← 佚名

亚里士多德《修辞学》佚名评注

§260.16-261.22

结语的四要素及其自然次序

注解者论述了亚里士多德《修辞学》第3卷第19章关于结句的四个组成部分(争取听众好感与引发对对手的仇恨、放大与缩减、激发情感、提示回忆)的次序,并论证了为何这一安排顺应自然之理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.19#1

19. Ἐκ τοῦ κατασκευάσαι τὸν ἀκροατὴν πρὸς ἑαυτὸν εὖ ἔχειν ἤτοι ἐκ τοῦ κατασκευάζειν καὶ δεικνύειν ἑαυτὸν πρὸς τοὺς ἀκροατάς, ὅτι ἐστὶν ἀγαθὸς καὶ ὡς οὐχὶ δι’ ἔχθραν † καὶ λέγει καὶ διὰ τοῦτο ἵνα προσέχωσιν αὐτῷ, καὶ τὸ δεικνύειν τὸν ἐναντίον ἤτοι τὸν ἀντίδικον κακὸν καὶ διὰ τοῦτο κινεῖν τοὺς ἀκροατὰς εἰς μῖσος αὐτοῦ. [b 12] δεύτερον τὸ αὐξῆσαι μὲν τὰ τοῦ ἀντιδίκου καὶ δεῖξαι, ὡς μεγάλα κακά εἰσι, καὶ ταπεινῶσαι καὶ ἐλαττῶσαι τὰ οἰκεῖα κακὰ καὶ δεῖξαι, ὅτι ἐλάττω κακά εἰσι. τρίτον ἐκ τοῦ καταστῆσαι τὸν ἀκροατὴν καὶ διεγεῖραι εἰς πάθη ἤτοι ὀργὴν ἢ λύπην ἢ φόβον. καὶ ἐξ ἀναμνήσεως ἤτοι καὶ τέταρτον δι’ ἀνάμνησιν, ὡς ἀνακεφαλαίωσιν ἔχοντες τῶν ῥηθέντων ἐν τοῖς ἀγῶσιν οἱ ἐπίλογοι. [b 14] μετὰ γὰρ τὸ δεῖξαι ἑαυτὸν μὲν ἀληθῆ, τὸν δὲ ἐναντίον καὶ τὸν ἀντίδικον μὴ ἀληθῆ, καὶ μετὰ τὸ ἐπαινεῖν ἑαυτὸν καὶ ψέξαι τὸν ἀντίδικον ἤτοι μετὰ τὰς ἀποδείξεις πέφυκε τὸ ἐπιγαλκεύειν1 ἤτοι τὸ ἐπικατασκευάζειν καὶ δεικνύειν, ὅτι μέγα ἐστὶ τὸ ἔγκλημα καὶ τὸ ἀναμιμνῄσκειν. ὥσπερ ὁ χαλκεὺς πρῶτον ἐργάζεται τὸν ξέστην ἔχοντα ἐξοχὰς καὶ ἀνώμαλον, εἶτα χρῆται τῷ τόρνῳ καὶ ἐπιχαλκεύει αὐτὸν ἤτοι ἰσάζει, οὕτω καὶ τὸν ῥήτορα δεῖ πρῶτον ἀποδεῖξαι τὸ πρᾶγμα, ὅτι ἐγένετο, εἶτα χρήσασθαι τῇ αὐξήσει ἢ τῇ μειώσει ἢ τῇ ἀναμνήσει. [b 16] ἑνὸς γὰρ ἀπὸ τῶν δύο δεῖ στοχάζεσθαι, ἢ δεῖξαι, ὅτι τούτοις ἐστὶν ἀγαθὸς ἤτοι τοῖς ἀκροαταῖς, οὐ μὴν δὲ ἁπλῶς καὶ πᾶσιν, ἢ ὅτι ἁπλῶς· ἤτοι πᾶσι δοκεῖ ἀγαθός· ὅδε δέ, ὁ κατήγορος, πάλιν δείξει, ὅτι κακός ἐστι τούτοις τοῖς ἀκροαταῖς ἢ ὅτι ἁπλῶς ἤτοι πᾶσι δοκεῖ κακός. εἴρηνται δὲ οἱ τόποι, ἐξ ὧν δεῖ κατασκευάζειν καὶ δεικνύειν, ὅτι ὅδε σπουδαῖός ἐστιν ἢ φαῦλος. [b 19] τὸ δὲ μετὰ τοῦτο δεδειγμένον,2 ἤτοι ἀφ’ ὅτου δὲ δειχθῇ τόδε, ὅτι ἀγαθὸν ἢ κακόν, κατὰ φύσιν ἤτοι τοῦ φυσικοῦ ἐστι λόγου αὔξειν, ὅτι μέγα κακόν ἐστιν ἢ μέγα ἀγαθόν, ἢ ταπεινοῦν, ὅτι ἔλαττον ἀγαθόν ἐστιν ἢ κακόν· εἶτα δείκνυσι, πῶς ἐστι κατὰ φύσιν τὸ † οὕτως, καί φησιν, ὅτι δεῖ πρῶτον ὁμολογηθῆναι καὶ ἀποδειχθῆναι τὸ πρᾶγμα, εἶτα δεῖξαι τὸ ποσὸν αὐτοῦ, εἴτε μέγα ἐστὶν εἴτε μικρόν, ἤτοι εἴ τις μέλλει δεῖξαι τὸ ποσὸν τοῦ πράγματος, ὅτι μέγα ἐστὶν ἢ μικρόν, δεῖ πρῶτον ἀποδεῖξαι τὸ πρᾶγμα, ὅτι ἐγένετο, εἶτα δεῖξαι αὐτὸ τοσόνδε ἤτοι μέγα ἢ μικρόν. [b 22] καὶ γὰρ πρῶτον γίνεται καὶ πλαστουργεῖται τὸ σῶμα, εἶτα αὔξεται· ὄντος γάρ ἐστιν ἡ αὔξησις, οὐχὶ μὴ ὄντος· προγενομένοις γὰρ τοῖς σώμασιν ἕπεται ἡ αὔξησις τρεφομένοις. μετὰ δὲ ταῦτα δήλων ὄντων3 ἤτοι μετὰ δὲ τὸ ποιῆσαι αὐτὰ δῆλα, ὅτι ἐγένοντο, καὶ μετὰ τὸ δεῖξαι, οἷά εἰσιν, ἤτοι εἴτε ἀγαθὰ εἴτε κακά, καὶ μετὰ τὸ δεῖξαι αὐτά, ἡλίκα, ἤτοι εἴτε μεγάλα εἰσὶν εἴτε μικρά, τότε δεῖ παρακινῆσαι τοὺς ἀκροατὰς εἰς πάθη. [b 27] οἱ δὲ τόποι εἴρηνται ἡμῖν, ἐξ ὧν δεῖ τούτους εἰς ταῦτα παρακινεῖν. ὥστε λοιπὸν ἤτοι ἐπίλοιπόν ἐστιν ἀναμιμνήσκειν τοὺς ἀκροατὰς τῶν προειρημένων ἐν τῷ ποιῆσαι ἀνακεφαλαίωσιν αὐτῶν.

第19章。 “通过使听众对自己产生好感”,即通过向听众确立并表明自己是善良的,且不是出于仇恨†陈述,并因此使他们注意于他;并通过表明对方即诉讼对手是恶劣的,并因此促使听众憎恨他。 “其次”,是“放大”诉讼对手的事端并表明那是重大的罪恶,以及贬抑并缩减自己的过失而表明那是较小的罪恶。 “第三,通过使听众陷入”并激起“情感”,即愤怒、悲伤或恐惧。 “以及通过提示”,即第四是通过提示,因为结句包含着在诉讼争辩中所述之事的总括。 因为在表明自己是真实的而对方和诉讼对手并非真实之后,并在称赞自己且责备诉讼对手之后——即在完成论证之后——“锻平打磨”,即进一步确立并表明指控的重大性以及进行提示,乃是自然之理。正如铜匠首先制作出带有突起且不平整的量器,然后使用车床将其进一步锻打,即使其平整,演说家也应当首先论证事态确实发生,然后运用放大、缩减或提示。 因为人必须以两点之一为目标:要么表明他对这些人是善良的,即对听众而言,但并非绝对且对所有人而言;要么表明“绝对地”,即在所有人看来都是善良的;而这位指控者反过来将表明,他对这些听众是恶劣的,或者绝对地,即在所有人看来都是恶劣的。至于据以确立并表明某人高尚或卑劣的论题,则已经述及。 “在此之后,一旦被表明”,即在表明了这是善还是恶之后,“顺乎自然”——即属于自然之理——的是放大其为大恶或大善,或者贬抑其为较小的善或恶;接着他表明†如此顺乎自然是何意义,并说必须首先就事态达成一致并加以论证,然后表明其分量之大小;即如果有人打算表明事态的分量是大还是小,就必须首先论证事态确实发生,然后表明其为如此程度,即是大还是小。 “因为确实”身体首先生成并被塑形,“然后才生长;因为生长属于存在者,而不属于非存在者”;因为生长是伴随在先生出且受滋养的身体之上的。 “在这些事明了之后”,即在明确事态确实发生之后,并在表明它们是何性质即是善还是恶之后,且在表明它们有多大分量即是大还是小之后,那时才应当驱使听众陷入情感。 “我们已经论述了据以驱使听众陷入这些[情感]的论题”。 “因此剩下的事”,即其余的事,就是通过对前述诸事进行概括来提醒听众。

语法注3 条
  1. 3.1.19ἐπιγαλκεύειν

    底本中的 ἐπιγαλκεύειν 是 ἐπιχαλκεύειν 的讹误(或音变形式)。紧随其后的比喻(“铜匠 χαλκεύς…… ἐπιχαλκεύει αὐτόν”)证实了其含义,指在论证确立之后对指控进行最后的锤炼加工与强化补充。

  2. 3.1.19τὸ δὲ μετὰ τοῦτο δεδειγμένον

    此引文对应于亚里士多德原文(1419b19)中的τὸ δὲ μετὰ τοῦτο δεδειγμένων ἤδη(其中 δεδειγμένων ἤδη 为独立属格)。此处文本作主格或宾格中性分词(δεδειγμένον),而注解者将其转述为时间从句(ἀφ’ ὅτου δὲ δειχθῇ τόδε,“从这被表明之时起”),在构词上按时间性条件结构进行理解。

  3. 3.1.19μετὰ δὲ ταῦτα δήλων ὄντων

    此句引自亚里士多德原文(1419b24),句法上为独立属格结构。注解者紧接着用介词 μετὰ 搭配带冠词不定词的短语(μετὰ δὲ τὸ ποιῆσαι αὐτὰ δῆλα... καὶ μετὰ τὸ δεῖξαι...)来进行改写,从而明确了逻辑与时间上的先后次序:只有在事态及其规模被证明确立“之后”,方可进入情感煽动环节。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:260.16-261.22