοῦ μανθάνειν, κρεῖττον δὲ τὸ μανθάνειν κατά γε τὸν παρόντα τόπον. [b 30] ἕπεται δὲ καὶ τῇ δυνάμει τοῦ ῥητορεύειν τὸ λογογραφεῖν καὶ τῷ ἱεροσυλεῖν τὸ ἀποστερεῖν· ὥστε μεῖζον μὲν ἀγαθὸν τὸ ῥητορεύειν, κακὸν δὲ τὸ ἱεροσυλεῖν, ἔλαττον δὲ καλὸν μὲν τὸ λογογραφεῖν, κακὸν δὲ τὸ ἀποστερεῖν. ἐπιφέρει δὲ αἰτίαν τοῦ εἶναι μείζω τὰ ἡγούμενα καὶ συνεισφέροντα ἀγαθὰ τῶν ἑπομένων τὸ ἐνυπάρχειν αὐτῶν τὴν χρῆσιν τοῖς ἡγουμένοις·2 [b 30] εἰ γὰρ ὑγεία, καὶ ζωή· ἕπεται οὖν καὶ ἐνυπάρχει τὸ ζῆν τῇ ὑγείᾳ. ἐνταῦθα τοίνυν, ὁποῖον βούλει, δείκνυε ἀγαθόν, ποτὲ μὲν τὸ ἡγούμενον ἤγουν τὴν μάθησιν ὡς συνεισάγουσαν τὴν ἐπιστήμην, ἥτις ἐστὶ τὸ ἑπόμενον, ὁτὲ δὲ κρεῖττον ἀγαθὸν λέγε τὴν ἐπιστήμην ὡς τέλος ἐκείνης μὴ τέλους οὔσης, ἥτις ἐστὶν ἡ μάθησις. ἀδιάφορον οὖν, εἴτε τὸ ῥητορεύειν κρεῖττον, ᾧ ἕπεται τὸ λογογραφεῖν, εἴτε τὸ λογογραφεῖν κρεῖττον ὡς τέλος. τὸ δὲ τὴν ῥητορικὴν μανθάνειν οὐ μέγα ἀγαθόν, διότι μὴ τέλος. [b 33] καὶ τὰ ὑπερέχοντά τινος μείζονι μείζω, οἷον μείζων ἡ φρόνησις τοῦ πλούτου· διὰ τί; ὅτι ὑπερέχει μὲν καὶ ἡ φρόνησις τοῦ κάλλους, ὑπερέχει δὲ καὶ ὁ πλοῦτος, ἀλλὰ ἐν μείζονι μέρει ὑπερέχει ἡ φρόνησις τοῦ κάλλους ἢ ὁ πλοῦτος· ἡ ἄρα φρόνησις κρείττων· τῶν δύο γὰρ ὑπερεχόντων τινὸς ἑνὸς ὑποκειμένου μᾶλλον ὑπερέχει τόδε τοῦδε.3 ὥστε μεῖζον τὸ ὑπερέχον μᾶλλον τοῦ ἐλαττόνως ὑπερέχοντος, ὥσπερ καὶ ὁ δέκα μείζων τοῦ ὀκτώ· ὑπερέχουσι γὰρ ἀμφότεροι τοῦ ἕξ, ἀλλὰ μᾶλλον ὁ δέκα ὑπερέχει, ἧττον δὲ ὁ ὀκτώ. [b 35] καὶ τὰ τοῦ μείζονος ἀγαθοῦ ποιητικὰ μείζω, ὡς ἡ τεκτονικὴ τῆς σκυτοτομικῆς μείζων· ἡ μὲν γὰρ τεκτονικὴ οἰκίαν, ἡ δὲ σκυτοτομικὴ ὑπόδημα, κρείττων δὲ ἡ οἰκία τοῦ ὑποδήματος καὶ ἡ τεκτονικὴ λοιπὸν τῆς σκυτοτομικῆς. καὶ ἡ δόσις τῆς λήψεως κρείττων· ἡ μὲν γὰρ τὸ εὖ ποιεῖν δρᾷ, ἡ δὲ τὸ εὖ πάσχειν, κρεῖττον δὲ τὸ εὖ ποιεῖν τοῦ εὖ πάσχειν, κρεῖττον ἄρα τὸ διδόναι τοῦ λαμβάνειν. [b 36] καὶ ἀντιστρόφως μεῖζόν ἐστιν, οὗ τὸ ποιητικὸν μεῖζον· μείζων γὰρ ἡ οἰκία τοῦ ὑποδήματος, διότι καὶ τὸ ποιητικὸν τῆς οἰκίας κρεῖττον τοῦ ποιητικοῦ τοῦ ὑποδήματος, ἐπειδὴ κρείττων ἡ οἰκοδομικὴ τῆς σκυτοτομικῆς.
既然我们从一开始在预设的前提中就说过,我们也把超越于小者之物视为大者,那么且让如下这一条成为第二条论题: [b 21] “如果在某些事物中考察到的最大者超越了这一个最大者,那么这些事物本身无条件地也超越那些事物。”例如,如果最大的男子超越了[最大的]女子,那么无条件而言的男子也超越女子。他接着将其反转过来说,如果这些事物无条件地优于那些事物,那么最大者们也优于最大者们;因为如果无条件而言的男子优于无条件而言的女子,那么最大者们也优于最大者们;如果木炭大于珍珠,那么更大的木炭也大于更大的珍珠;如果更大的修辞家优于更大的文法家和法学家,那么无条件而言的修辞家也优于无条件而言的文法家和法学家;因为且假设每一个修辞家也是文法家;比例关系确实如此:“如果无条件的事物[优于]无条件的事物,那么更大者们也[优于]更大者们;如果更大者们优于更大者们,那么无条件的事物也优于无条件的事物。” [b 27] “并且,每当这一事物伴随着那一事物,而那一事物并不伴随着这一事物时”,那先行并附带引入另一善的事物无论如何都是善,但那并不附带引入的伴随者却并非如此;例如,健康附带引入伴随它的生命,学过附带引入知识,人附带引入动物;因此附带引入者更优;因为那些事物也内在于它们之中。 [b 29]他说,伴随的事物要么与附带引入的善“同时存在”,正如活着之于健康;要么“相继存在”,正如知识相继于学习;因为认知乃是在学习之后被引入的;因为学习者知晓,但知晓者却未必学习;因为知晓也可以是天生的,正如按照柏拉图的说法进行回忆的灵魂那样,但也可以来自探求和发现;因此二者并不相互换位。所以知晓在范围上广于学习,但至少按照当下的论题,学习更为优越。 [b 30]演说写作伴随着修辞的能力,侵占财物伴随着盗劫神庙;因此修辞是更大的善,盗劫神庙是[更大的]恶,而演说写作是较小的善事,侵占财物是[较小的]恶。他提出先行且附带引入的善大于伴随的善的原因,在于它们的使用内在于先行者之中;[b 30]因为若有健康,便也有生命;因此活着既伴随又内在于健康之中。在此处,随你意愿展示哪一种善皆可:有时将先行者即学习指为善,因其附带引入作为伴随者的知识;有时将知识称为更优的善,因其作为并非目的之事物即学习的目的。因此,无论修辞更为优越(演说写作伴随着它),还是演说写作作为目的更为优越,都无差别。但学习修辞学并不是大善,因为它不是目的。 [b 33] “而且,以更大的幅度超越某物的事物更大。”例如,明智大于财富。为什么呢?因为明智超越了美,财富也超越了[美],但明智超越美的程度大于财富超越美的程度;因此明智更为优越;因为在超越某一个共同基础的二者之中,这一事物超越的程度多于那一事物。因此超越较多者大于超越较少者,正如同十也大于八;因为二者都超越了六,但十超越得更多,八超越得更少。 [b 35] “而且,产生更大之善的事物也更大”,正如木作术大于制鞋术;因为木作术产生房屋,制鞋术产生鞋履,而房屋优于鞋履,因此木作术也优于制鞋术。施予也优于接受;因为前者行使行善,后者行使承受恩惠,而行善优于承受恩惠,因此给予优于接受。 [b 36] “反之,其产生者更大之处,该物也更大”;因为房屋大于鞋履,因为房屋的产生者也优于鞋履的产生者,因为建筑术优于制鞋术。
- 1.0.7πᾶς γὰρ ῥήτωρ καὶ γραμματικὸς κείσθω
将 καί 理解为副词“也”,读作“且假设每一个修辞家也是文法家”。作者在此预设了这一包容性前提(即每个修辞家都必然具备文法知识),以此说明后文比例比较关系的合理性。
- 1.0.7ἐπιφέρει δὲ αἰτίαν τοῦ εἶναι μείζω τὰ ἡγούμενα καὶ συνεισφέροντα ἀγαθὰ τῶν ἑπομένων τὸ ἐνυπάρχειν αὐτῶν τὴν χρῆσιν τοῖς ἡγουμένοις
主动词 ἐπιφέρει 的直接宾语为 αἰτίαν,由属格冠词不定式短语 τοῦ εἶναι μείζω τὰ ἡγούμενα... τῶν ἑπομένων(“先行且附带引入之善大于伴随者”)对其进行修饰;宾格冠词不定式短语 τὸ ἐνυπάρχειν αὐτῶν τὴν χρῆσιν τοῖς ἡγουμένοις(“它们的使用内在于先行者之中”)则与 αἰτίαν 构成同位语,具体指明这一原因的内容。
- 1.0.7τῶν δύο γὰρ ὑπερεχόντων τινὸς ἑνὸς ὑποκειμένου μᾶλλον ὑπερέχει τόδε τοῦδε
τῶν δύο... ὑπερεχόντων 既可理解为独立属格(“当两件事物超越某一个单一体时”),亦可视为界定比较范围的部分属格(“在超越某一个共同基础的二者之中”);它修饰主句 μᾶλλον ὑπερέχει τόδε τοῦδε(“这一事物比那一事物超越得更多”),表明是在同一基准上比较两者的超越幅度。
