- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:256.29-258.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《修辞学》第3卷第18章,注解者阐明了使用提问(erōtēsis)的四种适当时机,以及对对手提问的恰当应对方式(通过言论区分作答,并在荒谬结论推导出来之前预先提出解决方案)。
18. Περὶ δὲ ἐρωτήσεως εὔκαιρόν ἐστι μάλιστα ποιεῖσθαι, ὅταν τὸ ἕτερον ἤτοι τὴν μίαν πρότασίν ἐστιν εἰρηκὼς ὁ προσδιαλεγόμενός σοι· δεῖ σε τότε μίαν πρότασιν ἐρωτῆσαι καὶ οὕτω συνάξαι τὸ ἄτοπον. [1419a3] σώτειραν λέγει τὴν Δήμητραν. οἷον ὁ Περικλῆς ἐπήρετο τὸν Λάμπωνα, τίς ἐστιν ἡ τελετὴ καὶ τὰ μυστήρια τῶν ἱερῶν τῆς σωτείρας· ὁ γοῦν Λάμπων ἐπεὶ εἶπε τὴν μίαν πρότασιν ἤτοι ‘οὐχ οἷόν 〈τέ〉 ἐστιν ἀκοῦσαί σε περὶ τοιούτων ὄντα ἀτέλεστον’, ὁ Περικλῆς ὀφείλει ἐρωτῆσαι τὴν ἑτέραν πρότασιν, οἷον ‘τί δέ; οἶδας ταῦτα αὐτός;’ [f. 77r] τοῦ δὲ εἰπόντος τὸ ‘ναί’ συνῆξεν ὁ Περικλῆς τὸ ἄτοπον ‘καὶ πῶς σὺ ἀτέλεστος ὢν ταῦτα μεμάθηκας;’ [a 5] δεύτερον δὲ εἶδος ἐρωτήσεως, ὅταν τὸ μὲν ἤτοι ἡ μία πρότασις φανερὰ ᾖ καὶ ὁμολογουμένη παρὰ πάντων, οἷον ἡ λέγουσα, ὅτι οἱ παῖδες τῶν θεῶν θεοί, τὸ δὲ ἤτοι τὴν ἑτέραν πρότασιν δῆλον ὅτι δώσει ὁ ἀποκρινόμενος ταύτην, εἰ ἐρωτήσει αὐτήν.1 [a 6] καὶ γὰρ πυθόμενον καὶ ἐρωτῶντά σε δεῖ μὴ ἐρωτᾶν τὴν μίαν πρότασιν τὴν φανερὰν καὶ ὁμολογουμένην, ἀλλ’ εὐθὺς λέγειν καὶ συμπέρασμα, οἷον τοῦ Μελήτου λέγοντος τὸν Σωκράτην μὴ [f. 77v] νομίζειν θεοὺς ἀλλὰ δαιμόνια καινὰ σέβειν, ἠρώτησεν ὁ Σωκράτης ‘ἆρά γε δοξάζω δαιμόνιόν τι;’ τοῦ δὲ Μελήτου ὁμολογήσαντος ‘ναί’ πάλιν ὁ Σωκράτης ἤρετο ‘τί δέ; οὐχὶ οἱ δαίμονες ἢ παῖδες θεῶν εἰσιν ἢ θεῖόν τι;’ τοῦ δὲ Μελήτου φήσαντος ‘ναί’ ὁ Σωκράτης ἀφεὶς ἐρωτῆσαι, εἰ οἱ παῖδες τῶν θεῶν θεοί, συνεπέρανε ‘καὶ τίς ἐστιν, ὃς παῖδας μὲν λέγει θεῶν, θεοὺς δὲ μή;’ [a 12] ἔτι τρίτον εἶδος ἐρωτήσεως, ὅταν μέλλῃ ὁ ἐρωτῶν δεικνύειν τὸν ἐρωτώμενον λέγοντα ἐναντία ἑαυτῷ ἢ παραδοξολογοῦντα. τέταρτον δὲ εἶδος ἐρωτήσεως, ὅταν μὴ ἓν ᾖ τὸ ἐρωτώμενον, ἤτοι ὅταν ὁμώνυμον ᾖ, καὶ ἔστι τὸν ἀποκρινόμενον λῦσαι αὐτὸ σοφιστικῶς, οἷον ‘ἔστι μέν, ὡς ὁ κοιμώμενος ὁρᾷ, ἔστι δέ, ὡς οὔ’, εἰ ᾖ τὸ ἐρωτώμενον τοιοῦτον ‘ἆρα ὁ κοιμώμενος ὁρᾷ;’ καὶ πάλιν, εἰ ἔροιτό τις ‘ἆρά γε ὁ Σωκράτης καὶ δίκαιός ἐστι καὶ σώφρων καὶ ἀκόλαστος καὶ δειλός;’ ἀποκριθήσῃ οὕτως ὅτι ‘τὰ μὲν ἔστιν’ ἤτοι δίκαιος καὶ σώφρων, ‘τὰ δὲ οὐκ ἔστιν’ ἤτοι ἀκόλαστος καὶ δειλός· ἢ πῇ μέν, 〈οἷον〉ὁ Αἰθίοψ λευκός ἐστι κατὰ τοὺς ὀδόντας, πῇ δὲ οὐκ ἔστιν. εἰ γοῦν οὕτως ὁ ἀποκρινόμενος ἀποκρίνεται, θορυβεῖ τοὺς ἀκροατὰς καὶ ποιεῖ αὐτοὺς ἐπαπορεῖν καὶ συζητεῖν, τί ἐστι τὸ τάδε μέν, τὰ δ’ οὔ, καὶ πῇ μέν, πῇ δ’ οὔ. [a 16] ἄλλως δέ, ἤτοι εἰ δὲ οὐκ ἔστιν, οὐκ ἐγχειρητέον τῇ ἐρωτήσει· καὶ γὰρ δοκεῖ κεκρατῆσθαι καὶ ἡττᾶσθαι ὁ μὴ οὕτως ἐρωτῶν,2 οὕτως δὲ ἡττᾶται, εἴ γε ἐνστῇ τις ἤτοι ἔνστασιν προκομίσει. ἢ καὶ οὕτως· εἰ γὰρ ἐνστῇ ὁ ἀποκρινόμενος λέγων ‘ἔστι μὲν ὥς, ἔστι δ’ ὡς οὔ’ ἢ ‘τὰ μέν, τὰ δ’ οὔ,’ δοκεῖ τοῖς ἀκροαταῖς κεκρατῆσθαι· οὐ γὰρ δυνατόν ἐστι πολλὰ ἐρωτᾶν τὸν ἐρωτῶντα (οἷον ‘ἆρά γε [f. 77v] ὁ Σωκράτης σώφρων καὶ δίκαιός ἐστι;’) διὰ τὸ ἀσθενὲς καὶ ἀμαθὲς τῶν ἀκροατῶν· καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον ἐρωτᾶν κἂν ἓν τῷ προφορικῷ λόγῳ, σημαῖνον δὲ πολλὰ ἤτοι ὁμώνυμον. [a 19] διὸ καὶ τὰ ἐνθυμήματα ὅτι μάλιστα δεῖ συστρέφειν ἤτοι συνεστραμμένως λέγειν καὶ συντόμως· οὐ γὰρ δύνανται οἱ ἀκροαταὶ ταῖς μακροκωλίαις ἕπεσθαι. εἰπὼν περὶ ἐρωτήσεως νῦν λέγει καὶ περὶ ἀποκρίσεως. ἀλλ’ εἴ με διέλαθε, δεῖ εἶναι τὰ ἐνθυμήματα συνεστραμμένα·3 οἷον ἐπὶ τίσι με κρίνεις; εἰ μὲν ἐπὶ τοῖς ὕστερον πραχθεῖσιν, οὐ δεῖ ἐφ’ οἷς ἄλλοι ποιοῦσιν εὐθύνεσθαι, εἰ δὲ ἐφ’ οἷς ἐξ ἀρχῆς συνεβούλευσα ἢ ἔπραξα, τότε ἔδει ἀντιλέγειν· καὶ εἰ μὲν ἀντειπὼν ἡττήθης, βιάζῃ νῦν, εἰ δ’ οὐκ ἀντεῖπες, ἐλέγχῃ νῦν δύσνους. [a 19] ἀποκρίνεσθαι δεῖ πρὸς μὲν τὰ ἀμφίβολα διαιροῦντα τῷ λόγῳ, οἷον ‘ἔστι μὲν ὥς, ἔστι δ’ ὡς οὔ’, καὶ μὴ συντόμως· καὶ πάλιν ἤρετό τις ‘ποταπὴν λήψομαι γυναῖκα;’ ὁ δ’ ἔφη ‘εἰ μὲν καλήν, κοινήν, εἰ δὲ κακήν, ποινήν’. [a 21] πρὸς δὲ τὰ δοκοῦντα ἐναντία δεῖ εὐθὺς φέρειν καὶ προκομίζειν τὴν λύσιν πρὸ τοῦ ἐπερωτῆσαι καὶ συλλογίσασθαι καὶ συνάξαι τὸ ἐπιὸν ἄτοπον, οἷον εἰ ἔροιτό τις ‘ἆρά γε ὁ τραγέλαφος μὴ ὄν;’ ‘ναί’. ‘τί δέ; ὁ τραγέλαφος δοξαστόν;’ ‘ναί’. δεῖ γοῦν σε πρὸ τοῦ συνάξαι, ὅτι τὸ μὴ ὂν ἔστιν, ἀπαντῆσαι καὶ λῦσαι αὐτὸ οὕτως ὅτι ‘οὐχί, εἰ ὁ τραγέλαφος δοξαστόν ἐστιν, ἀνάγκη καὶ τὸ μὴ ὂν εἶναι· ἀλλ’ εἴη ἂν τὸ μὴ ὂν ὡς δοξαστόν, οὐ μέντοι γε δὲ ὡς πρᾶγμα’.
18. “至于提问,在下述情形中采用是最适时的”: 当与你对话的人已经陈述了另一方,即一个前提时;此时你应当去询问另一个前提,并以此推导出荒谬的结论。 “救主”是指德墨忒尔。例如伯里克利问兰彭,救主圣所的入教仪式和密仪究竟为何;于是兰彭陈述了一个前提,即“你既是未入教者,便不可能听闻此类事”,伯里克利就应当去询问另一个前提,例如“那又如何?你自己知晓这些事吗?”在对方答道“知晓”后,伯里克利推导出了荒谬的结论:“那你既是未入教者,又是如何学会这些事的?” “提问的第二种类型是,当一个前提”,即其中一个前提“是显明且被所有人公认的”,例如声称神明之子是神明的前提,“而另一个前提”,即另一条前提,“显然只要有人发问,应答者便会承认它”。 “因为发问和提问者不应当去询问显明且被公认的那一个前提,而应当随即把结论也一并陈述出来”。例如墨勒托斯声称苏格拉底不信神,而是敬奉新的精灵时,苏格拉底发问:“我是否承认某种精灵的存在?”在墨勒托斯承认“是”之后,苏格拉底再次提问:“那又如何?精灵难道不是神明之子或某种神圣之物吗?”在墨勒托斯说是“是”之后,苏格拉底省去询问神明之子是否为神明,直接得出结论:“那有谁会承认神明之子,却不承认神明呢?” “此外提问的第三种类型是,当提问者将要表明被提问者在自相矛盾”或发表悖论之时。提问的第四种类型是,当被提问的事物并非单一,即当它是同名异义之时,且应答者可以诡辩性地化解它,例如若问题是“睡眠者看得到吗?”应答者便可以说“在某种意义上睡眠者看得到,在某种意义上则看不到”。又如有人若问:“苏格拉底既公正又节制,且既放荡又怯懦吗?”你将这样回答:“在某些方面他是”——即公正而节制,“在某些方面他不是”——即放荡而怯懦;或者“在某一方面是”,犹如埃塞俄比亚人在牙齿方面是白的,“而在另一方面则不是”。如果应答者这样回答,就会扰乱听众的心思,使他们产生困惑并共同探讨,这“某些方面是,某些方面不是”以及“在某一方面是,在某一方面不是”究竟意味着什么。 “在其他情形下”,即若非如此,“则不应尝试提问;因为不这样提问的人显得被制服并失败”;而如果有人提出异议,即提出反驳论据,他就这样失败了。或者也可以这样理解:因为应答者如果反唇提出异议说“在某种意义上是,在某种意义上不是”或“某些方面是,某些方面不是”,在听众看来[提问者]就显得被制服了;因为由于听众的软弱和无知,提问者不可能提出多重问题(例如“苏格拉底既节制又公正吗?”);因此有必要在口头言论中即便只提出一个问题,却具有多重含义,即同名异义的问题。 “因此也必须尽可能紧凑地收敛修辞三段论”,即紧凑且简短地陈述;“因为听众无法跟上冗长的句段”。在论述了提问之后,他现在也论述回答。但如果我有所疏漏的话,修辞三段论应当是紧凑的;例如:“你凭什么审判我?如果凭后来所做的事,人不应为他人所做的事承担责任;如果凭我最初所建议或所做的事,你当时就应当提出异议;如果你提出了异议却遭失败,你现在便是在强词夺理;如果你当时没有提出异议,你现在就被证实为怀有恶意”。 “对于模棱两可的问题,应当在言论中加以区分来回答”,例如“在某种意义上是,在某种意义上不是”,而不能简短地回答;又如有人问:“我该娶怎样的女人?”另一个人说:“如果娶美丽的,便会成为公用的;如果娶丑陋的,便是惩罚”。 “对于看似矛盾的问题,在对方进一步提问、进行推论并推导出随之而来的荒谬结论之前,应当随即提出并呈交解决方案”。例如有人若问:“羊鹿是非存在吗?”“是的”。“那又如何?羊鹿是可被臆想之物吗?”“是的”。那么,在对方得出非存在存在的结论之前,你应当予以应对并这样化解:“并非如果羊鹿是可被臆想之物,非存在就必然存在;相反,非存在作为可被臆想之物可以存在,但作为实在之物却绝不存在”。
- 3.1.18τὸ δὲ ἤτοι τὴν ἑτέραν πρότασιν δῆλον ὅτι δώσει ὁ ἀποκρινόμενος ταύτην, εἰ ἐρωτήσει αὐτήν
句法上,句首的 τὸ δέ 与前文的 τὸ μέν 相应,后接注解者的释义 ἤτοι τὴν ἑτέραν πρότασιν;在 δῆλον ὅτι 从句中,ταύτην 作为复指宾格代词承接先行成分 τὴν ἑτέραν πρότασιν。主干结构为:“而至于另一前提,显然只要发问,应答者便会承认它”。
- 3.1.18δοκεῖ κεκρατῆσθαι καὶ ἡττᾶσθαι ὁ μὴ οὕτως ἐρωτῶν
动词 κρατέω 的完成时被动不定词 κεκρατῆσθαι 意为“被制服、被压倒”。此处指提问者因提出不当问题而招致对手提出异议(ἔνστασις),以致在听众看来提问者仿佛遭到了击溃。注解者随后以 ἢ καὶ οὕτως 补充说明了这种失败感究竟落在提问者还是应答者身上的两种理解。
- 3.1.18ἀλλ’ εἴ με διέλαθε, δεῖ εἶναι τὰ ἐνθυμήματα συνεστραμμένα
ἀλλ’ εἴ με διέλαθε 直译为“但如果我有所疏漏/若我方才遗漏了”,是作者在返回前述关于修辞三段论应当紧凑收敛这一主题时使用的插入语从句,统领主句 δεῖ εἶναι τὰ ἐνθυμήματα συνεστραμμένα(修辞三段论必须紧凑)。
