- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:27.24-29.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段为亚里士多德《修辞学》第一卷第七章开篇的注解,确立了比较大小与善恶的基本定义与公理,并结合对手抄本经文表述的探讨,阐释了第一条论题:与目的相结合的较多数目的善优于较少数目的善。
7. Ἐπεὶ δὲ περὶ τοῦ πότερόν ἐστι μεῖζον τόδε ἀμφισβήτησίς ἐστι, ληπτέον τόπους, ἐξ ὧν τι κατασκευασθήσεται μέγα ἢ μικρόν, κακὸν ἢ ἀγαθόν· ἀμφιβάλλεται γάρ, πότερον μεῖζον τὸ εὐεργέτημα τὸ ποιῆσαι νίκην καὶ ἀριστεῦσαι ἢ τὸ ἁμάρτημα τὸ ἀνελθεῖν εἰς τὸ τεῖχος, καὶ πότερον μεῖζον εὐεργέτημα τὸ διῶξαι τὸν τύραννον ἐκ τῆς ἀκροπόλεως ἢ τὸ ἀποκτεῖναι, καὶ ποῖον μεῖζον ἀδίκημα, τὸ κατασκάψαι τὴν πόλιν ἢ τὸ γεωργῆσαι. ῥητέον οὖν ἐφεξῆς περὶ τοῦ μείζονος ἀγαθοῦ καὶ μᾶλλον συμφέροντος. [b 7] ἔστω δὲ ὡς λῆμμά τι καὶ ἀξίωμα προϋποκείμενον, ὅτι ὑπερέχει τί τινος, ἡνίκα τοσοῦτόν ἐστιν, ὅσον ἐκεῖνο, καὶ ἔτι, ὡς ὁ δέκα ὑπερέχει τοῦ ἓξ τοσοῦτος ὢν καὶ ἔτι. ὑπερεχόμενον δὲ λεγέσθω τὸ ἐλαττούμενόν τινος καὶ ὑποβεβηκὸς καὶ ὑπερεχόμενον. [b 9] καὶ τὸ μεῖζον μὲν πρὸς τὸ ἔλαττον λέγεται, μέγα δὲ πρὸς τὸ μικρὸν καὶ πολὺ πρὸς τὸ ὀλίγον, καθὼς ἔχουσι μεγέθους τὰ θεωρούμενα· εἰ μὲν γὰρ ὑπερέχει τῷ μεγέθει, μέγα λέγεται, εἰ δὲ τοὐναντίον, μικρόν. τούτων ὑποτεθέντων, ἵνα δηλωθῇ, ποῖον τὸ μεῖζον καὶ ποῖον τὸ ἔλαττον — χρῄζομεν γὰρ αὐτοῦ τούτου τοῦ λήμματος διὰ τὸ εἰδέναι σε, ὅτι καὶ τὸ τέλος, οὗ χάριν τἆλλα πράττεται, κρεῖττον τῶν πρὸς τὸ τέλος φερόντων, εἰ περιέχει ἐκεῖνα (ὄντος μὲν γὰρ τέλους ἀνάγκη εἶναι κἀκεῖνα, οὐ μὴν ἐκείνων ὄντων ἐστὶ καὶ τέλος) καὶ πολὺ ὡσαύτως τὸ περιέχον, ὀλίγον δὲ τὸ περιεχόμενον καὶ ἐλαττούμενον —, [b 12] ἐπεὶ οὖν οὕτως ἔχει ταῦτα, ἀγαθὸν δὲ λέγομεν τὸ αὐτὸ αὑτοῦ ἕνεκα ἤγουν τὸ τέλος, οἷον ὑποδείγματος χάριν ἡ ὑγεία· οὐ γὰρ ἄλλου χάριν αἱρετόν, ὡς τὸ γυμνάσιον· πολλοὶ γὰρ τῆς ὑγείας μὴ οὔσης οὐδὲ τὸ ζῆν ἐθέλουσιν. [b 14] καὶ ἀγαθόν, οὗ πάντ’ ἐφίεται, ᾗ τὸ εἶναι ἔχει καὶ ἡ ἡδονή· τοῦ γὰρ εἶναι πάντα καὶ τῆς ἡδονῆς τὰ αἰσθανόμενα ἐφίεται. καὶ ἀγαθά, ἃ ἕλοιτο νοῦν καὶ φρόνησιν λαβόντα τὰ ζῷα, ὡς τὸ θεωρεῖν ἐμφρόνως καὶ εἰδέναι τὰ ὄντα, τὰ ἄνω, τὰ κάτω, τὰ περὶ ἀνθρώπου, τὰ περὶ ζῴων καὶ τὰ λοιπὰ πολυωφελῆ καὶ ἀναγκαῖα ὄντα. [b 15] ἔστι δὲ ἀγαθὸν καὶ τὸ ποιητικόν, ὡς τὸ ἡδὺ ἡδονῆς καὶ αἱ ἀρεταὶ τῶν ἀγαθῶν καὶ τὸ ὑγιεινὸν ὑγείας. ἀγαθὸν δὲ καὶ τὸ φυλακτικόν, ὡς τὰ γυμνάσια ὑγείας φυλακτικά. [b 16] ἀγαθὸν δὲ καί, ᾧ ἕπεται τὰ ἀγαθά, ὥσπερ τὸ μανθάνειν ἀγαθόν· ἕπεται γὰρ αὐτῷ τὸ ἐπίστασθαι. καὶ τὸ ὑγιάζεσθαι καλόν· ἕπεται γὰρ αὐτῷ τὸ ἀπόνως ἔχειν. βούλεται οὖν ἐν τούτοις τοῦτο συναγαγεῖν καὶ εἰπεῖν, ὅτι μεῖζόν ἐστι τὸ μετὰ τοῦ τέλους ἔχον πλείονα ἀγαθὰ τοῦδε, οἷον εἰ ὑγεία τὸ τέλος, ἡ ῥώμη καὶ τὸ κάλλος καὶ ὁ πλοῦτος μετὰ τῆς ὑγείας τοῦ τέλους κρείττω καὶ μείζω τοῦ κάλλους καὶ τοῦ πλούτου μόνου· ὡς περιέχοντα γὰρ μείζω τῶν περιεχομένων εἰσίν. ἀπαρτίζεται δὲ τὸ νόημα εἰς τὸ [b 18] ‘ἀνάγκη τὰ πλείω ἀγαθὰ μετὰ τοῦ τέλους κρείττω εἶναι τῶν ὀλίγων’. τὸ οὖν οὗ ἕνεκα τέλος· τέλος δέ, οὗ χάριν τὰ λοιπά· αὐτὸ δὲ ἀγαθόν. διὸ ἐκεῖνα οὕτως ὤφειλεν εἰπεῖν· αὐτὸ δὲ τελικώτατον τὸ παθὸν ἐκεῖνα δι’ ἑαυτὸ τὰ πρὸς αὐτὸ φέροντα δι’ αὐτό·1 τέλος γὰρ τὸ παθὸν ἐκεῖνα δι’ ἑαυτό· αὐτὸ οὖν ἀγαθὸν τὸ πεπονθὸς ἐκεῖνα δι’ ἑαυτό. φέρεται δὲ οὕτως ἡ γραφή· [b 17] οὗ ἕνεκα τἆλλα αὑτῷ· τὸ δὲ ἀγαθὸν τὸ πρὸς αὑτὸ πεπονθὸς ταῦτα. καὶ ἴσως κάλλιον οὕτως· ἀγαθὸν γάρ, οὗ ἕνεκα τἆλλα αὑτῷ ἤγουν ἐν αὑτῷ, τὸ δὲ ἀγαθὸν ἐκεῖνο τὸ πεπονθὸς ἐκεῖνα· τοῦ γὰρ πεπονθέναι καὶ ὑπάρξαι ἐκεῖνα τὸ τέλος αἴτιον. εἰ δὴ ταῦτα οὕτως ἔχει (πολλοῖς γὰρ καὶ σχοινοτενέσι ῥήμασι τὸ θεώρημα ἐμεστώσαμεν), ἀνάγκη τὰ πλείω ἀγαθὰ συναριθμούμενα τῷ τέλει κρείττω εἶναι τῶν ὀλίγων. εἰκότως δὲ προσέθηκε τὸ συναριθμεῖσθαι τῷ τέλει τὰ συγκρινόμενα· εἰ γὰρ μὴ τοῦτο, εὑρεθήσεται τὰ πλείω χείρω τῶν ἐλαττόνων· καὶ γὰρ τὸ τέλος μεθ’ ἑνὸς ἀγαθοῦ κρεῖττον τῶν πλειόνων μὴ τελῶν ὄντων, οἷον ἡ ὑγεία καὶ ἡ ῥώμη κρείττω τοῦ κάλλους καὶ τοῦ πλούτου καὶ τῆς ἰσχύος καὶ τῆς εὐτεκνίας. πρῶτος οὖν τόπος τοῦ μεῖζον εἶναί τι ὅδε τὸ τὰ πλείω ἀγαθὰ εἶναι κρείττω τῶν ἐλαττόνων μετὰ τοῦ τέλους.
7. 既然关于这件事物是否更大存在争论,就必须获取借以确立某物为大或小、为恶或善的论题;因为人们存有疑问:立下战功并夺取胜利这一善行,与登上城墙这一过失,何者更大;将僭主逐出卫城与将其杀死,何者是更大的善行;以及将城池夷为平地与将其变为耕地,何者是更大的不义之行。因此,接下来必须论述更大的善与更为有益之事。[b 7] 且将如下之点设立为某种预先设定的前提与公理:当一事物与另一事物一样多且还有余时,它便超越了后者,正如十由于与六一样多且还有余而超越了六。而凡逊于某物、处于其下并被超越者,当被称为被超越者。[b 9] “更大”是相对于“较小”而言的,而“大”相对于“小”,“多”相对于“少”,正如所考察的事物具有量度那样;因为若在量度上超越,便被称为“大”,反之则被称为“小”。在设定了这些之后——为了表明何者更大、何者较小;因为我们正需要这同一个前提,以便让你知晓:其他事物为其缘故而行的目的本身,如果目的包含了那些导向目的的事物,也优于那些事物(因为目的存在时,那些事物必然也存在,但那些事物存在时,目的却未必存在),而包含者同样是“多”,被包含且逊色者则是“少”——,[b 12] 那么,既然这些情况如此,且我们称那为了自身之故的事物为善,也就是目的,例如作为范例的健康;因为健康不像体操那样是为了他物而被选择;事实上,若没有健康,许多人甚至不愿活着。[b 14] 凡一切事物所切望的也是善,正如存在与快乐那样;因为一切事物都切望存在,而具知觉者则切望快乐。动物若获得理智与明智便会选择的事物也是善,例如明智地沉思,认知存在者,包括上界之事、下界之事、关于人的事、关于动物的事以及其余极其有益且必不可少的事物。[b 15] 具有产生作用的事物也是善,正如令人愉悦之物产生快乐,德性产生善,合乎健康之物产生健康。具有保持作用的事物也是善,正如体操是健康的保持者。[b 16] 伴随着善的事物也是善,正如学习是善,因为认知伴随着它;恢复健康是善,因为免于痛苦的状态伴随着它。因此,他在这些话中意图推论并说明:连同目的在内具有更多善的事物,大于此[单独的]事物;例如,若健康是目的,则与健康这一目的结合在一起的体力、美貌和财富,优于且大于仅有美貌和财富;因为它们作为包含者大于被包含者。而这一思想完结于:[b 18]“连同目的在内的较多数目的善,必然优于较少数目的善”。因此,为其缘故者乃是目的;而目的是其他事物为其缘故而存在者;而目的本身就是善。所以,他本应当这样表述那些话:“那因自身而承受那些事物、即因它而导向它的事物者本身,乃是最具目的性的”;因为因自身而承受那些事物者乃是目的;因此,因自身而承受那些事物者本身就是善。但传抄的经文是这样的:[b 17]“其他事物为其缘故者,为其自身;而善乃是就自身而言承受了这些事物者”。或许这样表述更好:“因为善乃是其他事物为其缘故且为其自身、即在其自身之内者,而那个善便是承受了那些事物者”;因为目的乃是那些事物被承受并得以存在的原因。如果这些情况确实如此(因为我们用了许多冗长的言词填满了这一命题),那么与目的合算在一起的较多数目的善,必然优于较少数目的善。而他合情合理地加上了与目的合算在一起进行比较的限定;因为若非如此,较多数目的善就会显得劣于较少数目的善;因为与一种善相结合的目的,确实优于较多数并非目的的善,正如健康与体力优于美貌、财富、强力以及子嗣优良。因此,关于某物更大的第一条论题便是:连同目的在内的较多数目的善优于较少数目的善。
- 1.0.7αὐτὸ δὲ τελικώτατον τὸ παθὸν ἐκεῖνα δι’ ἑαυτὸ τὰ πρὸς αὐτὸ φέροντα δι’ αὐτό
注疏者为澄清亚里士多德原文而提出的重构表述。句中谓语为“αὐτὸ δὲ τελικώτατον”(其自身乃是最具目的性的),主语是实体化的分词短语“τὸ παθὸν ἐκεῖνα δι’ ἑαυτό”(因自身而承受那些事物者),而后续的“τὰ πρὸς αὐτὸ φέροντα δι’ αὐτό”则与“ἐκεῖνα”同格,用以具体说明导向该目的的手段。
- 1.0.7τούτων ὑποτεθέντων, ἵνα δηλωθῇ, ποῖον τὸ μεῖζον καὶ ποῖον τὸ ἔλαττον — χρῄζομεν γὰρ αὐτοῦ τούτου τοῦ λήμματος διὰ τὸ εἰδέναι σε, ὅτι καὶ τὸ τέλος, οὗ χάριν τἆλλα πράττεται, κρεῖττον τῶν πρὸς τὸ τέλος φερόντων, εἰ περιέχει ἐκεῖνα (ὄντος μὲν γὰρ τέλους ἀνάγκη εἶναι κἀκεῖνα, οὐ μὴν ἐκείνων ὄντων ἐστὶ καὶ τέλος) καὶ πολὺ ὡσαύτως τὸ περιέχον, ὀλίγον δὲ τὸ περιεχόμενον καὶ ἐλαττούμενον —, ἐπεὶ οὖν οὕτως ἔχει ταῦτα
以独立属格(τούτων ὑποτεθέντων)开篇的句式在被一段长插入句(χρῄζομεν γὰρ... ἐλαττούμενον)打断后形成了破格(anacoluthon),随后通过“ἐπεὶ οὖν οὕτως ἔχει ταῦτα”(那么,既然这些情况如此)重新引出论述主线。
未在正文中定位
