- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:26.11-27.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》1362b29–1363b4,举例说明特有、稀少、相称、易成、偏好等各类善的样态与定义,并总结了关于善与有益的论题。
[a 27] ἔτι ἀγαθὰ καὶ τὰ ἴδια, ὡς ἀνθρώπου μόνου τὸ γελαστικὸν καὶ τὸ λογογραφεῖν τῶν ῥητορευόντων καὶ τῶν πλουτούντων τὸ εὖ ποιεῖν. ἔτι ἀγαθά, ἃ μηδεὶς ἔχει, ὡς ἡ βασιλεία καὶ ὁ λίθος ὁ πολυτίμητος, καὶ τὰ περιττὰ καὶ κομψὰ καὶ ποικίλα ἔργα ἢ κτήματα ἢ χρήματα μείζω, οἷον εἰ τύχη τι εἰς κάλλος καὶ μέγεθος ἠσκημένον ἔργον ἐκ χρυσοῦ ἢ ἀργύρου, ἢ εἰ ἐκ χρωμάτων μέν, ἀλλ’ ἀνίκητον τὸ ἔργον, ὁποῖα τὰ τῶν παλαιῶν χρωματογράφων, ἢ οἰκία μεγάλη καὶ περιφανὴς ἐν πολλῇ περιττότητι· τιμὴ γὰρ τὰ τοιαῦτα τῶν ἐχόντων. [a 28] καὶ τὰ ἁρμόττοντά τισιν ἀγαθά, ὡς τῷδε μὲν ἥδε ἡ στολή, ἄλλη δὲ ἄλλῳ (τοῖς γὰρ ἱερωμένοις ἄλλη καὶ τοῖς μοναχοῖς ἄλλη) καὶ τῷ πλουσίῳ καὶ εὐγενεῖ τὸ εὐεργετεῖν ἁρμόττει καὶ τῷ ἀνδρείῳ τὸ ἀριστεύειν ἐν πολέμῳ. [a 29] καὶ τὰ ἐλλείποντα, κἂν μικρὰ ᾖ, ἀγαθὰ δοκεῖ· ὥσπερ εἴ ἔν τινι πλουσίου οἴκῳ ἐνδεῖ τὸ ὕδωρ, ἐκεῖνος τὸ ἐν μέσῃ τῇ οἰκίᾳ ῥέειν ὕδωρ ποθεινὸν ἡγεῖται καὶ μέγα ἀγαθόν· καὶ πάλιν, εἰ εὐγενής τις ὢν οὐκ ἔχει τι προσῆκον τῇ αὑτοῦ εὐγενείᾳ, σπουδάζει τὸ ἐνδεὲς ἁρμόττον δὲ τῇ αὑτοῦ εὐγενείᾳ πρᾶξαι λέγων καθ’ ἑαυτὸν ὡς ‘εἰ καὶ μικρὸν τόδε, ἀλλ’ οὖν τῇ ἐμῇ εὐγενείᾳ πρεπῶδές ἐστιν’, οἷον τὸ τὸν παῖδα διὰ παιδαγωγῶν καὶ μυσταγωγῶν τελειοῦσθαι. [a 31] καὶ τὰ εὐκατέργαστα καὶ συντόμως τελειούμενα ἀγαθά, οἷον τὸ ψηφηφορεῖν ἢ ἱππεύειν· ταῦτα γὰρ ὡς ῥᾴδια ἀγαθά. ἑρμηνεύει δέ τινα τὰ εὐκατέργαστα λέγων ἐκεῖνα εἶναι, ἃ οἱ πάντες κατωρθώκασιν, ὡς τὸ θέειν ἐν παιδιαῖς ἢ τὸ ἱππεύειν, ὡς εἴρηται, ἢ οἱ πολλοὶ κατώρθωσαν, ὅπερ οἶμαι ἐπανορθωτικὸν καὶ ἐφερμηνευτικὸν ἔσται τοῦ πάντες· εἰ γὰρ καὶ μὴ πάντες, ἀλλ’ οἱ πολλοί· οἷον τὸ γραμματικεύειν, εἰ κατώρθωσαν πολλοί, εὐκατέργαστον. [a 32] ἢ ὅσα ὅμοιοι κατώρθωσαν, ἀγαθὰ ὡς εὐκατέργαστα· οἷον εἰ στρατιωτῶν παῖς εἴη τις, εὐκατέργαστα ἀγαθὰ ἐκείνῳ, ὅσα οἱ τῶν ἄλλων στρατιωτῶν παῖδες ἰσήλικες ὄντες κατώρθωσαν. καὶ ὅσα οἱ ἥττους κατώρθωσαν, εὐκατέργαστα· οἷον εἰ δέκα ὅμοιοι στρατιῶται νενικήκασι, πολλῷ δήπου πάντως, εἰ τεσσαράκοντα ἐκεῖνοι τυγχάνουσι.1 [a 33] καὶ ἃ χαριοῦνται τοῖς φίλοις, ἀγαθὰ ἐκεῖνα πάντως, ὧν χρῄζουσι. καὶ ἃ ἀπεχθήσονται τοῖς ἐχθροῖς,2 ἤτοι ἀγαθά, ἅπερ εἰς ἀπέχθειαν καὶ μῖσος τῶν ἐχθρῶν καὶ ἄμυναν ἐπιδείξονται. [a 34] καὶ ὅσα ὁ σπουδαῖος πράττειν βούλεται καὶ ἐκεῖνοι, οὓς θαυμάζομεν. ἀγαθὰ τὸ τὰ δίκαια ποιεῖν, τὸ ἐπίστασθαι τὰ ὄντα, τὸ εὖ ποιεῖν, τὸ ἀληθές, τὸ ἐπιεικές, τὸ πονεῖν ἐν λόγοις. καὶ ἀγαθά, πρὸς ἃ εὐφυεῖς εἰσιν· ἔστι δὲ ὁ μὲν εἰς τὸ ῥητορεύειν δεξιός, ὁ δὲ εἰς τὸ στωμύλον καὶ ἀναισχυντεῖν. [a 35] καὶ πρὸς ἃ ἔμπειροι· οἷον εἰ πολλοῖς ἐτρίβη πράγμασί τις καὶ δίκαις ἐνετράφη καὶ δικασπολείοις, θᾶττον γενήσεται νομικὸς καὶ ἀγαθὸν ἐντεῦθεν ἐκείνῳ ἡ τῶν νόμων εἴδησις· ὥσπερ εἰ μετὰ ἰατρῶν ἀνήχθη τις καὶ νοσαζομένων καὶ θεραπευομένων, ἑτοίμως ἔχει πρὸς τὸ μαθεῖν τὰ τῆς ἰατρικῆς καὶ διὰ τοῦτο ἀγαθὸν ἐκείνῳ τὸ ἰατρεύειν. καὶ ἡ αἰτία· ῥᾷον γὰρ κατορθώσειν οἴονται ταῦτα, περὶ ἃ ἔμπειροί εἰσι. [a 36] καὶ ἃ μηδεὶς φαῦλος ἔχει, ἀγαθά· ἐπαινετὰ γάρ, οἷον τὸ σωφρονεῖν καὶ φιλοσοφεῖν. καὶ ἐκεῖνα ἀγαθά, ὧν ἐπιθυμήσας τις ἐπέτυχεν· οὐ γὰρ φαίνεται μόνον ἡδέα ταῦτα ἀλλὰ καὶ βελτίω. [a 38] καὶ ἔτι ἀγαθά, ἃ μάλιστα ἀποδέχεται ὁ καθ’ ἕκαστα, πρὸς ἃ φιλοτοιοῦτός ἐστιν· οἷον εἰ φιλόνεικός ἔστι τις, πρόκειται δέ πῃ φιλονεικία καὶ πόλεμος, ἀγαθὸν ἐκείνῳ φαίνεται τὸ προκείμενον. εἰ δὲ φιλεῖ τὴν νίκην ἐν τῷ παίζειν ἢ πυκτεύειν, εἰ πρόκεινται ταῦτα τὰ ἐξ ὧν ἡ νίκη, ἀσπάζεται αὐτά. καὶ οἱ φιλότιμοι· εἰ τιμή τις ἐκ τοῦ λογογραφεῖν ἐπιγίνεται, τὸ λογογραφεῖν ἐπιτηδεύεται, ἵνα δι’ ἐκείνου τιμὴν εὑρήσει.3 [b 3] περὶ μὲν οὖν ἀγαθοῦ καὶ τοῦ συμφέροντος ἐκ τούτου δεῖ τοὺς τόπους καὶ τὰς πίστεις λαμβάνειν.
[a 27] 此外,特有的事物也是善,正如唯独人具有发笑的能力,撰写演说词属于操持修辞学的人,行善属于富有的人一样。此外,无人拥有的事物也是善,例如王权和贵重的宝石,以及过剩的、精致的、多样的作品或财产或更巨额的财富,例如,假定某件由金或银制成的作品在美感与规模上经过精心打造,或者虽是由颜料所成、但其技艺却无可匹敌,正如古代彩绘画家的作品那样,或者处于极大富足之中的宏大显赫的居所;因为这类事物是对拥有者的一种荣耀。[a 28] 适合某些人的事物也是善,正如这件服饰适合某人,而另一件适合另一人(因为一件适合教士,另一件适合修士),行善适合富贵之人,而在战争中建立赫赫战功则适合勇敢之人。[a 29] 欠缺的事物,哪怕微小,也看似是善;正如倘若某位富人家中缺水,他便将屋宅中央流淌着水视为渴望之事与大善;又如,如果某位出身高贵的人缺少某件与其高贵身份相称的事物,他便热心去成就那欠缺却与其高贵身份相称的事,私下对自己说道:“纵然此事微小,但终究与我的高贵身份相宜”,正如让孩子由训蒙师与秘仪导师予以成全教导。[a 31] 易于完成且迅速达成的事物也是善,例如投票或骑马;因为这些事物因其容易而成为善。而他解释何谓易于完成之事,说那些事物是众人皆已成功达成的,如在游戏中奔跑或如前所述的骑马,或是多数人已经达成的——我认为这后半句是对“众人”的修正与补充说明;因为纵然不是众人,但也是多数人;例如学习文法,如果多数人已经达成,便属于易于完成之事。[a 32] 或者凡同辈之人已达成的事物,作为易于完成之事乃是善;例如倘若某人是军人的子弟,其他同龄的军人子弟所达成的事物,对他而言便是易于完成的善。凡较劣之人已达成的事物,也是易于完成的;例如,倘若十个地位相当的士兵获胜了,如果他们恰好有四十人,必定更是[极易获胜]。[a 33] 凡能取悦朋友的事物,即他们所需要的那些,必定是善。凡能使敌人憎恨的事物,即为了对敌人的敌意、仇恨与防御反击而展示的事物,也是善。[a 34] 凡优秀之人意欲去行之事,以及我们所赞叹的人所意欲去行之事也是善。善就是行正义之事、认知存在者、行善、真实、公允、在言论中辛勤劳作。凡人们天生具有禀赋的事物也是善;有人精于操持修辞,另一人则擅于饶舌与厚颜无耻。[a 35] 凡人们富有经验的事物也是善;例如某人若在诸多事务中受到磨砺,并在诉讼与法庭中成长,他就会更快地成为法律家,由此法律知识对他而言便是一件善;正如某人若在医生、病人与受医治者中抚养长大,他便欣然准备去学习医学事务,因此行医对他而言乃是一件善。其原因在于:人们认为在自己富有经验的事务上更容易成功达成。[a 36] 劣俗之人皆不具有的事物也是善;因为这些是受称赞的,正如节制与从事哲学。某人切望之后获得的事物也是善;因为这些不仅显得令人愉悦,而且显得更好。[a 38] 此外,各人尤为接纳的事物也是善,即他对之怀有特殊偏好的事物;例如若某人好斗,且某处摆出了争斗与战争,摆在面前的事物对他而言便显得是善。而如果他在游戏或拳击中热爱胜利,若摆出能带来胜利的事物,他便欣然接纳。热衷荣誉的人亦然:若撰写演说词能带来荣誉,他便致力于撰写演说词,以便通过它获取荣誉。[b 3] 那么,关于善与有益之事,必须由此出发获取论题与劝导论据。
- 1.0.6πολλῷ δήπου πάντως, εἰ τεσσαράκοντα ἐκεῖνοι τυγχάνουσι
主句的谓语动词(以及比较级成分)被省略。承接前文的 νενικήκασι,需要补充语义,即“假若他们有四十人,必定毫无疑问[获胜得容易得多]”。
- 1.0.6καὶ ἃ ἀπεχθήσονται τοῖς ἐχθροῖς
对亚里士多德原文(1363a33)καὶ ἃ τοῖς ἐχθροῖς ἀπεχθῆ(对敌人而言可憎之事)的转述。此处使用了动词 ἀπεχθάνομαι(被憎恨、招致反感)的将来时形式,关系代词 ἅ 作为主语(“将成为对敌人而言可憎的事物”)。
- 1.0.6ἵνα δι’ ἐκείνου τιμὴν εὑρήσει
表目的的连词 ἵνα 之后接续了直陈式将来时(εὑρήσει)而非虚拟式,这是后古典期及拜占庭希腊语中常见的句法特征。
