← 佚名

亚里士多德《修辞学》佚名评注

§255.2-256.28

反驳对手与借第三方之口自赞的技法

本节是对亚里士多德《修辞学》卷三第17章(1418b12–33)的注释,阐释了后发言者化解对手论据的次序与策略、为避免反感而引入第三方角色来赞美自身或贬责他人的人格塑造技巧,以及修辞三段论与格言之间的相互转换。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.17#5

79v] συλλογιζόμενον,1 καὶ μάλιστα, ἐὰν εἰσιν ἐκεῖνα εὐδοκιμηκότα ὡς ἰσχυρά, ἵνα ἐκβάλῃς αὐτὰ τῆς διανοίας τῶν ἀκροατῶν καὶ πείσῃς νομίζειν αὐτὰ ἀνίσχυρα καὶ ψευδῆ, εἶτα εἰπὲ τὰ οἰκεῖα ἐπιχειρήματα· οὕτω γὰρ δράσουσιν εἰς τὰς ψυχὰς τῶν ἀκροατῶν. [b 14] ὥσπερ γὰρ οὐ δέχεται ἡ ψυχὴ τοὺς λόγους τοῦ προδιαβεβλημένου ἀνθρώπου, ἀλλ’ ἀποπέμπεται αὐτοὺς ὡς ψευδεῖς, τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἀπολογίαν σου παραδέξονται, ἔστ’ ἂν ὁ ἀντίδικός σου δοκῇ εἰρηκέναι εὖ. δεῖ οὖν χώραν καὶ τόπον ποιῆσαι ἐν τῇ ψυχῇ τοῦ ἀκροατοῦ τῇ μελλούσῃ παρὰ σοῦ ῥηθῆναι ἀπολογία·2 ἔσται δὲ χώρα τῷ λόγῳ σου, ἐὰν ἀνέλῃς, ἃ εἶπεν ὁ ἀντίδικός σου. [b 18] διὸ δεῖ σε μαχέσασθαι πρὸς ἐκεῖνα καὶ ἀνατρέψαι ἢ τὰ μέγιστα καὶ ἰσχυρὰ ἢ τὰ εὐέλεγκτα. [b 21] ‘τοῖς θεοῖς πρῶτα σύμμαχος γενήσομαι’. τίς ὕβρισε [f. 77r] τινα ὡς μοιχὸν καὶ ὁ ὑβρισθεὶς κατηγορεῖ τοῦ ὑβρίσαντος ὡς ἀσεβοῦς· φησὶ γὰρ ‘ὁ ὑβρίσας ἐμὲ ὕβρισε τὴν Ἀφροδίτην· αὕτη γὰρ αἰτία τῆς συνουσίας’. εἶτα ὁ κατηγορηθεὶς ἀπαντῶν πρῶτον δείκνυσιν, ὅτι οὐχ ὑβρίζει τοὺς θεούς, ἀλλὰ σύμμαχος αὐτοῖς ἐστι· ‘τιμῶ γάρ, φησί, μᾶλλον τὴν Ἥραν ὡς αἰτίαν γάμου καὶ οὐ μοιχείας’. [b 23] πρῶτον οὗτος ταῦτα λέγων ἥψατο τοῦ εὐηθεστάτου καὶ εὐελέγκτου ἐπιχειρήματος τοῦ δεικνύοντος αὐτὸν ἀσεβῆ. εἰς δὲ τὸ δεικνύειν τὸ οἰκεῖον ἦθος ἐπιεικὲς καὶ ἀγαθὸν ἕτερον χρὴ παράγειν λέγοντα, ὡς ‘αἰσθάνομαι ἑτέρων λεγόντων περὶ ἐμοῦ χρηστά’, ἐπειδὴ τὸ λέγειν τινὰ περὶ ἑαυτοῦ καὶ συνιστᾶν τὸ οἰκεῖον ἦθος ἐπιεικὲς ἢ ἐπίφθονον καὶ μεμπτὸν ἢ ἔχει μακρολογίαν, ἤτοι ἢ μακρολόγος καὶ περιττολόγος δοκεῖ ὁ ἀφεὶς λέγειν περὶ τοῦ πράγματος καὶ ἐπαινῶν ἑαυτόν, ἢ ἔχει ἀντιλογίαν· ἀντιπέσῃ γὰρ ἕτερος καὶ δείξει αὐτὸν ψευδόμενον καὶ μὴ ὄντα χρηστόν, ὡς αὐτὸς λέγει. [b 25] ἀλλὰ καὶ περὶ ἄλλου εἰ λέγεις, ὡς φαῦλος κατὰ τὸ ἦθός ἐστιν, ἢ λοίδορος δόξεις ἢ ἄγροικος καὶ μὴ γινώσκων, τίς ἐστιν ἡ ἀρετὴ ἢ ἡ κακία· ὥστε δεῖ ἄλλον παρεισάγειν λέγοντα ‘ἀκούω ἄλλων λεγόντων περὶ τοῦ δεῖνος, ὡς φαῦλός ἐστιν’· οὕτω γὰρ οὐ δόξεις φορτικός. ἄλλος εἶχε θυγατέρα δυσειδῆ καί τις διέβαλεν αὐτὸν ὡς κακὴν θυγατέρα ἔχοντα· [b 28] ποιεῖ γοῦν ὁ Ἀρχίλοχος τὸν πατέρα αὐτῆς ἐν ἰαμβικοῖς στίχοις λέγοντα οὕτω περὶ τῆς θυγατρός· ‘οὐδὲν τῶν χρημάτων ἤτοι τῶν πραγμάτων ἄελπτον οὐδ’ ἀπώμοτον καὶ ἀνέλπιστον· τί γοῦν καινόν, εἰ καὶ ἐμοὶ [f. 77r] δυσειδὴς θυγάτηρ ἐπεγένετο;’ σχόλιον· παρεισάγει πατέρα ὑπισχνούμενον περὶ προικὸς τῆς οἰκείας θυγατρὸς καὶ λέγοντα πρός τινα ἀντιλέγοντα μηδὲν ἔχειν ὡς οὐδὲν ἀνέλπιστον. [b 30] καὶ τὸν Χάρωνα. καὶ τοῦτο τοῦ Ἀρχιλόχου. ὁ Γύγης πλούσιος ἦν· διὰ γὰρ τῆς σφενδόνης πολλὰ συνῆξε χρήματα. “οὔ μοι τὰ Γύγεω,” ἤτοι οὐχ οὕτως ἐγὼ πλούσιος ὡς ὁ Γύγης, ὡς τινὲς λέγουσιν. [b 32] ὁ Αἵμων ἀνὴρ ἦν τῆς Ἀντιγόνης· ἵνα δὲ μὴ δόξῃ ὁ Αἵμων ἐπαινῶν τὴν οἰκείαν γυναῖκα παρὰ τοῦ πατρὸς αὑτοῦ Κρέοντος ὑβρισμένην, παρεισάγει τὸν ἔπαινον ὡς ἀπ’ ἄλλων λεγόντων καὶ ἐπαινούντων αὐτήν, λεγόντων οὕτω “ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότῳ τάδε,3 τὴν παῖδα ταύτην οἷ’ ὀδύρεται πόλις, πασῶν γυναικῶν ὡς ἀναξιωτάτη κάκιστ’ ἀπ’ ἔργων εὐκλεεστάτων φθίνει· ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς πεπτῶτ’ ἄθαπτον μήθ’ ὑπ’ ὠμηστῶν κυνῶν εἴασ’ ὀλέσθαι μήθ’ ὑπ’ οἰωνῶν τινος· οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν; τοιάδ’ ἐρεμνὴ σῖγ’ ἐπέρχεται φάτις.” [b 33] δεῖ δὲ καὶ μεταβάλλειν τὰ ἐνθυμήματα καὶ ποιεῖν γνώμας· οἷον γνώμη ἐστὶ τὸ ‘χρὴ δὲ τὰς διαλλαγὰς ποιεῖν τοὺς νοῦν ἔχοντας εὐτυχοῦντας’ ἤτοι ‘δεῖ δὲ τοὺς φρονίμους, ἐὰν ἔχωσιν ἔχθραν μετά τινων, καταλλάττεσθαι αὐτοῖς καὶ φιλιοῦσθαι, ἔστ’ ἂν εὐτυχῶσιν’· οὕτω γὰρ μάλιστα ἐὰν πλεονεκτοῖεν ἤτοι τὸ πλέον ἔχοιεν. ἐνθυμηματικῶς δ’ ἂν ῥηθῇ, εἰ οὕτω ῥηθῇ ‘εἰ γὰρ δεῖ οὕτω καταλλάττεσθαι, ὅταν ὠφελιμώταται ὦσι καὶ πλεονεκτικώταται αἱ καταλλαγαί, δεῖ τότε καταλλάττεσθαι, ὅταν εὐτυχῶσι’.

通过进行推论[来化解对手的论据],尤其是当那些论据被看重为有力的时候,以便你把它们从听众的心思中驱除出去,并使他们确信那些论据是无力且虚假的;然后陈述你自己的论据;因为这样它们才会对听众的心灵产生效力。 “因为正如心灵不接纳预先被毁谤之人的言论,而是作为虚假之辞予以斥退,同样地,只要你的对手显得说得很好,他们也就不会接受你的辩护。因此,必须在听众的心灵中为你将要陈述的辩护腾出空间和立足之地;而如果你瓦解了对手所说的言论,就会为你的言论腾出空间”。 “因此你必须与那些论据交锋,并推翻那些最大且有力的论据,或者那些容易反驳的论据”。 “‘首先我将成为神明的盟友’”。有人侮辱某人为通奸者,而被侮辱者控告侮辱者为不敬神者;因为他说:“侮辱我的人侮辱了阿佛洛狄忒;因为她是交合的原因”。于是被控告者在答辩时首先表明,他并未侮辱神明,而是他们的盟友:“因为,”他说,“我更尊奉赫拉为婚姻的原因而非通奸的原因”。 此人通过这样说,首先触及了表明他不敬神的那条最愚蠢且易反驳的论据。但为了表明自己的品格是正派且良善的,应当引入另一个人来说,诸如“我察觉到别人在谈及关于我的好话”,因为自己谈论自己并确立自己的品格是正派的,要么招致嫉妒与非难,要么带有冗长之嫌;也就是说,放弃谈论事情本身而赞美自己的人,要么显得冗长啰唆,要么会招致反驳;因为别人会反唇相讥,表明他在说谎,并不像他自己所说的那样良善。 “但如果你谈及另一个人,说他在品格上是卑劣的”,你就会显得要么是好谩骂的人,要么是粗鄙且不知何为美德何为恶德的人;“所以应当引入另一个人来说:‘我听别人谈及某人说他是卑劣的’”;因为这样你才不会显得粗鲁令人厌恶。另一个人有一个相貌丑陋的女儿,有人中伤他拥有一个恶劣的女儿;于是阿尔基洛科斯让她的父亲在抑扬格诗行中对女儿作如此之说:“‘在财物中’,即在诸事中,‘没有任何事情是意想不到的,也不是可以发誓否定绝无可能的,亦非不可指望的;那么,即便我也有一个丑陋的女儿降生,又有什么新鲜的呢?’”评注:“他引入一位就自己女儿的嫁妆作出许诺的父亲,对提出异议说他一无所有的人说,没有任何事情是不可指望的”。 “‘以及卡隆’”。这也是阿尔基洛科斯的作品。居革斯很富有;因为他通过〔指环的〕戒托聚敛了许多财富。“‘居革斯的财富并非我所挂心’”,即正如某些人所言,“我并不像居革斯那样富有”。 海蒙是安提戈涅的丈夫;为了不让海蒙显得是在赞美自己那被其父亲克瑞翁侮辱的妻子,他引入了仿佛出自谈论并赞美她的其他人那里的赞美,那些人这样说道:“‘然而我却能在黑暗中听到这些,城邦是如何为这少女哀悼,在所有的女人中她最为无辜,却因最光荣的事迹而最悲惨地死去;她没有让自己那倒在血泊中未被埋葬的同胞兄弟任由食肉的狗类或任何飞鸟毁灭;难道这女子不配获得黄金般的荣耀吗?这样幽暗的传闻正在悄悄蔓延’”。 “还必须转换修辞三段论并制成格言”;例如,“明智之人在交好运时应当缔结和解”是一句格言,即“审慎的人如果与某些人结怨,只要他们交好运,就应当与他们和解并结为友谊”;因为这样他们就尤其能处于优势,即占得上风。而如果这样说,就是以修辞三段论的方式陈述了:“因为如果当和解最为有利且获益最多时应当这样和解,那么当他们交好运时就应当和解”。

语法注3 条
  1. 3.1.17συλλογιζόμενον

    该宾格分词承接前一分块末尾的非人称句式“πρῶτον ἐνδέχεται σε... ἀπαντῆσαι καὶ ἐνστῆναι... καὶ λῦσαι”,与逻辑主语“σε”一致。作为方式/手段的状语性分词,意为“通过推论[来化解]”。

  2. 3.1.17τῇ μελλούσῃ παρὰ σοῦ ῥηθῆναι ἀπολογία

    该与格短语由“ποιῆσαι χώραν καὶ τόπον... τῇ... ἀπολογίᾳ”支配,充当目的地或受益与格(“为……腾出空间”)。介词短语“παρὰ σοῦ”与被动不定词“ῥηθῆναι”构成施事搭配,从属于分词“μελλούσῃ”(“为你将要陈述的辩护”)。

  3. 3.1.17ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότῳ τάδε

    引自索福克勒斯《安提戈涅》(第692行起)。“ἔστι”作非人称用法,后接不定词“ἀκούειν”,意为“我能够听到”。与格“ἐμοί”为这一可能句式的逻辑主体,“τάδε”为“ἀκούειν”的直接宾语,其后感叹/间接疑问从句“οἷ’ ὀδύρεται πόλις”作同位语展开其具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:255.2-256.28