- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:24.34-26.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解《修辞学》1363a16–26,梳理了对西摩尼得斯诗句的相反解释,继而论述了明智者所选取的善、选择的对象、难易两重可能性,以及依人所愿以最小代价达成之善。
ὕβριν οὖν ἡγήσαντο Κορίνθιοι τὸ ποιηθὲν ὑπὸ Σιμωνίδου καλῶς· δειλοὶ γὰρ καὶ ἄνανδροι πεποίηνται παρ’ αὐτοῦ,1 εἴπερ οὐκ ἐμέμψατο τὸ Ἴλιον αὐτοῖς, ταὐτὸν δὲ εἰπεῖν οὐ ψόγον οὐδὲ λοιδορίαν ἀφῆκεν αὐτοῖς· τὸ γὰρ ὅμοιον οὐ μέμφεται τῷ ὁμοίῳ. ἢ καὶ ὥσπερ ἀγαθόν ἐστι πρᾶγμα τὸ ὑπὸ τῶν ἐχθρῶν ἐπαινούμενον, φαῦλοι δὲ ἄνθρωποι, οὓς οἱ φίλοι ψέγουσιν, οὕτω καὶ ἀγαθοὶ ἄνδρες ἐκεῖνοι,2 οὓς ἐπαινοῦσιν οἱ ἐχθροὶ μὴ ψέγοντες μηδὲ μεμφόμενοι. τοῦτο μέντοι μὴ εἰδότες οἱ Κορίνθιοι, ὅτι ἀγαθοὶ μᾶλλον, οὓς οὐ ψέγουσιν οἱ ἐχθροί, λελοιδορῆσθαι ὑπέλαβον ὑπὸ Σιμωνίδου ποιήσαντος “Κορινθίοις δ’ οὐ μέμφεται τὸ Ἴλιον” ἤτοι οὐ ψέγει τοὺς Κορινθίους τὸ Ἴλιον οὐδὲ δειλίαν καταγινώσκει, ἀλλ’ ἐπαινεῖ καὶ θαυμάζει τὴν ἀνδρίαν, εἰ καὶ κακῶς παρ’ ἐκείνων ἔπαθε καὶ ἐχθρὸν ἦν τὸ ἔθνος καὶ πολέμιον. ἐκεῖνο δ’ οὐ συνῆκαν, ὅτι τὸ ‘οὐ μέμφεται’ ταὐτὸν ἦν τῷ ‘οὐ ψέγει’, τὸ δὲ μὴ ψέγεσθαί τινα παρὰ τῶν ἐναντίων ἔπαινος κατορθώματος. [a 16] καὶ ὃ τῶν φρονίμων τις προέκρινεν, ἀγαθόν, ὥσπερ ὁ Ὀδυσσεύς, ὃν ἡ Ἀθηνᾶ, καὶ ἡ Ἑλένη, ἣν ὁ Θησεύς, καὶ Ἀλέξανδρος ἀγαθός, ὃν αἱ θεαὶ ἐπελέξαντο κριτήν, καὶ ὁ Ἀχιλλεὺς μείζων, ὃν Ὅμηρος τῶν ἄλλων Ἑλλήνων ἐπὶ τῷ τῆς ἀνδρίας ἀγαθῷ κρείττονα πάντων ἔδειξε. [a 19] καὶ ὅλως ἀγαθὰ τὰ προαιρετά· ἃ γὰρ πρὸ τῶνδε αἱρούμεθα ὡς ὠφελιμώτερα, ταῦτα ἀγαθά. προαιροῦνται δὲ οἱ ἄνθρωποι πράττειν τά τε προειρημένα ἤτοι τὰ πᾶσιν ἐπαινετὰ καὶ τὰ βλαβερὰ τοῖς ἐχθροῖς καὶ ἀγαθὰ τοῖς φίλοις καὶ ἃ ὁ φρόνιμος προκρίνει καὶ τὰ δυνατὰ αὐτοῖς· ἂν γὰρ διαγνῶμέν τι ἀδύνατον ὂν ἡμῖν, ἀφιστάμεθα. [a 21] τὰ δὲ δυνατὰ διχῶς, τά τε γενόμενα μέν, δυσκόλως δὲ καὶ ἐπιπόνως· δυνατὸν γὰρ κτηθῆναι τὴν ἀρετήν, ἀλλ’ ἐν πόνῳ πολλῷ, καὶ τὴν σοφίαν καὶ γνῶσιν τῶν ὄντων, ἀλλ’ ἐν ἱδρῶτι. δυνατὰ δὲ καὶ τὰ προχειρότατα καὶ ὅσα χωρὶς λύπης κτῶνται, ὡς ἡ τῶν νῦν ᾀσμάτων διδασκαλία ῥᾳδίως τοῖς εὐφώνοις καὶ ἐν ὀλίγῳ χρόνῳ καταλαμβανομένη, ὁποῖαι καί τινες τῶν τεχνῶν ἐν ὀλίγῳ χρόνῳ κατορθούμεναι. ἐπιχειρῶν οὖν τις ἑκατέρωθεν ποτὲ μὲν ἀποδείξει μεῖζον ἀγαθὸν ἐκεῖνο, ἐν ᾧ πολλοὺς πόνους εὕρομεν, ποτὲ δὲ τοὐναντίον μεῖζον τὸ προχείρως καὶ ἄνευ λύπης καταλαμβανόμενον· τὰ χαλεπὰ γὰρ ὁρίζονται οἱ ἄνθρωποι ἢ τὰ μετὰ λύπης καὶ πόνου κτώμενα, ὡς ἡ ἀρετὴ καὶ ἡ γνῶσις τῶν ὄντων, ἢ τὰ ἐν πλήθει χρόνου κατορθούμενα,3 ὡς αὐτά τε ταῦτα, ἃ εἴπομεν, καὶ πρὸς τούτοις ἰατρικὴ καὶ νομικὴ πολλῆς ἐμπειρίας καὶ χρόνου καὶ γυμνασίας χρῄζοντα διὰ τὰ καθ’ ἕκαστα ὑποκείμενα ἄπειρά τε ὄντα καὶ ἀπερίληπτα. [a 25] καλὰ δέ εἰσι καὶ ἀγαθὰ κἀκεῖνα, ἃ κατορθοῦνταί τισιν, ὡς βούλονται αὐτοὶ οὗτοι οἱ σπουδάζοντες κτήσασθαι. βούλονται δὲ ἢ μηδὲν κακὸν παθεῖν, οἷον νίκης ἐφίεται καὶ τροπαίων τις καὶ τοῦ καταπολεμῆσαι τὸν ἀλλόφυλον, βούλεται μηδὲν ἐν πολέμῳ παθεῖν κακὸν καὶ μηδένα τῶν ἐκείνου ὑποστρατήγων ἢ στρατιωτῶν πεσεῖν· ἢ τὸ δεύτερον καλόν, ἐὰν πάθωσι μέν, ἀλλὰ πάθωσιν ἔλαττον κακὸν πρὸς τὸ μέγα ἀγαθόν, ὅπερ ἐκτήσαντο· εἰ γὰρ ὀλίγοι πτῶσιν πάθωσιν ἐν πολέμῳ, τῶν δὲ ἀλλοφύλων χιλιάδες, ἀγαθὸν τοῦτο, καὶ ἔλαττον μὲν τὸ κακόν, μεῖζον δὲ καὶ πολλαπλάσιον τὸ ἀγαθόν. [a 26] τοῦτο δὲ ἔσται, τὸ ἔλαττον μὲν κακόν, μέγα δὲ ἀγαθόν, ἐὰν ἢ λανθάνῃ ἡ τιμωρία καὶ τὸ γεγονὸς κακόν, οἷον εἰ τοσοῦτόν ἐστι τὸ ἀγαθόν, ὥστε ποιῆσαι ἐπιλαθέσθαι τῆς κακώσεως, ἣν ἐκτησάμεθα δι’ ἐκεῖνο, καὶ ἐὰν ὀλίγοι ἔπεσον ἐν πολέμῳ, τοσοῦτον ὥστε μηδὲ φαίνεσθαι ἀλλὰ λανθάνειν, εἰ πέπτωκέ τις τῶν ἡμετέρων, ἢ ἐὰν οὐ λανθάνῃ μὲν ἡ τιμωρία καὶ τὸ γεγονὸς κακόν, μικρὰ δέ ἐστιν ἡ βλάβη καὶ ἡ κατάπτωσις καὶ πληγὴ τῶν ἡμετέρων καὶ τὸ ἐπιζήμιον ἡμῖν πρὸς τὸ ἀγαθόν, ὅπερ ἐκτησάμεθα.
因此,科林斯人恰当地将西摩尼得斯所作的诗句视为侮辱;因为他们被他描绘成怯懦且无男子气概的人,如果伊利昂确实不责怪他们,也就是说没有向他们发出任何非难或辱骂的话;因为同类不责怪同类。或者,正如被敌人称赞的事物是善,被朋友责备的人是劣俗的一样,敌人以不责备也不怪罪的方式所称赞的那些人,也是善人。然而科林斯人不知晓这一点,即敌人不责备的人反而是善人,竟以为自己受到了西摩尼得斯的辱骂,当他写下“伊利昂并不责怪科林斯人”时,即伊利昂不责备科林斯人,亦未断定他们怯懦,反而称赞并赞叹他们的英勇,即便伊利昂曾从他们那里遭受苦难,且该民族曾是敌对并交战的。但他们没有领会,“不责怪”等同于“不责备”,而某人不被对立者责备乃是对成功壮举的称赞。 [a 16]此外,明智之士中的某人所优先选取的对象也是善,正如雅典娜所选取的奥德修斯、忒修斯所选取的海伦一样,而且被女神们选为裁判者的亚历山大是善的,并且阿喀琉斯更为伟大,荷马展示出他在勇气的善上超越了所有其他希腊人。 [a 19]总体而言,可选择的事物是善;因为凡是我们因其更有益而优先于他物选择的事物,这些就是善。人们选择去行先前提到的事,即众人皆赞赏之事、对敌人有害而对朋友有益之事、明智者所优先选取之事,以及对他们而言可能之事;因为如果我们断定某事对我们而言是不可能的,我们便会放弃。 [a 21]而可能之事有两种:一种是能够生成、但极其困难且费力之事;因为获得美德是可能的,但须经受诸多劳苦;获得智慧与关于存在者的知识也是可能的,但须流淌汗水。另一种可能之事则是极易触手可及且无需痛苦即可获得之事,正如对嗓音优美者而言学习当下的歌曲能在短时间内轻松掌握一样,某些在短时间内便能大功告成的技艺也是如此。因此,若有人从正反两方面立论,有时能证明我们在其中经历了诸多劳苦的那个事物是更大的善,有时则相反,能证明轻易且无痛苦地把握的事物更大;因为人们将困难之事定义为伴随痛苦与劳苦获得之事,如美德与关于存在者的知识,或者定义为在漫长时间中方告达成之事,正如我们提到的这些事物本身,以及除这些之外的医学和法学,它们由于具体的对象既无穷无尽又难以穷尽把握,因而需要大量的经验、时间与演练。 [a 25]凡对某些人而言能够按照热心追求获得的他们自身所希望的方式达成的那些事物,也是美好与善的。他们所希望的,要么是丝毫不遭受恶事,正如渴望胜利、战功纪念碑并击溃异族之敌的人,希望在战争中不遭受任何恶事,且他麾下的将领与士兵无一人牺牲;要么第二种美好的情况是,倘若他们确实遭受了恶事,但比起他们所获得的大善而言遭受的只是较小的恶;因为如果在战争中倒下的本方人数很少,而异族人却倒下数以千计,这便是善,且恶更小,而善却更大并成倍增加。 [a 26]而这较小的恶与巨大的善的结合,将在以下情况下发生:要么是惩罚与所发生的不幸未被察觉,例如倘若善如此巨大以至于让人忘却了我们因它而遭受的苦难,且倘若战争中倒下的人很少,少到若有本方的人倒下甚至看不出来而未被察觉;要么即使惩罚与所发生的不幸未被隐瞒,但比起我们所获得的大善而言,本方受到的损害、伤亡与打击以及降临在我们身上的损失乃是微不足道的。
- 1.0.6δειλοὶ γὰρ καὶ ἄνανδροι πεποίηνται παρ’ αὐτοῦ
πεποίηνται 是动词 ποιέω 的完成时被动态第三人称复数,在此表示在西摩尼得斯的诗歌创作中(παρ’ αὐτοῦ)他们“被描绘/塑造成”怯懦且无男子气概的人。
- 1.0.6ἢ καὶ ὥσπερ ἀγαθόν ἐστι πρᾶγμα τὸ ὑπὸ τῶν ἐχθρῶν ἐπαινούμενον ... οὕτω καὶ ἀγαθοὶ ἄνδρες ἐκεῖνοι
连词 ἤ 引入了与前文科林斯人的理解(同类不相怪罪=侮辱)相对立的另一种正面解释(不被敌人责备乃是一种称赞)。结构上采用 ὥσπερ ... οὕτω καί ... 的相关对应结构。
- 1.0.6τὰ χαλεπὰ γὰρ ὁρίζονται οἱ ἄνθρωποι ἢ τὰ μετὰ λύπης καὶ πόνου κτώμενα ... ἢ τὰ ἐν πλήθει χρόνου κατορθούμενα
中动态动词 ὁρίζονται 意为“人们将……界定为”。直接宾语 τὰ χαλεπά(“困难之事”)由 ἤ ... ἤ(“要么……要么……”)所连接的两个实体化分词短语充当宾语补足语(双重宾格结构)。
