- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:258.23-260.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》第3卷第18章(1419a23–1419b9),通过索福克勒斯和斯巴达监察官的事例说明当提问者以疑问形式提出结论时的应对方法,并论及诉讼中以笑声瓦解严肃的做法,以及自由人的反讽与小丑鄙俗之笑的区别。
[a 23] οὐ γὰρ χαλεπόν ἐστιν ἐν τοῖς τοιούτοις προορᾶν, ἐν τίνι ὁ λόγος καὶ ἡ ἀπάτη. καὶ τοῦτο, ἤτοι πῶς δεῖ ἐρωτᾶν, καὶ αἱ λύσεις τούτων φανερόν ἐστιν ἐκ τῶν Τοπικῶν. καὶ δεῖ τὸν ἀποκρινόμενον εἰπεῖν τὴν αἰτίαν πρὸς τὸν συμπεραινόμενον, εἴ γε ποιήσει τὸ συμπέρασμα ὡς ἐρώτημα, καὶ ἐρωτηματικῶς προτείνειν.1 [a 28] πρόβουλοι ἐλέγοντο οἱ βουλευόμενοι πρὸ τῆς τῶν πραγμάτων ἀποβάσεως· ὅθεν ἐβουλεύσαντο καταστῆσαι τετρακοσίους ἄρχοντας εἰς τὸ τὴν πόλιν διευθύνειν. ὁ δὲ Σοφοκλῆς καὶ αὐτὸς πρόβουλος ἦν, ὃς καὶ ἠρωτήθη ‘ἆρά γε ἔδοξε καὶ σοὶ ὡς καὶ τοῖς ἄλλοις προβούλοις καταστῆσαι τετρακοσίους ἄρχοντας διευθύνοντας τὴν πόλιν;’ ὁ δὲ ἔφη ‘ναί’. ‘τί δέ; οὐ πονηρόν σοι ἔδοξε τετρακοσίους ἄρχοντας καταστῆσαι; ἐπὶ λύμῃ γὰρ τῆς πόλεως γεγόνασιν.’ ὁ δὲ ἔφη ‘ναί’. εἶτα τὸ συμπέρασμα ἐρωτηματικῶς προήχθη παρὰ τοῦ Πεισάνδρου ‘οὔκουν καὶ σὺ ταῦτα τὰ πονηρὰ ἔπραξας;’ ὁ δὲ ἀπεκρίθη ‘ναί’, ἐπειπὼν καὶ τὴν αἰτίαν ‘οὐ γὰρ ἦν ἄλλα [f. 77v] βελτίω ποιῆσαι ἢ τὸ τετρακοσίους ἄρχοντας καταστῆσαι’. εὗρον σχόλιον τοιοῦτον· [a 28] τετρακόσιοί τινες κατεῖχον τὴν πόλιν τὰς Ἀθήνας· τῆς δὲ ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παραλαβόντων τὴν πόλιν ἐξέπεσον οἱ τετρακόσιοι, εἶτα καταλυθέντων τῶν τριάκοντα ὑπὸ Θρασυβούλου αὖθις γίνεται σκέψις περὶ τοῦ εἰ δεῖ καταστῆσαι τοὺς τετρακοσίους. ἢ οὐ πονηρά σοι ταῦτα, τὰ τῶν τριάκοντα. [a 31] ἔφοροι ἐλέγοντο οἱ τῆς πόλεως ἄρχοντες. Λάκων τις ἐδίδου εὐθύνας καὶ λόγους, ὧν ἔπραξε κατὰ τὸν τῆς ἐφορείας καιρόν, καθ’ ὃν ἔφορος ἦν. οἱ μὲν οὖν ἄλλοι ἔφοροι κακῶς δράσαντες καὶ ἐπὶ λύμῃ τῆς πόλεως γεγονότες ἐτιμωρήθησαν· ἠρωτᾶτο γοῦν ὁ Λάκων ‘ἆρά γε δικαίως ἀπολωλέναι καὶ τιμωρηθῆναι δοκοῦσί σοι οἱ ἕτεροι ἄρχοντες;’ ὁ δὲ ἔφη ‘ναί’. καὶ πάλιν ‘τί δέ; οὐχὶ καὶ σὺ ταὐτὰ τούτοις ἔθου καὶ ἔδρασας;’ καὶ ὃς ἔφη ‘ναί’. εἶτα τὸ συμπέρασμα ἐρωτηματικῶς προήχθη ‘οὐκοῦν καὶ σὺ δικαίως ἀπόλοιο ὡς ταῦτα δράσας;’ καὶ ὃς ‘οὐ δῆτα’ ἔφη, ἐπειπὼν καὶ τὴν αἰτίαν ‘οἱ μὲν γὰρ χρήματα λαμβάνοντες καὶ δωροδοκούμενοι τὰ κακὰ ταῦτα ἔπραξαν, ἐγὼ δὲ οὐ δῶρα λαμβάνων ταῦτα ἐποίουν ἀλλὰ γνώμῃ οἰκείᾳ ἀγνοῶν τὸ βέλτιον’. [a 36] διὸ μετὰ τὸ συμπέρασμα οὐ δεῖ ἕτερόν τι ἐρωτᾶν, ἀλλ’ οὐδὲ αὐτὸ τὸ συμπέρασμα δεῖ ἐρωτᾶν, εἰ μὴ τὸ πολὺ περιῇ2 ἤτοι εἰ μὴ περισσοτέρα ἐστὶν ἡ ἀλήθεια καὶ πολλή τίς ἐστιν ἡ τῆς ἀληθείας περιουσία· ὅτε γὰρ τὸ συμπέρασμα ᾖ φανερῶς ἀληθές, τότε δεῖ ἐρωτᾶν, ὡς ἂν μὴ δύνηται ἀρνεῖσθαι αὐτὸ ὁ ἀποκρινόμενος διὰ τὸ εἶναι φανερῶς ὁμολογούμενον. [b 2] ἐπεὶ πολλάκις ἐν τοῖς ἀγῶσιν ἤτοι ταῖς ἀποδείξεσι χρώμεθα τοῖς γέλωσι, καὶ ὁ Γοργίας ἔφη τὴν μὲν σπουδὴν ἤτοι τὰ σπουδαῖα καὶ γενναῖα ἐπιχειρήματα τῶν ἐναντίων ἤτοι τῶν ἀντιδίκων διαφθείρειν ἐν τῷ κινεῖν τοὺς ἀκροατὰς εἰς γέλωτα· ὅταν γὰρ ἴδῃς, ὅτι τὰ ἐπιχειρήματα τοῦ ἀντιδίκου εἰσὶ γενναῖα, κίνει γέλωτα τοῖς ἀκροαταῖς, ἵνα οἱ ἀκροαταὶ ἀσχολούμενοι ἐν τῷ γελᾶν μὴ προσέχωσι τοῖς λεγομένοις ἐπιχειρήμασι. [b 4] τὸν δὲ γέλωτα διαφθείρειν· εἰ δὲ ἴδῃς τοὺς ἀκροατὰς γελῶντας καὶ μὴ προσέχοντας, δεῖ διαλύειν τὸν γέλωτα ἐν τῇ σπουδῇ ἤτοι διὰ τῶν σπουδαίων ἐπιχειρημάτων καὶ γενναίων, ἵνα τούτοις προσέχοντες μὴ ἐνασχολῶνται τῷ γελᾶν. ὀρθῶς λέγων ὁ Γοργίας. εἴρηται, πόσα εἰσὶν εἴδη, καθ’ ἃ κινήσει τις τοὺς ἀκροατὰς εἰς γέλωτα, ἐν τῷ Περὶ ποιητικῆς. σχόλιον· [b 3] ἐν τοῖς ἀγῶσι καὶ ἐν ταῖς ἀποδείξεσι τῶν ἐναντίων γέλωτι, ὥσπερ ὁ Δημοσθένης τὰ σπουδαῖα τοῦ Αἰσχίνου διὰ τοῦ μισθωτοῦ διέφθειρε· τὸν δὲ γέλωτα ἤτοι τὰ γελοῖα τοῦ Αἰσχίνου ἐν σπουδῇ διὰ τοῦ ‘τότε τοίνυν ὁ Παιανιεὺς ἐγὼ βάταλος Οἰνομάου τοῦ Κωθωκίδου πλείστων ἄξιος ἐφάνην τῇ πόλει’. βάταλος λέγεται ὁ βδελυρός, ὁ αἰσχρός, ὁ λάγνος. ὁ γοῦν Δημοσθένης, ἔστ’ ἂν ἦν νέος, ἐλέγετο βάταλος ὡς λάγνος, ὕστερον δὲ γηράσας καὶ ἀκίνητος ὢν περὶ τὰς συνουσίας ἐλέγετο ἀργός. ὡ* τῶν εἰδῶν τοῦ γέλωτος ἄλλο μὲν ἁρμόττει τῷ ἐλευθέρῳ ἄλλο δὲ τῷ βωμολόχῳ. [b 7] εἰρωνεία ἐστίν, ὅταν τις κατειρωνευόμενος λέγῃ πρός τινα πονηρὸν ‘ὁ χρηστός, ὁ ἀγαθός’. καὶ ὁ μὲν ἐλευθέριος κινεῖ τὸν γέλωτα ἕνεκα ἑαυτοῦ, ἤτοι ἢ ἵνα αὐτὸς γελᾷ ἢ κινῇ γέλωτα ἄλλοις χάριν ἑαυτοῦ, ἤτοι ἐλαττῶν ἑαυτόν, ὁ δὲ βωμολόχος ἄλλους κινεῖ εἰς τὸ γελᾶν καὶ ἕτερον γελᾷ, οὐχ ἑαυτόν.3 ὁ δὲ ἐλευθέριος ἑαυτὸν γελᾷ ὡς ταπεινῶν ἑαυτὸν δι’ εἰρωνείαν.
“因为在诸如此类的事态中,预先看出论辩与欺骗之所在并不困难”。这件事,即应当如何发问,以及对这些问题的化解,从《论题篇》中便可明了。如果作出结论的人将结论做成问题并以疑问方式提出,那么应答者应当向他说明原因。 在事务结局出现之前进行审议的人被称为事前审议官;由此他们曾审议设立四百名掌权者来治理城邦。索福克勒斯自己也是事前审议官,他也曾被问及:“是否你也和其他事前审议官一样,认为应当设立治理城邦的四百名掌权者?”他答道:“是的”。 “那又如何?设立四百名掌权者,对你来说难道不显得是坏事吗?因为他们是为了城邦的毁灭而出现的”。他答道:“是的”。随后,珀珊德罗斯以疑问的形式导出了结论:“那么你自己不也是做了这些坏事吗?”他回答说“是的”,并补充说明了原因:“因为除了设立四百名掌权者之外,不可能做其他更好的事”。 我发现了这样一条古注: 某四百人曾把持雅典城邦;但在埃戈斯波塔米海战发生、三十人僭主接管城邦时,四百人被罢黜,随后三十人僭主被色拉叙布洛斯推翻后,关于是否应当设立四百人再次展开探讨。或者,“这些对你来说难道不是坏事吗”是指三十人僭主的事。 城邦的掌权者被称为监察官。某个斯巴达人正就其身为监察官的监察官任期内所做之事接受审查并作出陈述。其他监察官因作恶并给城邦带来毁灭而遭惩处;于是这个斯巴达人被问及:“其他掌权者被处死和惩处,在你看来是否公正?”他答道:“是的”。对方又问:“那又如何?你自己难道不是也定下并做了与他们相同的事吗?”他说:“是的”。随后结论以疑问的形式被导出:“那么你自己作为做了这些事的人,难道不也该公正地被处死吗?”他补充说明原因说“绝非如此”:“因为他们是收受钱财和贿赂而做出这些恶事的,我却并非接受礼物而做这些事,而是凭自己的判断,因不知晓何为更好而做的”。 “因此在得出结论之后,不应再问其他任何事,甚至不应询问结论本身,除非有多余的大量剩余”,即除非真相更为优越,且真相有着极大的富余;因为当结论显然为真时,那时才应当发问,以使应答者因其显然公认而无法予以否认。 “因为我们在诉讼斗争中”,即在论证中,“常常使用笑声;正如高尔吉亚所言,应当通过引发听众发笑来瓦解对手的严肃”,即瓦解诉讼对方严肃而强有力的论据;因为当你看到诉讼对方的论据强有力时,就应当引起听众发笑,以便听众因忙于发笑而不注意所说的论据。 “并且瓦解笑声”:如果你看到听众发笑且不予关注,就应当用严肃,即通过严肃而强有力的论据来化解笑声,以便他们关注这些论据而不致专心于发笑。 “正如高尔吉亚正确所说的”。至于人们通过哪些种类引发听众发笑,其种类在《诗学》中已有论述。 古注: “在诉讼斗争中”以及在对手的论证中“用笑声”瓦解,正如德摩斯梯尼通过雇工一词瓦解了埃斯基涅斯的严肃主张;而通过严肃瓦解埃斯基涅斯的笑声,即其可笑之言,则是通过这句话:“那时我,派阿尼亚人巴塔罗斯,与科托基代人奥伊诺马奥斯相比,显现为对城邦最有价值的人”。所谓巴塔罗斯,是指可憎者、可耻者、淫荡者。德摩斯梯尼年轻时因淫荡被称为巴塔罗斯,后来年老在性事上无能后则被称为无所作为者。在笑的种类中,一种适合自由人,另一种适合小丑。 “反讽”是指某人冷嘲热讽地对一个恶人说“仁慈的人、高尚的人”。自由人是为了自身而引发笑声,即或是为了自己发笑,或是为了自身而在他人中引起笑声,即通过贬低自己来做到这一点;而小丑则是引他人发笑,嘲笑别人,而不是嘲笑自己。但自由人嘲笑自己,犹如通过反讽来谦逊自己。
- 3.1.18καὶ ἐρωτηματικῶς προτείνειν
不定式 προτείνειν 紧接在条件从句 εἴ γε ποιήσει τὸ συμπέρασμα ὡς ἐρώτημα(将来时直陈语气)之后,在句法上受主句非人称动词 δεῖ 支配,省略了主格性质的主词宾格 τὸν συμπεραινόμενον,意为“[得出结论者应当]以疑问的形式提出”。在意义上亦可理解为与 ποιήσει 并列的条件性表述。
- 3.1.18εἰ μὴ τὸ πολὺ περιῇ
引自亚里士多德原文(1419a36)。不及物动词 περιεῖναι(剩余、占优)的现在时虚拟语气 περιῇ 与主语 τὸ πολύ(多数、大量)构成条件从句。注解者将其释为 ἤτοι εἰ μὴ περισσοτέρα ἐστὶν ἡ ἀλήθεια καὶ πολλή τίς ἐστιν ἡ τῆς ἀληθείας περιουσία,理解为“真理占据绝对优势或具有充沛的富余”。
- 3.1.18ἕτερον γελᾷ, οὐχ ἑαυτόν
动词 γελᾶν(笑)带直接宾语宾格(ἕτερον, ἑαυτόν)的及物用法,意为“嘲笑……”、“拿……取乐”。这与前文的不及物用法(κινεῖ εἰς τὸ γελᾶν)形成对照,并在下文的 ὁ δὲ ἐλευθέριος ἑαυτὸν γελᾷ(自由人嘲笑自己)中保持了一致的结构。
