- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:261.22-262.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》卷三第19章(1419b28–1420b4),通过将结句的第四项要素即提示(总括)与开篇的事端陈述进行对比,论述了要点的总结方式。他探讨了通过并置、单列、反讽和提问来概括双方论据的方法,并解释了为何结句的末尾适宜采用无连词的短句风格。
τοῦτο δὲ ἤτοι τὸ ἀναμνῆσαι δεῖ ποιεῖν οὕτως, ὥσπερ καί τινες λέγουσιν, οὐ καλῶς δὲ λέγουσιν, ὅτι καὶ ἐν τοῖς προοιμίοις δεῖ λέγειν τὸ πρᾶγμα δι’ ἀνάμνησιν· [b 30] καὶ λέγουσι γὰρ τὸ πρᾶγμα πολλάκις εἰπεῖν, ἤτοι καὶ ἐν προοιμίοις καὶ διηγήσει καὶ ἐν ἀγῶσιν, ἵνα ἡ ὑπόθεσις, περὶ ἧς ὁ λόγος, ᾖ εὐμαθὴς ἤτοι εὐμνημόνευτος. [b 31] ἐκεῖ μὲν ἐν προοιμίοις δεῖ τὸ πρᾶγμα εἰπεῖν, ἵνα μὴ λανθάνῃ τοὺς ἀκροατάς, περὶ τίνος ἐστὶν ὁ λόγος, ἐνταῦθα δὲ ἐπὶ τῶν ἐπιλόγων οὐ λέγομεν τὸ πρᾶγμα, ἀλλὰ τὰ ἐπιχειρήματα λέγομεν, δι’ ὧν δέδεικται τὸ πρᾶγμα, ὅτι ἐγένετο, πλὴν λέγομεν ταῦτα κεφαλαιωδῶς ἤτοι συντετμημένως δι’ ἀνάμνησιν. [b 33] ἀρχὴ δὲ τοῦ ἐπιλόγου καὶ τῆς ἐν αὐτῷ ἀναμνήσεως τῶν προρρηθέντων, ὅτι ἤδη ἀποδέδωκα καὶ ἀπέδειξα, ἃ ὑπεσχόμην ἀποδεῖξαι, ὡς τὸν Αἰσχίνην ψευσάμενον καὶ παραπρεσβεύσαντα. ὥστε λεκτέον ἐν τῷ ἐπιλόγῳ δι’ ἀνάμνησιν, ἅ τε ἤτοι τίνα εἰσίν, ἃ ὑποσχεθεὶς ἀποδεῖξαι ἀπέδειξα, καὶ δι’ ὃ ἤτοι καὶ διὰ τί ἀπέδειξα, ἵνα δείξω τὸν Αἰσχίνην ἐχθρὸν τῆς πόλεως καὶ διὰ τοῦτο τιμωρίας ἄξιον. [b 34] λέγεται ἐξ ἀντιπαραβολῆς καὶ ἐξ ἀντιθέσεως καὶ συγκρίσεως τοῦ ἐναντίου ἤτοι τοῦ ἀντιδίκου, οἷον ‘ἐγὼ μὲν εἶπον τόδε, ὁ δὲ ἀντίδικός μου τόδε, καὶ ἐγὼ μὲν τόδε ἔδειξα, ἐκεῖνος δὲ τόδε’. παραβάλλειν δὲ ἢ ὅσα εἶπον ἀμφότεροι περὶ τὸ αὐτὸ ἢ μὴ κατὰ ἀντιπαραβολὴν ἤτοι ἐκ παραβολῆς λέγειν αὐτά,1 ἀλλ’ ἰδίᾳ μὲν λέγειν σε, ὅσα εἶπας, ἰδίᾳ δέ, ὅσα ὁ ἀντίδικός σου περὶ τῆς αὐτῆς ὑποθέσεως. [1420 a 1] καὶ διὰ ταῦτα εἶπον τόδε ἤτοι διὰ τὸ δεῖξαι τὸν Αἰσχίνην ἐχθρὸν τῆς πόλεως. ἢ ἐξ εἰρωνείας λέγειν αὐτά, ὅτι οὗτος, ὁ ἀντίδικος, εἶπε τάδε, ἐγὼ δὲ τάδε. εἶτα εἰρωνευτικῶς· καὶ τί ἂν ἐποίει ὁ ἀντίδικός μου ἢ ἔλεγεν, εἰ ἔδοξε τάδε ποιῆσαι ἤτοι χρηστὰ καὶ πρὸς ὠφέλειαν τῆς πόλεως, ἀλλὰ μὴ ταδὶ ἤτοι ἀλλὰ μὴ φαῦλα καὶ πρὸς βλάβην τῆς πόλεως. [a 3] ἢ ἐξ ἐρωτήσεως λέγειν αὐτά· τί οὐ δέδεικται, ἐξ ὧν ὑπεσχόμην ἀποδεῖξαι; ἢ οὗτος τί ἔδειξεν, ὧν ὑπέσχετο; πάντως οὐδέν. ἢ οὖν ἐκ παραβολῆς δεῖ λέγειν καὶ ἐκ συγκρίσεως, ἃ εἶπας αὐτὸς καὶ ἃ εἶπεν ὁ ἀντίδικός σου, ἢ κατὰ φύσιν, ὡς ἐλέχθησαν, ἤτοι ἄνευ παραβολῆς, ἤτοι πρῶτον λέγειν τὰ τοῦ κατηγόρου πάντα καὶ οὕτως πάλιν ἰδίᾳ λέγειν τὰ ἑαυτοῦ ἐπιχειρήματα ἤτοι τὰ οἰκεῖα, ἐὰν βούλῃ ἄνευ παραβολῆς, χωρὶς ἤτοι ἰδίᾳ. [b 2] τελευτὴ δὲ καὶ τέλος τῆς λέξεως καὶ τοῦ ἐπιλόγου ἁρμόττει τὸ ἀσύνδετον καὶ κομματικόν,2 οἷον ‘ἀκηκόατε· ἔχετε· κρίνατε’· εἰ γὰρ ἀσύνδετα εἴπῃς, ἔσται ἐπίλογος, ἀλλὰ μὴ λόγος· τὸ γὰρ μετὰ συνδέσμου λέγειν ἔχει τάσιν. ὁ λόγος ὁ μετὰ συνδέσμου καὶ μακροκωλία ἐστίν· ἡ δὲ μακροκωλία οὐκ ἐπιλόγῳ ἁρμόττει ἀλλὰ λόγῳ· ὁ γὰρ ἀσύνδετα λέγων ἔοικε κεκμηκότι καὶ καμόντι τῷ λέγειν δεδειγμένον ἤδη σπουδαῖον ἢ φαῦλον. [1419 b 34] καὶ δι’ ὃ ἤτοι διότι ἀπέδειξε, λεκτέον. [1420 a 4] ἢ ἐκ παραβολῆς, τὸ ἢ παρέλκον.3
而这,即进行提示,应当按如下方式进行:正如某些人所说——尽管他们说得并不妥当——在开篇中也应当为了提示而陈述事端。 因为他们确实主张应当多次陈述事端,即在开篇、叙述和争辩中都陈述,以使演说所围绕的主题容易领会,即容易被记住。 在开篇那边,应当陈述事端,以使听众不致忽略演说是关于什么的;但在此处结句中,我们陈述的不是事端,而是由此表明事端确实发生过的那些论据,只是我们为了提示而概括地即简略地陈述这些论据。 而结句以及其中对前述诸事的提示的“开端”是:“我已经履行并证明了我曾承诺要证明的事”,比如埃斯基涅斯撒谎并背叛了使团职责。因此必须在结句中为了提示而陈述:我承诺证明而证明了的事情是什么,以及“为了什么”,即为什么进行证明,以表明埃斯基涅斯是城邦之敌,并因而应当受罚。 这是“通过并置”,即通过与对方亦即诉讼对手的对照和比较来陈述的,例如:“我说了这个,而我的对手说了那个;我表明了这个,而他表明了那个。”而必须“比较”双方就同一问题所说的一切,或者不按并置即通过比较来陈述它们,而是单独陈述你所说的一切,并单独陈述你的对手就同一主题所说的一切。 “并且为了这些缘故我说了这个”,即为了表明埃斯基涅斯是城邦之敌。或者“通过反讽”来陈述它们,说:这位诉讼对手说了这些,而我说了这些。接着反讽地说道:“如果我的对手决意做这些事”,即良善且有利于城邦的事,“而不是这些事”,即不是恶劣且有害于城邦的事,“那么他会做什么或说什么呢?” 或者“通过提问”来陈述它们:“在我曾承诺证明的事情中,有什么是没有被证明的?或者此人在他承诺的事情中证明了什么?全然没有。”因此,要么必须通过比较和对照来陈述你自己说的事情和你的对手说的事情,要么“顺乎自然地,如其被述说的那样”,即不通过比较——即如果你愿意不通过比较、分开即单独地陈述,就首先陈述指控者的一切,然后同样单独陈述自己的论据即属于自己的事情。 作为措辞和结句的结论与终结,“无连词”和短句的风格“是恰当的”,例如:“你们听过了;你们知晓了;请裁决吧。”因为如果你不用连词来说,它就会是结句,而不是连贯的言说;因为带有连词的陈述具有延展性。带有连词的言说是包含长句段的;而长句段不适合结句,却适合连贯的言说。因为不用连词说话的人,就像因说话而筋疲力尽、在事情已经被表明为高尚或卑劣之后疲惫不堪的人一样。 “以及为了什么”,即他为何证明,必须加以陈述。 “或者通过比较”中的“或者”是多余的。
- 3.1.19παραβάλλειν δὲ ἢ ὅσα εἶπον ἀμφότεροι περὶ τὸ αὐτὸ ἢ μὴ κατὰ ἀντιπαραβολὴν ἤτοι ἐκ παραβολῆς λέγειν αὐτά
不定式 παραβάλλειν 与 λέγειν 承接前文的 δεῖ / λεκτέον 表述应当之意,或作为祈使性格的不定式使用。后文在 ἰδίᾳ μὲν λέγειν σε 中补充了宾格代词 σε 作为不定式的主语,构成了 ἢ... ἢ... 的析取对照结构。
- 3.1.19τελευτὴ δὲ καὶ τέλος τῆς λέξεως καὶ τοῦ ἐπιλόγου ἁρμόττει τὸ ἀσύνδετον καὶ κομματικόν
句子的语法主语是带有冠词的中性形容词实质化短语 τὸ ἀσύνδετον καὶ κομματικόν,而前置的 τελευτὴ δὲ καὶ τέλος 作为表语性同位成分(“作为措辞与结句的结论与终结”)。动词 ἁρμόττει 在此作为不及物动词与该主语搭配。
- 3.1.19τὸ ἢ παρέλκον
语法及注疏术语 παρέλκον 是动词 παρέλκω 的中性现在分词,意为“多余的”或“赘疣的(pleonastic)”。在此处作为谓语,指明引文中的连词 ἢ 在语境中是冗余的。
