← 佚名

亚里士多德《修辞学》佚名评注

§30.26-32.10

自身为目的与自足性等比较善之优劣的论题

基于亚里士多德《修辞学》1363b37–1364a15,阐释了判定善之优劣的诸条论题及其实例,包括自身为目的、自足性以及本原/原因与结果之间的比较等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.7#3

πάλιν ἑτέρῳ παραδείγματι· [b 37] τὸ ὑγιεινὸν κρεῖττον τοῦ ἡδέος· τὸ γὰρ ὑγιεινὸν μείζονος ἀγαθοῦ ποιητικόν, τῆς ὑγείας, τὸ δὲ ἡδὺ ἐλάττονος, τῆς ἡδονῆς· ὡς οὖν τὸ ποιητικὸν μείζονος μεῖζον τοῦ ποιητικοῦ τοῦ ἐλάττονος, οὕτω καὶ ἡ ὑγεία ἡ ἐκ τοῦ ὑγιεινοῦ κρείττωντων1 τῆς ἡδονῆς καὶ μείζων τῆς ἐκ τοῦ ἡδέος. [1364 a 1] καὶ τὸ αἱρετὸν δι’ ἑαυτὸ καὶ καθ’ αὑτὸ κρεῖττον τοῦ μὴ δι’ ἑαυτὸ αἱρετοῦ, οἷον ἡ ἰσχὺς κρεῖττον τοῦ ὑγιεινοῦ· ἡ μὲν γὰρ ἰσχὺς δι’ ἑαυτὸ διωκτόν, τὸ δὲ ὑγιεινὸν διὰ τὴν ὑγείαν, οὐ δι’ ἑαυτό. [a 3] καὶ ἐὰν ᾖ τὸ μὲν ἀγαθὸν τέλος, τὸ δὲ πρὸς ἐκεῖνο φέρον, μεῖζον τὸ τέλος, οἷον τὸ εὖ ἔχειν κρεῖττον τοῦ γυμνάζεσθαι· τὸ μὲν γὰρ γυμνάζεσθαι πρὸς ἐκεῖνο φέρει, τὸ δὲ εὖ ἔχειν τέλος καὶ οὐ δι’ ἄλλο. καὶ ἡ ἐγκράτεια πρὸς τὴν σωφροσύνην ὁδός· ὥστε κρείττων ἡ σωφροσύνη. [a 5] καὶ τὸ ἧττον προσδεόμενον θατέρου κρεῖττον τοῦ προσδεομένου αὐτοῦ, οἷον ἡ γραμματικὴ κρείττων τῆς ῥητορικῆς· οὐ γὰρ προσδέεται αὐτῆς, ἡ μέντοι ῥητορικὴ δέεται αὐτῆς. πάλιν ἡ φιλοσοφία δέεται ἑτέρων, ῥητορικῆς φημι καὶ γραμματικῆς, ἡ μέντοι γραμματικὴ οὐκ αὐτῶν, καὶ ἐντεῦθεν κρείττων αὐτῶν ἡ γραμματικὴ ἐλαττόνων προσδεομένη ἢ ῥᾳόνων. [a 7] καὶ ὅταν τόδε μὲν ἄνευ τοῦδε μὴ ᾖ, οἷον κρείττων ἡ γεωργία τῆς σκυτοτομικῆς· γεωργὸς μὲν γὰρ ἄνευ ὑποδημάτων ζήσεται, σκυτοτόμος δὲ χωρὶς σίτου καὶ γεωργίας οὐδαμῶς. πάλιν κρείττων ἡ στρατιωτικὴ δύναμις τῆς βασιλείας· στρατιῶται μὲν γὰρ καὶ χωρὶς βασιλέως ἐπιζήσονται στρατεύοντες καὶ διατρεφόμενοι, βασιλεία δὲ χωρὶς στρατιωτῶν οὐδαμοῦ συστῇ. πάλιν φρόνησις ἀνδρίας· ἡ μὲν γὰρ φρόνησις οὐ δεῖται ἀνδρίας, ἀνδρία δὲ φρονήσεως ἀναγκαίως. καὶ ὥσπερ ὁ θεμέλιος κρείττων τοῦ ὀρόφου (ἄνευ γὰρ τούτου ἀδύνατον γενέσθαι ὄροφον· ὄροφος γὰρ ἀναγκαίως τούτου χρῄζει, οὐ μὴν ὁ θεμέλιος τοῦ ὀρόφου), ὁμοίως δὲ καὶ ἡ γραμματικὴ ἧττον προσδέεται τῆς ῥητορικῆς, ῥητορικὴ μέντοι ἀναγκαίως χρῄζει τῆς γραμματικῆς· κρείττων οὖν ἡ γραμματική· αὐταρκεστέρα γὰρ ὡς μὴ δεομένη ἑτέρας. [a 10] κἂν ᾖ ἀρχή, τὸ δὲ μὴ ἀρχή. ἐντεῦθεν κρείττων ἡ ἐγκράτεια τῆς σωφροσύνης· ἀρχὴ γὰρ ἡ ἐγκράτεια, οὐκ ἀρχὴ δὲ ἡ σωφροσύνη. καὶ ὁ φόβος ὁ στοιχειώδης κρείττων ἐν ἀρεταῖς ἀρχὴ ὤν. καὶ τὸ τὰ στοιχεῖα καὶ τὰς συλλαβὰς εἰδέναι τοῦ ψηφηφορεῖν κρεῖττον ὡς ἀρχή. κἂν ᾖ αἴτιον, τὸ δ’ οὐκ αἴτιον. ἐντεῦθεν κρεῖττον τὸ ὑγιεινὸν τῆς ὑγείας ὡς ποιητικὸν αὐτῆς. [a 11] ἄνευ γὰρ αἰτίου καὶ ἀρχῆς ἀδύνατον εἶναι τι γενέσθαι τι. ὥστε αἱ ἀρχαὶ καὶ τὰ αἴτια λόγον ἔχοντα τὸν ὧν οὐκ ἄνευ2 μείζω ἀγαθὰ τῶν ὑπ’ αὐτά. [a 12] καὶ ἐν δυσὶν ἀρχαῖς τὸ ἀπὸ τῆς μείζονος ἀρχῆς μεῖζον. κείσθωσαν φρόνησις καὶ πλοῦτος ὡς ἀρχαί, εὐβουλία δὲ καὶ εὐεργεσία ὡς ἐξ αὐτῶν· ἐπειδὴ γοῦν μείζων ἡ φρόνησις τοῦ πλούτου, καὶ ἡ εὐβουλία μεῖζον ἀγαθὸν ἢ ἡ εὐεργεσία, εἴπερ ἡ εὐβουλία ἀπὸ μείζονος ἀρχῆς τῆς φρονήσεως πρόεισι. [a 13] καὶ δυοῖν αἰτίοιν τὸ ἀπὸ τοῦ μείζονος αἰτίου μεῖζον. τεθείσθω τὸ ὑγιεινὸν ὑγείας ποιητικόν, τὸ δὲ ἡδὺ ἡδονῆς, μεῖζον δὲ τὸ ὑγιεινὸν τοῦ ἡδέος, μείζων ἄρα καὶ ἡ ὑγεία τῆς ἡδονῆς· ἡ γὰρ ὑγεία τὸ αἰτιατὸν αἰτίου ὄντος τοῦ ὑγιεινοῦ ἐξ ἀνάγκης ὑπέρκειται τῆς ἡδονῆς, εἴπερ ἐστὶν αὕτη αἰτιατὸν τοῦ ἡδέος, οὗπερ εὑρίσκομεν ἀσυγκρίτως τὸ ὑγιεινὸν ὑπερκείμενον. [a 14] καὶ ἀνάπαλιν δὲ δυοῖν ἀρχαῖν. ἐντεῦθεν βούλεται ἀντιστρόφως δεῖξαι ἀπὸ τῆς ὑπεροχῆς τοῦ αἰτιατοῦ πρός τι ἕτερον αἰτιατὸν καὶ τὸ αἴτιον τοῦ μείζονος αἰτιατοῦ ὑπερφέρον τοῦ ἐλάττονος αἰτιατοῦ αἰτίου· δύο γὰρ κειμένων αἰτιατῶν, εἰ τόδε μεῖζον τοῦδε, καὶ τὸ αἴτιον ἐκείνου τοῦ μείζονος ὑπερέξει τοῦ ἑτέρου αἰτίου, ὅπερ ἐστὶν ἐλάττονος αἴτιον. καὶ ἐπὶ τῶν ἀρχῶν ὁμοίως· εἰ γὰρ δύο πρόκεινται τελοῦντα ὑπό τινας ἀρχάς, ἔστι δὲ τόδε κρεῖττον τοῦδε, καὶ ἡ ἀρχὴ τοῦ κρείττονος κρείττων ἐστὶ τῆς ἑτέρας ἀρχῆς τῆς ἐχούσης ὑφ’ ἑαυτὴν ἔλαττον ἀγαθόν, ὡς ἐφ’ ὧν εἴπομεν παραδειγμάτων, εἰ καὶ μὴ σῴζουσιν ἀκριβῶς. [a 15] δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἀμφοτέρως μεῖζόν ἐστι φαίνεσθαι.3 τοῦτο πρὸς τὸν ἄνω τόπον ἀποδοτέον, ἐν ᾧ ἐλέγομεν [a 10] κἂν ᾖ ἀρχή, τὸ δὲ μὴ ἀρχή.

再次用另一个例子: [b 37] “合乎健康者优于令人愉悦者。”因为合乎健康者是更大之善即健康的产生者,而令人愉悦者是较小之善即快乐的产生者;因此,正如更大之善的产生者大于较小之善的产生者,来自合乎健康者的健康也优于快乐,且大于来自令人愉悦者之物。 [1364 a 1] “而且,因其自身且就其本身而言值得选择的事物,优于不因其自身而值得选择的事物”,例如强健优于合乎健康者;因为强健是因其自身而应当被追求的,而合乎健康者是因为健康的缘故被追求,并非因其自身。 [a 3] “而且,若一种善为目的,另一者为导向该目的者,则目的更大”,正如身体状态良好优于进行锻炼;因为进行锻炼导向那一目的,而身体状态良好乃是目的,不因其他事物而存在。自制也是通向节制的途径;因此节制更为优越。 [a 5] “而且,较少需要另一事物者,优于需要该事物者”,正如文法术优于修辞学;因为文法术不需要它,修辞学却需要文法术。此外哲学需要其他事物,我说的是修辞学与文法术,而文法术不需要它们,由此看来文法术优于它们,因为它需要较少或较为容易的事物。 [a 7] “而且,当没有这一事物那一事物便不能存在时[这一事物更优]”,例如农业优于制鞋术;因为农夫即使没有鞋履也能生存,鞋匠若没有粮食和农业则绝不能生存。此外军事力量优于王权;因为士兵们即使没有国王也能在出征和谋食中生存下去,但王权若没有士兵则在任何地方都不能成立。此外明智优于勇敢;因为明智不需要勇敢,勇敢却必然需要明智。正如地基优于屋顶(因为没有地基就不可能产生屋顶;屋顶必然需要地基,地基却不需要屋顶),同样地文法术也较少需要修辞学,而修辞学却必然需要文法术;因此文法术更为优越;因为它不需要另一者,从而更为自足。 [a 10] “而且,若一者是本原,另一者不是本原。”由此看来自制优于节制;因为自制是本原,节制却不是本原。基础性的畏惧作为本原在诸美德中也是更优的。知道字母和音节作为本原也优于进行投票。 “而且,若一者是原因,另一者不是原因。”由此看来合乎健康者作为健康的产生原因而优于健康。 [a 11] “因为没有原因和本原,任何事物都不可能存在或产生。”因此本原和原因具有“没有它们便不可能存在之物”的界说,是比处于它们之下的事物更大的善。 [a 12] “而且在两个本原中,来自更大本原者更大。”且假设明智与财富为本原,善于谋划与施恩为来自它们的事物;无论如何,既然明智大于财富,善于谋划也是比施恩更大的善,假若善于谋划确实出自更大的本原即明智。 [a 13] “而且在两个原因中,来自更大原因者更大。”且设定合乎健康者为健康的产生者,令人愉悦者为快乐的产生者;合乎健康者大于令人愉悦者,因此健康也大于快乐;因为健康作为以合乎健康者为原因的结果,必然高于快乐,假若快乐确实是令人愉悦者的结果,而我们发现合乎健康者无可比拟地高于令人愉悦者。 [a 14] “反过来在两个本原中亦然。”由此他希望反过来根据一个结果相对于另一个结果的优势,表明更大结果的原因也超越较小结果的原因;因为在设定了两个结果时,如果这一个大于那一个,那么那一个更大结果的原因也将超越另一原因(即较小结果的原因)。在诸本原上也是如此;因为如果有两件归于某些本原之下的事物被提出,且这一个优于那一个,那么更优者的本原也优于其下拥有较小之善的另一本原,正如在我们所举的例子中那样,哪怕这些例子并未严格保全这一逻辑。 [a 15] “由此,从所说的话中显而易见,在两方面显得更大都是可能的。”这一点应当归于上文的论题,即我们在其中说过的:[a 10]“而且,若一者是本原,另一者不是本原。”

语法注3 条
  1. 1.0.7κρείττωντων

    抄本讹误形态。根据后续的比较属格(τῆς ἡδονῆς),将其理解为单纯的比较级阴性单数主格 κρείττων(亦可设想为 κρείττων πάντων 之讹化,但鉴于比较对象已经明确,作比较级一词解最为自然)。

  2. 1.0.7λόγον ἔχοντα τὸν ὧν οὐκ ἄνευ

    分词 ἔχοντα 修饰主语 αἱ ἀρχαὶ καὶ τὰ αἴτια,定冠词 τὸν 复指 λόγον(“规定”或“资格”),引导固定关系句 ὧν οὐκ ἄνευ(“无之则不然”)充当限定它的定语。

  3. 1.0.7δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἀμφοτέρως μεῖζόν ἐστι φαίνεσθαι

    相较于亚里士多德原文(1364a15:φαίνεται),注解者使用了非人称结构 ἔστι 加上不定式 φαίνεσθαι(“得以显得……”或“可能显现为……”)来进行释义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:30.26-32.10